Ancient Greek
Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 4.1-2
Not analysed yet
Εἰπὲ δή μοι, εἴ τις εἰς ἰατρεῖον παραγένοιτο, καὶ μὴ χάριν αἰτεῖ τὸν ἰατρὸν, ἀλλὰ νομίζει χαρίζεσθαι ἐκείνῳ, καὶ ἀφεὶς φάρμακον αἰτῆσαι ἐπὶ τὸ τραῦμα, περὶ ἱμάτια ἀσχολοῖτο, ἆρα ἀπέλθοι τι ἂν ὁ τοιοῦτος λαβὼν ἀγαθόν; Οὐκ ἔγωγε οἶμαι. Τὸ δὲ αἴτιον τούτων ἁπάντων, εἰ βούλεσθε, ἐρῶ· νομίζουσι πρὸς ἡμᾶς εἰσιέναι, ὅταν εἰσίωσιν ἐνταῦθα· νομίζουσι παρ' ἡμῶν ἀκούειν ἅπερ ἀκούουσιν· οὐ προσέχουσιν, οὐκ ἐννοοῦσιν ὅτι πρὸς τὸν Θεὸν εἰσέρχονται, ὅτι αὐτὸς αὐτοῖς διαλέγεται. Ὅταν γὰρ ἀναστὰς ὁ ἀναγινώσκων λέγῃ, Τάδε λέγει Κύριος, καὶ ὁ διάκονος ἑστὼς ἐπιστομίζῃ πάντας, οὐ τῷ ἀναγινώσκοντι τιμὴν ποιῶν τοῦτό φησιν, ἀλλὰ τῷ δι' ἐκείνου πᾶσι διαλεγομένῳ. Εἰ ᾔδεσαν ὅτι Θεὸς ἦν ὁ ταῦτα λέγων διὰ τοῦ προφήτου, πάντα ἂν τὸν τῦφον ἔῤῥιψαν. Εἰ γὰρ ἀρχόντων αὐτοῖς διαλεγομένων οὐκ ἀνέχονται ἔξω προσέχειν, πολλῷ μᾶλλον τοῦ Θεοῦ. Ἡμεῖς ὑπηρέται ἐσμὲν, ἀγαπητοί· ἡμεῖς οὐ τὰ ἡμέτερα λέγομεν, ἀλλὰ τὰ τοῦ Θεοῦ· ἐπιστολαὶ καθ' ἑκάστην ἡμέραν ἀπὸ τοῦ οὐρανοῦ ἥκουσαι ἀναγινώσκονται. Εἰπὲ δή μοι, παρακαλῶ, εἴ τις ἄρτι παρόντων ἡμῶν πάντων εἰσῆλθεν ἔχων ζώνην χρυσῆν, καὶ ἀνατεταμένος καὶ σοβῶν ἔφησε πεμφθῆναι παρὰ τοῦ βασιλέως τοῦ ἐπὶ τῆς γῆς, καὶ πρὸς τὴν πόλιν ἅπασαν τὴν ἐπιστολὴν κομίζειν περί τινων ἀναγκαίων, ἆρα οὐκ ἂν ἅπαντες συνεστράφητε; ἆρα οὐκ ἂν καὶ τοῦ διακόνου μὴ παρακελευομένου πολλὴν παρείχετε τὴν σιγήν; Ἔγωγε οἶμαι· καὶ γὰρ ἤκουσα ἐπιστολῶν βασιλέων ἀναγινωσκομένων ἐνταῦθα. Εἶτ' ἂν μέν τις παρὰ βασιλέως ἥκῃ, πάντες προσέχετε· παρὰ δὲ τοῦ Θεοῦ ἥκει, καὶ ἐκ τῶν οὐρανῶν φθέγγεται ὁ προφήτης, καὶ οὐδεὶς ὁ προσέχων; Ἢ οὐ πιστεύετε, ὅτι παρὰ τοῦ Θεοῦ ταῦτα τὰ λεγόμενα; Ἐπιστολαὶ αὗταί εἰσι πεμφθεῖσαι παρὰ τοῦ Θεοῦ. Εἰσερχώμεθα τοίνυν μετὰ τῆς προσηκούσης τιμῆς εἰς τὰς ἐκκλησίας, καὶ μετὰ φόβου ἐπακούωμεν τῶν λεγομένων. Τί εἰσέρχομαι, φησὶν, εἰ οὐκ ἀκούω τινὸς ὁμιλοῦντος; Τοῦτο πάντα ἀπολώλεκε καὶ διέφθειρε. Τί γὰρ χρεία ὁμιλητοῦ; ἀπὸ τῆς ἡμετέρας ῥᾳθυμίας αὕτη ἡ χρεία γέγονε. Διὰ τί γὰρ ὁμιλίας χρεία; πάντα σαφῆ καὶ εὐθέα τὰ παρὰ ταῖς θείαις Γραφαῖς, πάντα τὰ ἀναγκαῖα δῆλα. Ἀλλ' ἐπειδὴ τέρψεώς ἐστε ἀκροαταὶ, διὰ τοῦτο καὶ ταῦτα ζητεῖτε. Εἰπὲ γάρ μοι, ποίῳ κόμπῳ λόγου Παῦλος ἔλεγεν; ἀλλ' ὅμως τὴν οἰκουμένην ἐπέστρεψε. Ποίῳ δὲ Πέτρος ὁ ἀγράμματος; Ἀλλ' οὐκ οἶδα, φησὶ, τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα. Διὰ τί οὐκ οἶδας; μὴ γὰρ Ἑβραϊστί; μὴ γὰρ Ῥωμαϊστί; μὴ γὰρ ἑτερογλώσσως εἴρηται; οὐχὶ Ἑλληνιστὶ λέγεται; Ἀλλ' ἀσαφῶς, φησί. Ποῖον ἀσαφὲς, εἰπέ μοι; οὐχὶ ἱστορίαι εἰσί; Τὰ γὰρ σαφῆ οἶδας, ἵνα περὶ τῶν ἀσαφῶν ἐρωτήσῃς. Μυρίαι ἱστορίαι εἰσὶν ἐν ταῖς Γραφαῖς· εἰπέ μοι μίαν ἐξ ἐκείνων· ἀλλ' οὐκ ἐρεῖς. Πρόφασις ταῦτα καὶ λόγοι. Καθ' ἡμέραν, φησὶ, τὰ αὐτὰ ἔστιν ἀκούειν. Τί δὲ, εἰπέ μοι; ἐν τοῖς θεάτροις οὐ τὰ αὐτὰ ἀκούεις; ἐν ταῖς ἱπποδρομίαις οὐ τὰ αὐτὰ ὁρᾷς; τὰ δὲ πράγματα πάντα οὐ τὰ αὐτά ἐστιν; ὁ δὲ ἥλιος οὐχ ὁ αὐτὸς ἀεὶ ἀνατέλλει; τροφαῖς δὲ οὐ ταῖς αὐταῖς χρώμεθα; Ἐβουλόμην σου πυθέσθαι, ἐπειδὴ τὰ αὐτὰ λέγεις ἀκούειν καθ' ἑκάστην ἡμέραν, εἰπέ μοι, ποίου προφήτου ἐστὶ τὸ χωρίον τὸ ἀναγνωσθὲν, καὶ ποίου ἀποστόλου, ἢ ποίας ἐπιστολῆς; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλὰ δοκεῖς ξένων ἀκούειν. Ὅταν μὲν οὖν ῥᾳθυμῆσαι θέλῃς, τὰ αὐτὰ λέγεις εἶναι· ὅταν δὲ ἐρωτηθῇς, ὡς οὐδέποτε ἀκούσας διάκεισαι. Εἰ τὰ αὐτά ἐστιν, ἐχρῆν αὐτὰ εἰδέναι, σὺ δὲ ἀγνοεῖς. Θρήνων ἄξια τὰ παρόντα, θρήνων καὶ ὀδυρμῶν, ὅτι εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ. Ταύτῃ μάλιστα ἐχρῆν προσέχειν, ὅτι τὰ αὐτά ἐστιν, ὅτι οὐδένα παρέχομεν ὑμῖν πόνον, οὐδὲ ξένα τινὰ καὶ ἐνηλλαγμένα λέγομεν. Τί οὖν; ἐπειδὴ ἐκεῖνα τὰ αὐτὰ λέγεις εἶναι, τὰ δὲ ἡμέτερα οὐ τὰ αὐτά ἐστιν, ἀλλ' ἀεὶ ξένα λέγομεν, τούτοις προσέχετε; Οὐδαμῶς· ἀλλ' ἂν μὲν εἴπωμεν, Διὰ τί οὐδὲ ταῦτα κατέχετε; Ἅπαξ, φησὶ, ἀκούομεν, καὶ πῶς ἔνι κατασχεῖν; ἂν εἴπωμεν· Ἐκείνοις διὰ τί οὐ προσέχετε; φατὲ, Ἀεὶ τὰ αὐτὰ λέγεται, καὶ πάντοθεν ῥᾳθυμίας καὶ σκήψεως τὰ ῥήματα. Ἀλλ' οὐ προχωρήσει ταῦτα διαπαντὸς, ἀλλ' ἔσται καιρὸς, ὅτε θρηνήσομεν εἰκῆ καὶ μάτην· ὅπερ μὴ γένοιτο· ἀλλὰ γένοιτο ἐνταῦθα μετανοήσαντας, καὶ μετὰ συνέσεως καὶ μετὰ εὐλαβείας προσέχοντας τοῖς λεγομένοις, πρὸς τὴν τῶν ἀγαθῶν ἔργων κατόρθωσιν ἐπείγεσθαι, καὶ μετὰ πάσης ἀκριβείας τὸν ἑαυτῶν βίον εὐθύνειν, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.