Ancient Greek · ~21 min
Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 3.1-3
Not analysed yet
Αὐτὸς μὲν οὖν προσηύξατο περὶ αὐτῶν, ὥστε στηριχθῆναι· αἰτεῖ δὲ νῦν παρ' αὐτῶν, προσεύξασθαι ὑπὲρ αὐτοῦ ἀξιῶν, οὐχ ἵνα μὴ κινδυνεύῃ (εἰς τοῦτο γὰρ ἔκειτο), ἀλλ', Ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς. Καὶ μετ' ἐγκωμίου ἡ αἴτησις· Καθάπερ, φησὶ, καὶ πρὸς ὑμᾶς. Καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Τοῦτο δηλοῦντός ἐστι καὶ τοὺς αὐτοῦ κινδύνους· διὸ μάλιστα αὐτοὺς παρεκάλει. Ἀπὸ τῶν ἀτόπων, φησὶ, καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Ἄρα περὶ τῶν ἀντιλεγόντων τῷ κηρύγματι λέγει, περὶ τῶν ἀνθισταμένων καὶ μαχομένων τοῖς δόγμασι. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Οὐ γὰρ πάντων ἡ πίστις. Οὐ κινδύνους ἐνταῦθά μοι δοκεῖ αἰνίττεσθαι, ἀλλὰ τοὺς ἀντιλέγοντας καὶ ἐμποδίζοντας αὐτοῦ τῷ λόγῳ, ὥσπερ ἦν ὁ Ὑμεναῖος, ὥσπερ Ἀλέξανδρος ὁ χαλκεύς. Λίαν γὰρ, φησὶν, ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις· ὡς ἂν περὶ κλήρου εἰ ἔλεγέ τις πατρικοῦ, ὅτι οὐ πάντων ἐστὶ τὸ στρατεύεσθαι ἐν τοῖς βασιλείοις, οὕτω καὶ αὐτὸς ἀφ' ὧν βούλεται ῥυσθῆναι πονηρῶν, εἰσὶ τοιοῦτοι, φησὶν, οἷς δέδοται τὸ μὴ πιστεύειν. Ἅμα δὲ τοῦτο λέγων καὶ διανίστησιν αὐτούς. Ἄρα μεγάλοι τινὲς ἦσαν, εἴ γε τοσαύτην ἔχουσι παῤῥησίαν, ὡς δύνασθαι καὶ τὸν διδάσκαλον κινδύνων ἀπαλλάττειν, καὶ ἐξευμαρίζειν αὐτῷ τὸ κήρυγμα. Οὐκοῦν καὶ ἡμεῖς τὰ αὐτὰ πρὸς ὑμᾶς λέγομεν. Μηδεὶς ἡμῶν ἀπόνοιαν καταγινωσκέτω· μηδεὶς ὑμῶν ἐξ ἀμέτρου ταπεινοφροσύνης ἀποστερείτω ἡμᾶς τοσαύτης βοηθείας. Οὔτε γὰρ ἀπὸ τῆς αὐτῆς διανοίας λέγομεν, ἀφ' ἧς Παῦλος ἔλεγεν· ἐκεῖνος μὲν γὰρ παρακαλέσαι τοὺς μαθητὰς βουλόμενος, ταῦτα ἔλεγεν· ἡμεῖς δὲ καρποῦσθαί τι μέγα καὶ χρηστόν· καὶ σφόδρα πιστεύομεν ὅτι πάντα κατορθώσομεν, ἂν ἐθελήσητε πάντες ὁμοθυμαδὸν τὰς χεῖρας ἐκτείνειν πρὸς τὸν Θεὸν ὑπὲρ τῆς ἡμετέρας σμικρότητος. Οὕτω πολεμῶμεν τοῖς ἐχθροῖς εὐχαῖς