Ancient Greek
Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ· ὧν ἐστι Φύγελος καὶ Ἑρμογένης. Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἄλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερόν με ἐζήτησε, καὶ εὗρε. Δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10) 2.1-3
Not analysed yet
Μὴ γάρ μοι Παῦλον ἐννοήσῃς τὸν ἀθλητὴν, τὸν ἄμαχον καὶ ἀκαταγώνιστον, ἀλλὰ ἄλλον τινὰ τῶν πολλῶν, ὃς εἰ μὴ ἔτυχε πολλῆς παραμυθίας, πολλῆς παρακλήσεως, οὐκ ἂν ἴσως ἔστη, οὐκ ἂν ἠγωνίσατο. Ὥστε οἱ ἔξω τῶν ἀγώνων τῷ εἰς τοὺς ἀγώνας ἐμβεβηκότι τῆς νίκης γεγόνασιν αἴτιοι, καὶ τῶν ἐπὶ τῇ νίκῃ κειμένων στεφάνων γένοιντ' ἂν μέτοχοι. Καὶ τί θαυμαστὸν, εἰ τοῖς ἔτι ζῶσι κοινωνῶν τις τῶν αὐτῶν ἀξιοῦται τοῖς ἀγωνιζομένοις; ὥσπερ οὖν καὶ τοῖς ἀπελθοῦσι, τοῖς ἤδη κειμένοις, τοῖς ἐστεφανωμένοις, τοῖς οὐδενὸς δεομένοις ἔστι κοινωνεῖν καὶ μετὰ θάνατον· ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· Ταῖς μνείαις τῶν ἁγίων κοινωνοῦντες. Καὶ πῶς, φησὶν, ἔστι κοινωνεῖν; Ὅταν θαυμάσῃς τὸν ἄνδρα, ὅταν ἐργάσῃ τι τούτων ἐφ' οἷς ἐκεῖνος ἐστεφανώθη, κεκοινώνηκας αὐτῷ τῶν ἄθλων καὶ τῶν στεφάνων δηλονότι. Δῴη αὐτῷ, φησὶν, ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἠλέησέ με, φησίν· οὐκοῦν ἕξει τὴν ἀνταπόδοσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ φρικτῇ, ἔνθα πολλοῦ ἐλέους χρεία ἡμῖν. Δῴη αὐτῷ, φησὶν, ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου. Δύο Κύριοι; Οὐδαμῶς, ἀλλ' ἡμῖν εἷς Κύριος Χριστὸς Ἰησοῦς, καὶ εἷς Θεός. Ἐνταῦθα οἱ τὰ Μαρκίωνος νοσοῦντες ἐπιπηδῶσι τῷ εἰρημένῳ· ἀλλὰ μανθανέτωσαν, ὡς ἔθος τῇ Γραφῇ τοῦτο, καὶ πολλαχοῦ ἔστιν εὑρεῖν ταύτῃ τῇ συνηθείᾳ τὴν Γραφὴν κεχρημένην, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· καὶ πάλιν, Εἶπα τῷ Κυρίῳ, Κύριός μου εἶ σύ· καὶ ἀλλαχοῦ· Ἔβρεξε Κύριος παρὰ Κυρίου. Τοῦτο δὲ προσώπων ἐστὶ παραστατικὸν ὁμοουσίων, οὐ φύσεως διαιρετικόν· οὐ γὰρ ἵνα δύο οὐσίας διαφερούσας ἀλλήλων, ἀλλ' ἵνα δύο πρόσωπα νοήσωμεν τῆς αὐτῆς ὄντα οὐσίας ἑκάτερα, τοῦτο λέγει. Ὅρα δὲ πῶς καὶ εἶπε· Δῴη αὐτῷ Κύριος. Τί τοῦτο; Οὐχ ἕτερον, ἀλλ' ἔλεος. Ἐπεὶ γὰρ αὐτὸς ἐλέους ἔτυχε παρὰ Ὀνησιφόρου, τούτου τυχεῖν ἐπεύχεται καὶ αὐτὸν παρὰ τοῦ Θεοῦ. Εἰ δὲ Ὀνησιφόρος ὁ κινδύνοις παραβαλὼν ἑαυτὸν ἀπὸ ἐλέους σώζεται, πολλῷ μᾶλλον ἡμεῖς. Φοβεραὶ γὰρ αἱ εὐθῦναι, φοβεραὶ, καὶ πολλῆς δεόμεναι τῆς φιλανθρωπίας, ὥστε μὴ ἀκοῦσαι τὸ ῥῆμα τὸ φρικτὸν ἐκεῖνο· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· ὥστε μὴ ἀκοῦσαι πάλιν ἐκεῖνο τὸ φοβερόν· Ἀπέλθετε, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὥστε