Ancient Greek · ~20 min
Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 3.1-2
Not analysed yet
Ὁρᾷς ὅτι ἀναγκαῖον συνεχῶς ταὐτὰ λέγειν, καὶ ἐπαντλεῖν τοῖς αὐτοῖς ῥήμασιν; Ἰδοὺ γὰρ καὶ παρόντος ἤκουσαν ταῦτα λέγοντος, καὶ πάλιν ἐδεήθησαν ὑπομνήσεως. Καθάπερ γὰρ περὶ τῶν θλίψεων ἀκούσαντες, Καὶ γὰρ ὅτε ἦμεν, φησὶ, πρὸς ὑμᾶς, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι· ὅμως ἐπελήσθησαν, καὶ πάλιν αὐτοὺς στηρίζει διὰ τῶν γραμμάτων· οὕτω καὶ περὶ τῆς παρουσίας τοῦ Χριστοῦ ἀκούσαντες, πάλιν ἐδέοντο γραμμάτων τῶν ῥυθμιζόντων αὐτούς. Ἀναμιμνήσκει γοῦν αὐτοὺς, καὶ δείκνυσιν ὅτι οὐδὲν ξένον λέγει, ἀλλ' ἅπερ ἀεὶ ἔλεγε. Καθάπερ γὰρ ἐπὶ τῶν γεωργῶν τὰ σπέρματα καταβάλλεται μὲν ἅπαξ, οὐ μένει δὲ διαπαντὸς, ἀλλὰ πολλῆς δεῖται τῆς συγκατασκευῆς, κἂν μὴ τὴν γῆν ἀναμοχλεύσαντες περιστείλωσι τὰ καταβαλλόμενα, τοῖς σπερμολόγοις ὀρνέοις ἔσπειραν· οὕτω καὶ ἡμεῖς, ἂν μὴ τῇ συνεχεῖ μνήμῃ τὰ καταβληθέντα περιστείλωμεν, εἰς τὸν ἀέρα πάντα ἐῤῥίψαμεν. Καὶ γὰρ καὶ ὁ διάβολος ἐξαρπάζει, καὶ ἡ ἡμετέρα ῥᾳθυμία ἀπόλλυσι, καὶ ἥλιος ξηραίνει, καὶ ὑετὸς ἐπικλύζει, καὶ ἄκανθαι ἀποπνίγουσιν. Ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβαλόντα ἀπηλλάχθαι, ἀλλὰ πολλῆς δεῖ τῆς ἐπιμελείας καὶ τῆς προσεδρείας τῷ μέλλοντι τοὺς καρποὺς συγκομίζειν, ἀποσοβοῦντι τὰ πετεινὰ, τὰς ἀκάνθας ἐκκόπτοντι, τὰ πετρώδη γῆς πληροῦντι πολλῆς, πᾶσαν λύμην κωλύοντι καὶ ἀποτειχίζοντι καὶ ἀναιροῦντι. Ἀλλ' ἐπὶ μὲν τῆς γῆς τὸ πᾶν τοῦ γεωργοῦ γίνεται· ἄψυχος γὰρ ἐκείνη ὑπόκειται, πρὸς τὸ παθεῖν ἕτοιμος οὖσα μόνον· ἐπὶ δὲ ταύτης τῆς γῆς τῆς πνευματικῆς οὐδαμῶς· οὐ τῶν διδασκάλων ἐστὶ τὸ πᾶν, ἀλλ', εἰ μὴ τὸ πλέον, τὸ γοῦν ἥμισυ καὶ τῶν μαθητῶν. Ἡμῶν μὲν οὖν καταβαλεῖν ἐστι τὸν σπόρον, ὑμῶν δὲ ποιεῖν τὰ λεγόμενα, τῇ μνήμῃ διὰ τῶν ἔργων ἐπιδείκνυσθαι τοὺς καρποὺς, τὰς ἀκάνθας προῤῥίζους ἀνασπᾷν. Ἄκανθα γὰρ ὄντως ὁ πλοῦτος, οὐδένα καρπὸν ἔχων, δυσειδὴς καὶ ὀφθῆναι, καὶ χρήσασθαι ἀηδὴς, λυπῶν τοὺς ἁπτομένους, οὐ μόνον αὐτὸς οὐκ ἔχων καρπὸν, ἀλλὰ καὶ τῷ βλαστάνοντι ἐμποδίζων. Τοιοῦτόν ἐστιν ὁ πλοῦτος· οὐ μόνον αὐτὸς οὐ φέρει καρπὸν αἰώνιον, ἀλλὰ καὶ τοὺς βουλομένους κατέχων ἐμποδίζει. Ἀλόγων εἰσὶ τροφαὶ αἱ ἄκανθαι καμήλων. πυρός εἰσι βρῶσις καὶ δαπάνη πρὸς οὐδὲν χρήσιμοι. Τοιοῦτον καὶ ὁ πλοῦτος, πρὸς οὐδὲν χρήσιμος, ἀλλ' ἢ πρὸς τὸ καῦσαι κάμινον, πρὸς τὸ τὴν ἡμέραν ἀνάψαι ἐκείνην τὴν ὡς κλίβανον καιομένην, πρὸς τὸ θρέψαι τὰ ἄλογα πάθη, μνησικακίαν καὶ ὀργήν. Τοιοῦτον γὰρ καὶ ἡ τρώγουσα κάμηλος τὰς ἀκάνθας. Λέγεται γὰρ ὑπὸ τῶν τὰ τοιαῦτα εἰδότων μηδὲν εἶναι ἐν τοῖς κτήνεσιν οὕτω βαρύμηνι καὶ δύσθυμον καὶ μνησίκακον, ὡς ἡ κάμηλος. Τοιοῦτον ὁ πλοῦτός ἐστι· τὰ ἄλογα πάθη τρέφει τῆς ψυχῆς, τὰ δὲ λογικὰ κεντεῖ καὶ τιτρώσκει, καθάπερ ἐπὶ τῶν ἀκανθῶν. Σκληρόν τί ἐστι καὶ τραχὺ τοῦτο τὸ φυτὸν, αὐτόματον φύεται. Ἴδωμεν δὲ καὶ ποῦ φύεται, ἵνα ἐκκόψωμεν αὐτό· ἐν τοῖς ἀποκρήμνοις τῶν χωρίων, ἐν τοῖς λιθώδεσιν, ἐν τοῖς ξηροῖς, ἔνθα νοτὶς οὐκ ἔστιν. Ὅταν οὖν τραχύς τις ᾖ καὶ ἀπόκρημνος, τουτέστιν ἀνελεήμων, ἡ ἄκανθα φύεται ἐν αὐτῷ. Ἀλλ' ὅταν αὐτὰς ἐκκόψαι βούλωνται γεωργῶν παῖδες, οὐ σιδήρῳ τοῦτο ποιοῦσιν, ἀλλὰ πῶς; πῦρ ἐπαφιέντες, οὕτω πᾶσαν ἐξέλκουσι τὴν κακίαν τῆς γῆς. Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ τὸ τεμεῖν ἄνωθεν, τῆς ῥίζης κάτω μενούσης, ἀλλ' οὐδὲ τὴν ῥίζαν ἐξελεῖν (ἀπὸ γὰρ τῆς κακίας ἐναπομένει τῇ γῇ, καὶ καθάπερ τινὸς λοιμοῦ εἰς σῶμα ἐνσκήψαντος ἔτι μένει τὰ λείψανα), πᾶσαν ἐκείνην τὴν νοτίδα τὴν τῶν ἀκανθῶν τὸ πῦρ ἄνωθεν ἀνιμώμενον, ὥσπερ τινὰ ἰὸν, ἐξέλκει διὰ τῆς θερμότητος ἀπὸ τῶν λαγόνων τῆς γῆς. Καθάπερ γὰρ ἡ σικύα ἐπιτιθεμένη πᾶσαν κακίαν ἕλκει πρὸς ἑαυτήν· οὕτω καὶ τὸ πῦρ πᾶσαν κακίαν τὴν ἐκ τῶν ἀκανθῶν ἀνιμᾶται, καὶ καθαρὰν αὐτὴν ποιεῖ. Τίνος δὴ ἕνεκεν ταῦτα εἶπον; Ὅτι δεῖ τὴν πρὸς τὸν πλοῦτον συμπάθειαν πάντοθεν ἐκκαθαίρειν. Ἔστι καὶ παρ' ἡμῖν πῦρ, ἀπὸ ψυχῆς ταύτην ἕλκον τὴν κακίαν, τὸ τοῦ πνεύματος λέγω· ἂν τοῦτο ἐπαφῶμεν, οὐ τὰς ἀκάνθας μόνον, ἀλλὰ καὶ τὴν ἐξ αὐτῶν νοτίδα ἀναξηραίνειν δυνησόμεθα· ὡς ἐὰν ὦσιν ἐμπεπηγυῖαι, πάντα γίνεται μάτην. Ὅρα γάρ· εἰσῆλθε πλούσιος ἐνταῦθα, ἢ καὶ πλουτοῦσα γυνή; οὐ φροντίζει πῶς ἀκούσει τῶν λογίων τοῦ Θεοῦ, ἀλλὰ πῶς ἐπιδείξεται, πῶς μετὰ κόμπου καθίσει, πῶς μετὰ δόξης πολλῆς, πῶς πάσας τὰς ἄλλας ὑπερβαλεῖται τῇ τῶν ἱματίων πολυτελείᾳ, καὶ σχήματι καὶ βλέμματι καὶ βαδίσματι σεμνοτέραν ἑαυτὴν ἐργάσεται, καὶ πᾶσα ἡ φροντὶς καὶ ἡ μέριμνα αὐτῇ, ἆρα εἶδεν ἡ δεῖνα; ἆρα ἐθαύμασεν; ἆρα καλῶς κεκαλλώπισμαι; Οὐ περὶ τούτου δὲ μόνον τὴν φροντίδα ποιεῖται, ἀλλ' ὥστε καὶ μὴ σαπῆναι τὰ ἱμάτια, ὥστε μὴ διαῤῥαγῆναι, καὶ πᾶσα ἡ φροντὶς περὶ τοῦτο. Ὁμοίως καὶ ὁ πλουτῶν ἀνὴρ εἰσέρχεται δείξων ἑαυτὸν τῷ πένητι, καὶ εἰς φόβον καταστήσων διὰ τῆς περιβολῆς τῶν ἱματίων, διὰ τοῦ παῖδας ἔχειν πολλούς· καὶ παρεστήκασιν ἀποσοβοῦντες. Ὁ δὲ ἀπὸ πολλοῦ τύφου οὐδὲ τοῦτο καταξιοῖ ποιεῖν, ἀλλ' οὕτως οἶδεν ἀνάξιον ὂν ἐλευθέρου τὸ ἔργον, ὅτι καίτοι σφόδρα τετυφωμένος οὐκ ἀνέχεται τοῦτο ποιεῖν, ἀλλὰ τοῖς δούλοις ἐπιτρέπει τοῖς ἀκολούθοις· τὸ γὰρ τοῦτο ποιεῖν δουλικὸν ὄντως καὶ ἰταμῶν ἠθῶν. Εἶτα καθήμενον εὐθέως ἐπεισέρχονται αἱ τῆς οἰκίας φροντίδες περισύρουσαι πανταχοῦ, ὁ τῦφος ὁ κατέχων τὴν ψυχὴν περιῤῥεῖ· νομίζει χαρίζεσθαι καὶ ἡμῖν, καὶ τῷ λαῷ, τάχα δὲ καὶ τῷ Θεῷ, ὅτι εἰσῆλθεν εἰς τὸν τοῦ Θεοῦ οἶκον. Ὁ δὲ οὕτω φλεγμαίνων, πῶς δυνήσεται θεραπευθῆναί ποτε;