καὶ ἱκετηρίαις. Εἰ γὰρ τοῖς ἐνόπλοις οὕτως ἐπολέμουν οἱ παλαιοὶ, πολλῷ μᾶλλον τοῖς χωρὶς ὅπλων οὕτω δεῖ πολεμεῖν. Οὕτως ἐτροπώσατο Ἐζεκίας τὸν Ἀσσύριον, οὕτως ὁ Μωϋσῆς τὸν Ἀμαλὴκ, οὕτω τοὺς Ἀσκαλωνίτας ὁ Σαμουὴλ, οὕτως ὁ Ἰσραὴλ τοὺς τριάκοντα δύο βασιλεῖς. Εἰ ἔνθα ὅπλων ἔδει καὶ παρατάξεως καὶ μάχης, τὰ ὅπλα ἀφέντες ἐπὶ τὴν εὐχὴν κατέφυγον· ἔνθα εὐχαῖς μόνον ἀνυσθῆναι τὰ πράγματα χρὴ, πῶς οὐ πολλῷ μᾶλλον εὔχεσθαι δεῖ; Ἀλλ' ἐκεῖ, φησὶν, οἱ ἡγούμενοι ὑπὲρ τοῦ λαοῦ παρεκάλουν· σὺ δὲ ἀξιοῖς τὸν λαὸν ὑπὲρ τοῦ ἡγουμένου παρακαλεῖν; Οἶδα κἀγώ. Τότε μὲν γὰρ οἱ ἀρχόμενοι ταλαίπωροί τινες ἦσαν καὶ εὐτελεῖς· διόπερ ἀπὸ τῆς παῤῥησίας καὶ τῆς ἀρετῆς τοῦ στρατηγοῦντος ἐσώζοντο μόνης· νυνὶ δὲ ὅτε ἡ τοῦ Θεοῦ χάρις ἐπέδωκε, καὶ ἐν τοῖς ἀρχομένοις πολλοὺς, μᾶλλον δὲ τοὺς πλείους εὑρήσομεν τοῦ κρατοῦντος ἐκ πολλοῦ περιόντας τοῦ μέρους, μὴ δὴ τῆς συμμαχίας ἡμᾶς ἀποστερήσητε ταύτης· ἀνορθώσατε τὰς χεῖρας ἡμῖν, ἵνα μὴ ἐκλύωνται· ἀνοίξατε τὸ στόμα ἡμῖν, ἵνα μὴ ἐμφράττηται· παρακαλεῖτε τὸν Θεὸν, παρακαλεῖτε διὰ τοῦτο. Ἔστι μὲν οὖν ὑπὲρ ἡμῶν τὸ γινόμενον, τὸ δὲ πᾶν ὑπὲρ ὑμῶν γίνεται· εἰς γὰρ τὸ ὑμῖν χρήσιμον κείμεθα, καὶ τὰ ὑμέτερα μεριμνῶμεν. Παρακαλεῖτε ἕκαστος καὶ ἰδίᾳ καὶ κοινῇ. Ὅρα Παῦλον λέγοντα, Ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν· τουτέστιν, ἵνα πολλοῖς δῷ τὴν χάριν. Εἰ ἐπὶ ἀνθρώπων καταδίκους ἄνδρας καὶ ἀπαγομένους εἰς θάνατον δῆμος προσελθὼν ἐξῃτήσατο, καὶ τὸ πλῆθος δυσωπηθεὶς ὁ βασιλεὺς τὴν γνώμην ἀνέθετο· πολλῷ μᾶλλον καὶ ὑφ' ὑμῶν ὁ Θεὸς δυσωπηθήσεται, οὐ τῷ πλήθει, ἀλλὰ τῇ ἀρετῇ. Σφοδρὸν γὰρ ἡμεῖς τὸν πολέμιον ἔχομεν. Ὑμῶν μὲν γὰρ ἕκαστος τὰ ἑαυτοῦ μεριμνᾷ καὶ φροντίζει, ἡμεῖς δὲ τὰ πάντων ὁμοῦ· εἰς τὸ μέρος ἑστήκαμεν τοῦ πολέμου τὸ πονοῦν. Σφοδρότερον καθ' ἡμῶν ὁ διάβολος ὁπλίζεται. Καὶ γὰρ ἐν τοῖς πολέμοις πρὸ τῶν ἄλλων ἁπάντων τὸν στρατηγὸν καταβαλεῖν ὁ δι' ἐναντίας ἐπιχειρεῖ. Διὰ τοῦτο ἐκεῖ πάντες οἱ συνασπισταὶ τρέχουσι· διὰ τοῦτο πολὺς ὁ θόρυβος, ἐξελεῖν αὐτὸν ἑκάστου ἐπιχειροῦντος, καὶ ταῖς ἀσπίσι περιφράττουσι πάντοθεν, τὴν ἐκείνου βουλόμενοι διασῶσαι κεφαλήν. Ἀκούσατε τί φησι πρὸς τὸν Δαυῒδ ἅπας ὁ δῆμος (οὐ τῷ Δαυῒδ ἑαυτὸν παραβάλλων ταῦτα λέγω, οὐχ οὕτω μέμηνα, ἀλλὰ δήμου φιλοστοργίαν πρὸς ἄρχοντα δεῖξαι βουλόμενος)· Μὴ ἐξέλθῃς, φησὶν, εἰς τὸν πόλεμον μεθ' ἡμῶν, ἵνα μὴ σβεσθῇ ὁ λύχνος τοῦ Ἰσραήλ. Ὅρα ἐν πόσῃ φειδοῖ τὸν γέροντα εἶχον. Σφόδρα δέομαι τῶν ὑμετέρων εὐχῶν· μηδείς με, ὅπερ ἔφην, ἐξ ἀμέτρου ταπεινοφροσύνης ἀφαιρείσθω ταύτην τὴν συμμαχίαν καὶ τὴν βοήθειαν. Ἂν τὰ ἡμέτερα εὐδοκιμῇ, καὶ τὰ ὑμέτερα λαμπρότερα ἔσται· ἂν ἐπιῤῥέῃ τὰ τῆς διδασκαλίας ἡμῖν, εἰς ὑμᾶς ὁ πλοῦτος διαβήσεται. Ἄκουε τοῦ προφήτου λέγοντος, Μὴ ἑαυτοὺς ποιμαίνουσιν οἱ ποιμένες; Ὁρᾷς τὸν Παῦλον ἐπιζητοῦντα συνεχῶς ταύτας τὰς εὐχάς; ἀκούεις ὅτι Πέτρος οὕτως ἐξηρπάγη τοῦ δεσμωτηρίου, ἐπειδὴ ἦν εὐχὴ ἐκτενὴς ὑπὲρ αὐτοῦ γινομένη; Σφόδρα πιστεύω ὅτι πολλὰ δυνήσεται ὑμῶν ἡ εὐχὴ, μετὰ τοσαύτης συμφωνίας γινομένη. Πόσον νομίζετε μεῖζον εἶναι τῆς ἡμετέρας σμικρότητος τὸ ὑπὲρ δήμου τοσούτου προσιέναι τῷ Θεῷ καὶ παρακαλεῖν; Εἰ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ παῤῥησίαν δεηθῆναι οὐκ ἔχω, πολλῷ μᾶλλον ὑπὲρ ἑτέρων. Τῶν γὰρ εὐδοκιμούντων ἐστὶ τοῦτο καὶ ἑτέροις ἀξιοῦν ἵλεων γενέσθαι τὸν Θεὸν, τῶν ἑαυτοῖς εὐμενῆ καταστησάντων· ὁ δὲ καὶ αὐτὸς προσκεκρουκὼς, πῶς ὑπὲρ ἄλλου δεήσεται; Ἀλλ' ὅμως ἐπειδὴ σπλάγχνοις ὑμᾶς περιπλέκομαι πατρικοῖς, ἐπειδὴ ἡ ἀγάπη πάντα τολμᾷ, οὐκ ἐπὶ τῆς ἐκκλησίας μόνον, ἀλλὰ καὶ κατ' οἶκον, πρὸ τῶν ἄλλων ἁπάντων ὑπὲρ τῆς ὑμετέρας ὑγείας τῆς κατὰ ψυχὴν, τῆς κατὰ σῶμα ποιοῦμαι τὴν δέησιν. Οὐ γάρ ἐστιν οὕτως ἱερεῖ πρέπουσα εὐχὴ ἑτέρα, ὡς τὸ ὑπὲρ τῶν τοῦ λαοῦ καλῶν πρὸ τῶν αὐτοῦ προσιέναι καὶ ἐντυγχάνειν τῷ Θεῷ. Εἰ γὰρ ὁ Ἰὼβ ἀνιστάμενος εὐθέως ὑπὲρ τῶν τέκνων τοσαῦτα ἐποίει τῶν σαρκικῶν, πόσῳ μᾶλλον ὑπὲρ τῶν πνευματικῶν ἡμεῖς τοῦτο ποιεῖν ὀφείλομεν;