μὴ ἀκοῦσαι, Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· ὥστε μὴ ἀκοῦσαι ἐκεῖνο τὸ φρίκης γέμον, Ἄρατε αὐτὸν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ὥστε μὴ ἀκοῦσαι ἐκεῖνο τὸ πολλοῦ φόβου γέμον, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Φρικτὸν γὰρ σφόδρα τὸ διδακτήριον ἐκεῖνο καὶ φοβερόν· καίτοι ὁ Θεὸς ἥμερός ἐστι, καίτοι προσηνής. Θεὸς γὰρ οἰκτιρμῶν λέγεται, καὶ Θεὸς παρακλήσεως, καὶ ἀγαθὸς ὡς οὐδεὶς ἀγαθὸς, καὶ χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος, καὶ οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Πόθεν οὖν, πόθεν τοσαύτης ἀγωνίας ἡ ἡμέρα γέμει ἐκείνη; πυρὸς ἕλκεται ποταμὸς πρὸ προσώπου αὐτοῦ, βίβλοι τῶν πράξεων ἡμῶν ἀνοίγονται, αὕτη ἡ ἡμέρα ὡς κλίβανός ἐστι καιομένη, ἄγγελοι περιτρέχουσι, καὶ κάμινοι προτίθενται πολλαί. Πῶς οὖν φιλάνθρωπος; πῶς ἐλεήμων; πῶς ἀγαθός; Φιλάνθρωπος μὲν οὖν καὶ οὕτω, καὶ ἐκ τούτων μάλιστα δείκνυται αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος. Διὰ γὰρ τοῦτο τοσοῦτον ἡμῖν ἐπισείει τὸν φόβον, ἵνα κἂν διὰ τούτων συνωθούμενοι πρὸς τὸν τῆς βασιλείας πόθον ποτὲ διεγερθῶμεν. Θέα δέ μοι, πῶς οὐχ ἁπλῶς τῷ Ὀνησιφόρῳ μαρτυρεῖ, ἀλλά φησι· Πολλάκις με ἀνέψυξε. Καθάπερ ἀθλητήν τινα ὑπὸ αὐχμοῦ πιεζόμενον, ὑπὸ τῶν θλίψεων. ἀνεκτήσατο, φησὶ, καὶ ἀνέῤῥωσε. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. Οὐ μόνον ἐν Ἐφέσῳ, φησὶν, ἀλλὰ καὶ ἐνταῦθα. Τοιοῦτον γὰρ δεῖ εἶναι τὸν νήφοντα καὶ διεγηγερμένον, οὐχ ἅπαξ ἐργάζεσθαι οὐδὲ δεύτερον οὐδὲ τρίτον, ἀλλὰ δι' ὅλης τῆς ζωῆς. Ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον οὐχ ἅπαξ τραφὲν ἔχει τῆς ὅλης ζωῆς τὴν ὑπόστασιν, ἀλλὰ δεῖται καὶ τῆς καθημερινῆς τροφῆς· οὕτω δὴ καὶ ἐνταῦθα ἐπὶ τῆς εὐσεβείας καθ' ἑκάστην ἡμέραν δεόμεθα τῆς ἀπὸ τῶν ἔργων βοηθείας. Πολλοῦ γὰρ ἡμῖν ἐλέου χρεία· διὰ γὰρ τὰ ἁμαρτήματα ἡμῶν καὶ ὁ φιλάνθρωπος Θεὸς ἐκεῖνα πάντα ποιεῖ, οὐδὲν μὲν αὐτῶν δεόμενος, πάντα δὲ ποιῶν δι' ἡμᾶς. Διὰ γὰρ τοῦτο πάντα ἡμῖν ἐξεῖπε καὶ διηγήσατο, καὶ οὐ διηγήσατο μόνον, ἀλλὰ καὶ δι' ἔργων πιστοῦται. Ἀξιόπιστος μὲν γὰρ ἦν καὶ ἀπὸ ῥημάτων μόνον· ἀλλ' ἵνα μή τις ὑπερβολῆς, μηδὲ ἀπειλῆς μόνης εἶναι νομίσῃ τὰ ῥήματα, καὶ τὴν ἀπὸ τῶν ἔργων πληροφορίαν προστίθησι. Πῶς; Καὶ ἰδίᾳ καὶ κοινῇ τὰς τιμωρίας ἐπάγων. Καὶ ἵνα μάθῃς δι' αὐτῶν τῶν πραγμάτων, ποτὲ μὲν τὸν Φαραὼ ἐκόλασε, ποτὲ δὲ κατακλυσμὸν τῶν ὑδάτων ἐπήγαγε καὶ τὴν πανωλεθρίαν ἐκείνην, ποτὲ δὲ τὸν τοῦ πυρός. Καὶ νῦν δὲ ὁρῶμεν πολλοὺς κολαζομένους τῶν πονηρῶν, καὶ δίκην τιννύντας· ἅπερ ὑποδείγματα τῆς γεέννης ἐστίν.