Ancient Greek · ~18 min
Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ' ὑμᾶς ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευθύνει ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 3.1-4
Not analysed yet
Εἰ γὰρ καὶ τὸ εἶναι μετὰ πολλῶν λαμβάνοντα αἰσχύνης ἄξιον, ὅταν καὶ ἐπιτιμῶντες παρέχοιεν καὶ στέλλωνται, πόσου ὀνείδους τοῦτο; πῶς ἱκανὸν δακεῖν ψυχήν; Εἰ γὰρ μόνον ὀκνηρότερον διδόντες, ἢ γογγύζοντες ἐμπυρίζουσι τοὺς λαμβάνοντας (μὴ γάρ μοι περὶ τῶν ἀναισχύντων ἐπαιτῶν εἴπῃς, ἀλλὰ περὶ τῶν πιστῶν)· εἰ καὶ ἔμελλον ἐπιτιμᾷν διδόντες, τί οὐκ ἂν εἰργάσαντο; πόσης οὐκ ἦν τιμωρίας ἄξιον; Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλ' ὡς τὰ μέγιστα ἠδικημένοι, οὕτω τοὺς προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα. Οὐ δίδως· τί καὶ λυπεῖς; Νουθετεῖτε, εἶπεν, ὡς ἀδελφοὺς, οὐχ ὑβρίζετε ὡς ἐχθρούς. Ὁ τὸν ἀδελφὸν νουθετῶν, οὐ δημοσίᾳ τοῦτο ποιεῖ, οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλὰ ἰδίᾳ καὶ μετὰ πολλῆς τῆς προσοχῆς, καὶ ἀλγῶν, καὶ δακνόμενος, καὶ δακρύων καὶ ὀδυρόμενος. Ἀπὸ ἀδελφικῆς τοίνυν παρέχωμεν τῆς διανοίας, ἀπὸ ἀδελφικῆς νουθετῶμεν τῆς προαιρέσεως· μὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ' ὡς ἀλγοῦντες ἐπὶ τῷ ἐκεῖνον παραβαίνειν τὴν ἐντολήν. Ἐπεὶ τί τὸ κέρδος; Εἰ γὰρ καὶ μετὰ τὸ δοῦναι ὑβρίζεις, λυμαίνῃ τῇ τῆς δόσεως ἡδονῇ· ὅταν δὲ μήτε δῷς καὶ ὑβρίσῃς, πόσον οὐκ εἰργάσω κακὸν τὸν ἄθλιον ἐκεῖνον καὶ ταλαίπωρον; Προσῆλθεν ὡς ἐλεηθησόμενος παρὰ σοῦ· λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ μᾶλλον ἐδάκρυσεν. Ὅταν γὰρ ἀναγκάζηται διὰ τὴν ἔνδειαν προσαιτεῖν, διὰ δὲ τὸ προσαιτεῖν ὑβρίζηται, ὅρα πόση τῶν ὑβριζόντων ἔσται ἡ τιμωρία· Ὁ ἀτιμάζων πένητα, φησὶ, παροξύνει τὸν ποιήσαντα αὐτόν. Εἰπὲ γάρ μοι· αὐτὸς αὐτὸν ἀφῆκε πένεσθαι διὰ σὲ, ἵνα σὺ ἔχῃς θεραπεύειν σαυτὸν, καὶ σὺ τὸν διὰ σὲ πενόμενον ὑβρίζεις; πόσης ἀγνωμοσύνης ταῦτα; πόσης ἀχαριστίας τοῦτο τὸ ἔργον; Νουθετεῖτε, φησὶν, ὡς ἀδελφούς. Καὶ μετὰ τὸ δοῦναι νουθετεῖν ἐκέλευσεν· ὅταν δὲ καὶ χωρὶς τοῦ διδόναι ὑβρίζωμεν, τίς ἡμῖν ἔσται ἀπολογία; Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διαπαντὸς ἐν παντὶ τόπῳ. Ὅρα πῶς, ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισημαίνεται αὐτὰ τῇ εὐχῇ, καθάπερ τινὰ σήμαντρα τῶν ἀποτεθέντων, τιθεὶς τὴν δέησιν καὶ τὴν ἱκετηρίαν. Δῴη ὑμῖν, φησὶ, τὴν εἰρήνην ἐν παντὶ τόπῳ. Ἐπειδὴ γὰρ ἀπὸ τούτων εἰκὸς μάχας γίνεσθαι, ἐκείνων τε τραχυτέρων γινομένων, τούτων τε οὐκέτι ὁμοίως τοῖς τοιούτοις παρεχόντων, εἰκότως τοῦτο ἐπηύξατο νῦν, Δῴη