Ancient Greek · ~18 min
Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 4.1-3
Not analysed yet
Τί δὲ ταῦτά φημι; Ὅτι εἰ ἡμεῖς ὑπὲρ ἁπάντων ὑμῶν ποιούμεθα δεήσεις καὶ προσευχὰς, καίτοι γε τοσοῦτον ἀπέχοντες τοῦ μεγέθους τοῦ πράγματος, πολλῷ μᾶλλον δίκαιον καὶ ὑμᾶς τοῦτο ποιεῖν. Ἕνα μὲν γὰρ ὑπὲρ πολλῶν ἀξιοῦν, σφόδρα τολμηρὸν καὶ πολλῆς δεόμενον παῤῥησίας· πολλοὺς δὲ ὁμοῦ συνελθόντας ὑπὲρ ἑνὸς ποιεῖσθαι τὴν δέησιν, οὐδὲν φορτικόν. Οὐ γὰρ τῇ οἰκείᾳ πιστεύων ἕκαστος ἀρετῇ τοῦτο ποιεῖ, ἀλλὰ τῷ πλήθει, καὶ τῇ ὁμονοίᾳ, ᾗ μάλιστα ὁ Θεὸς δυσωπεῖται πανταχοῦ. Ὅπου γὰρ ἂν ὦσι δύο ἢ τρεῖς, φησὶ, συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ, ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, ἐν μέσῳ ἐστὶ, πολλῷ μᾶλλον ἐφ' ὑμῶν. Ὃ γὰρ καθ' ἑαυτόν τις εὐχόμενος λαβεῖν οὐ δύναται, τοῦτο μετὰ τοῦ πλήθους εὐχόμενος λήψεται· διὰ τί; Ὅτι εἰ καὶ μὴ ἡ οἰκεία ἀρετὴ, ἀλλ' ἡ συμφωνία πολλὴν ἔχει τὴν ἰσχύν. Ὅπου ἐὰν ὦσι, φησὶ, δύο ἢ τρεῖς συνηγμένοι. Διὰ τί εἶπε, Δύο; Ἂν γὰρ εἷς ᾖ εἰς τὸ ὄνομά σου, διὰ τί μὴ εἶ ἐκεῖ; Ὅτι πάντας ὁμοῦ βούλομαι εἶναι, καὶ μὴ διεσπάσθαι. Συμφράττωμεν τοίνυν ἀλλήλους, συνδεσμῶμεν τῇ ἀγάπῃ, μηδεὶς ἡμᾶς χωριζέτω. Εἴ τις ἐγκαλεῖ, εἴ τις λελύπηται, μὴ κατὰ διάνοιαν ἐχέτω, κἂν πρὸς τὸν πλησίον, κἂν πρὸς ἡμᾶς. Ταύτην ὑμᾶς τὴν χάριν αἰτῶ, προσιέναι, καὶ ἐγκαλεῖν, καὶ ἀπολογίας δέχεσθαι παρ' ἡμῶν. Ἔλεγξον, φησὶ, μήποτε οὐκ εἶπεν· ἔλεγξον, μήποτε οὐκ ἐποίησε· καὶ εἰ ἐποίησεν, ἵνα μὴ προσθῇ. Ἢ γὰρ ἀπελογησάμεθα, ἢ καταγνωσθέντες συγγνώμην ᾐτήσαμεν, καὶ πειρώμεθα λοιπὸν μηκέτι περιπεσεῖν τοῖς αὐτοῖς. Τοῦτο καὶ ὑμῖν συμφέρει, καὶ ἡμῖν. Ὑμεῖς μὲν γὰρ ἴσως καὶ ἀλόγως ἐγκαλοῦντες, μαθόντες τοῦ πράγματος τὴν ἀλήθειαν, διορθωθήσεσθε· ἡμεῖς δὲ ἡμαρτηκότες ἀγνοοῦμεν καὶ διορθούμεθα. Ὑμῖν μὲν ἀδιαφορεῖν οὐ συμφέρει· καὶ γὰρ τιμωρία κεῖται τοῖς πᾶν ῥῆμα ἀργὸν ἐκβάλλουσιν· ἡμεῖς δὲ ἀποδυόμεθα τὰ ἐγκλήματα, τά τε ψευδῆ τά τε ἀληθῆ· τὰ μὲν ψευδῆ, ὅτι ψευδῆ ἐστι δείξαντες, τὰ δὲ ἀληθῆ, μηκέτι ποιοῦντες τὰ αὐτά. Πολλὴ γὰρ ἀνάγκη τὸν τοσούτων φροντίζοντα καὶ ἀγνοεῖν, καὶ ἐξ ἀγνοίας ἁμαρτάνειν. Εἰ γὰρ οἰκίαν ἕκαστος ὑμῶν ἔχων, καὶ γυναικὸς καὶ παίδων προεστηκὼς καὶ ἀνδραπόδων, ὁ μὲν πλειόνων, ὁ δὲ ἐλαττόνων, ὅμως ἐν οὕτω εὐαριθμήτοις ψυχαῖς πολλὰ ἁμαρτάνειν, οὐχ ὡς βούλεται, ἀναγκάζεται, ἢ μὴ εἰδὼς, ἢ διορθῶσαί τι βουλόμενος· πολλῷ μᾶλλον ἡμεῖς δήμου τοσούτου προεστῶτες. Καὶ ἔτι πληθύναι ὑμᾶς ὁ Κύριος, καὶ εὐλογήσαι ὑμᾶς, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Εἰ γὰρ καὶ μεγάλη ἡ φροντὶς ἀπὸ τοῦ πλήθους γίνεται, ὅμως οὐ παυόμεθα εὐχόμενοι αὐξηθῆναι τὴν φροντίδα ταύτην ἡμῖν, καὶ ἐπιδοθῆναι τουτὶ τὸ πλῆθος, καὶ πολλαπλάσιον γενέσθαι καὶ ἄπειρον. Καὶ γὰρ πατέρες, καίτοι ὑπὸ τῆς πολυπαιδίας πολλάκις κοπτόμενοι, ὅμως οὐδένα βούλονται ἀποβαλεῖν. Πάντα ἡμῖν καὶ ὑμῖν ἴσα, καὶ αὐτὰ τὰ κεφάλαια τῶν ἀγαθῶν. Οὐ μετὰ πλείονος μὲν ἐγὼ δαψιλείας, ὑμεῖς δὲ μετὰ ἐλάττονος μετέχομεν τῆς ἱερᾶς τραπέζης, ἀλλ' ὁμοίως ἑκάτεροι ταύτης ἐφαπτόμεθα. Εἰ δὲ ἐγὼ πρότερος, οὐδὲν τοῦτο μέγα, ἐπεὶ καὶ ἐν τοῖς παισὶν ὁ πρεσβύτερος πρότερος τὴν χεῖρα ἐκτείνει εἰς τὴν ἑστίασιν, ἀλλ' ὅμως οὐδὲν πλέον παρὰ τοῦτο γίνεται, ἀλλὰ πάντα ἴσα ἡμῖν· ἡ σωτήριος καὶ ἡ συνέχουσα τὰς ψυχὰς ἡμῶν ζωὴ μετὰ τῆς αὐτῆς τιμῆς ἑκατέροις δίδοται. Οὐχ ἑτέρου μὲν ἐγὼ προβάτου, ἑτέρου δὲ ὑμεῖς, ἀλλὰ τοῦ αὐτοῦ μετέχομεν πάντες· τὸ βάπτισμα τὸ αὐτὸ ἔχομεν ἑκάτεροι, πνεύματος ἠξιώθημεν ἑνὸς, ἐπὶ τὴν αὐτὴν βασιλείαν σπεύδομεν ἑκάτεροι, ἀδελφοὶ ὁμοίως ἐσμὲν τοῦ Χριστοῦ· πάντα ἡμῖν κοινά. Ποῦ οὖν τὸ πλέον ἐμοῦ; Ἐν ταῖς φροντίσιν, ἐν τοῖς πόνοις, ἐν ταῖς μερίμναις, ἐν τῷ ἀλγεῖν ὑπὲρ ὑμῶν. Ἀλλ' οὐδὲν ταύτης τῆς ἀλγηδόνος ἥδιον· ἐπεὶ καὶ μήτηρ ἀλγοῦσα ὑπὲρ τοῦ παιδὸς, ἥδεται τῇ ἀλγηδόνι, φροντίζει ὑπὲρ τῶν τεχθέντων, καὶ εὐφραίνεται ἐπὶ ταῖς φροντίσι· καίτοι γε ἡ φροντὶς καθ' ἑαυτὴν πικρόν· ἀλλ' ὅταν γε ὑπὲρ παίδων γένηται, πολλὴν ἔχει τὴν ἡδονήν. Πολλοὺς ὑμῶν ἐγέννησα, ἀλλὰ μετὰ ταῦτα αἱ ὠδῖνες. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν μητέρων πρότερον αἱ ὠδῖνες, καὶ τότε ὁ τόκος· ἐνταῦθα δὲ μέχρις ἐσχάτης ἀναπνοῆς αἱ ὠδῖνες, μή πού τι καὶ μετὰ τὸν τόκον ἀμβλωθρίδιον γένηται. Καὶ ἐπιποθῶ δὲ ἐγώ. Εἰ γὰρ καὶ ἕτερος ἐγέννησε πολλάκις, ἀλλ' ὅμως ἐγὼ ταῖς φροντίσι διακόπτομαι· οὐδὲ γὰρ ἐξ ἑαυτῶν γεννῶμεν, ἀλλὰ τῆς χάριτός ἐστι τοῦ Θεοῦ τὸ πᾶν. Εἰ δὲ ἀμφότεροι διὰ πνεύματος τίκτομεν, οὐχ ἁμαρτήσεταί τις καὶ τοὺς παρ' ἐμοῦ τεχθέντας ἐκείνου προσειπὼν, καὶ τοὺς παρ' ἐκείνου ἐμούς. Ταῦτα δὴ πάντα ἐννοήσατε, καὶ χεῖρα ὀρέξατε, ἵνα καὶ ὑμεῖς καύχημα ἡμῶν γένησθε, καὶ ἡμεῖς ὑμῶν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἣν γένοιτο μετὰ παῤῥησίας ἡμᾶς ἅπαντας ἰδεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.