ὑμῖν εἰπὼν τὴν εἰρήνην διαπαντός. Τοῦτο γάρ ἐστι τὸ ζητούμενον, ὥστε ἀεὶ ἔχειν αὐτήν. Τί ἐστιν, Ἐν παντὶ τόπῳ; Πανταχόθεν βούλεται εἰρηνεύειν, ὥστε μηδαμόθεν ἔχειν φιλονεικίας ἀφορμήν. Πανταχοῦ γὰρ εἰρήνη καλὸν, ὅπου γε καὶ πρὸς τοὺς ἔξω· ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος· Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε. Οὐδὲν γὰρ οὕτω πρὸς τὸ κατορθῶσαι ἃ βουλόμεθα ἐπιτήδειον, ὡς τὸ εἰρηναῖον καὶ ἀτάραχον, ὡς τὸ ἀπεχθείας ἀπηλλάχθαι ἁπάσης, καὶ μηδένα ἔχειν ἐχθρόν. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Τοῦτο λέγει γράφειν ἐν πάσῃ ἐπιστολῇ, ὥστε μηδενὶ ἐξεῖναι παραποιεῖν αὐτὰς, τῆς ὑπογραφῆς ὥσπερ τεκμηρίου κειμένου μεγάλου. Ἀσπασμὸν δὲ καλεῖ τὴν εὐχὴν, δεικνὺς ὅτι πάντα πνευματικὰ ἔπραττον τότε, καὶ ὅτε ἀσπάσασθαι ἔδει, μετὰ κέρδους τὸ πρᾶγμα ἦν· καὶ εὐχὴν οὐχ ἁπλῶς φιλίας σύμβολον. Ἀπὸ τούτου ἤρχετο, καὶ εἰς αὐτὸ ἔληγε, περιφράττων τειχίοις μεγάλοις τὰ λεγόμενα ἑκατέρωθεν, ἀσφαλεῖς τε θεμελίους τιθεὶς, καὶ τὸ τέλος ἐπήγαγεν ἀσφαλές. Χάρις ὑμῖν, φησὶ, καὶ εἰρήνη· καὶ πάλιν, Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν. Τοῦτο καὶ ὁ Κύριος ἐπηγγείλατο λέγων τοῖς μαθηταῖς, Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀλλὰ τοῦτο γίνεται, ὅταν ἡμεῖς βουλώμεθα· οὐ γὰρ πάντως ἔσται μεθ' ἡμῶν, ἐὰν ἑαυτοὺς πόῤῥω ποιῶμεν. Μεθ' ὑμῶν, φησὶν, ἔσομαι διαπαντός. Μὴ τοίνυν τὴν χάριν ἀπελάσωμεν. Στέλλεσθαι ἡμᾶς βούλεται ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος. Μέγα ἦν τότε τοῦτο τὸ κακὸν, τὸ ἀπὸ τοῦ πληρώματος ἀποσπασθῆναι τῶν ἀδελφῶν. Τούτῳ γοῦν ἅπαντας τιμωρεῖται, καθὼς καὶ ἀλλαχοῦ γράφων Κορινθίοις ἔλεγε· Τῷ τοιούτῳ μηδὲ συνεσθίειν φησίν. Ἀλλ' οὐ νῦν μέγα αὐτὸ ἡγοῦνται οἱ πλείους, ἀλλὰ πάντα συγκέχυται καὶ διέφθαρται· μετὰ μοιχῶν, μετὰ πόρνων, μετὰ πλεονεκτῶν ἁπλῶς καὶ ὡς ἔτυχεν ἀναμιγνύμεθα. Εἰ ἀπὸ τοῦ ἀργῶς τρεφομένου μόνον στέλλεσθαι ἔδει, πόσῳ μᾶλλον ἀπὸ τῶν ἄλλων; Καὶ ἵνα μάθῃς ὅσον ἦν φοβερὸν τὸ χωρίζεσθαι ἀπὸ τοῦ συλλόγου τῶν ἀδελφῶν, καὶ ὅσον φέρει κέρδος τοῖς εὐγνωμόνως τὴν ἐπιτίμησιν δεχομένοις, ἄκουσον ὅπως ὁ πεφυσιωμένος ἐκεῖνος τῷ ἁμαρτήματι, ὁ εἰς ἐσχάτην κακίαν ἐλάσας, ὁ πορνείαν πορνεύσας, οἵα οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὁ ἀναισθήτως ἔχων τοῦ τραύματος (τοῦτο γάρ ἐστιν ὑπερβολὴ διαστροφῆς)· οὗτος δὴ ὁ τοιοῦτος οὕτω κατεκάμφθη καὶ συνεστάλη, ὥστε τὸν Παῦλον εἰπεῖν· Ἀρκεῖ τῷ τοιούτῳ ἡ ἐπιτίμησις αὕτη ἡ ὑπὸ τῶν πλειόνων· ὥστε κυρώσατε εἰς αὐτὸν ἀγάπην. Καθάπερ γὰρ μέλος ἀποσπασθὲν τοῦ λοιποῦ σώματος, οὕτως ἦν τότε.