Ancient Greek · ~22 min
Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ· ὧν ἐστι Φύγελος καὶ Ἑρμογένης. Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἄλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερόν με ἐζήτησε, καὶ εὗρε. Δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Timotheum (homiliae 1-10) 3.1-3
Not analysed yet
Ἵνα γὰρ μὴ καθεύδωμεν, μηδὲ ῥᾳθυμῶμεν, μηδὲ ἐπιλανθανώμεθα τῶν ῥημάτων, διὰ τῶν ἔργων ἡμᾶς ὑπομιμνήσκει καὶ διεγείρει, ἐνταῦθα δεικνὺς κριτήρια, δικαστήρια, εὐθύνας. Εἶτα παρὰ ἀνθρώποις μὲν τοσαύτη τοῦ δικαίου ἐπιμέλεια, παρὰ δὲ Θεῷ τῷ καὶ ταῦτα νομοθετήσαντι οὐδεὶς τούτων λόγος; καὶ πῶς ἂν ἔχοι ταῦτα πίστιν; Καὶ γὰρ καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ καὶ πανταχοῦ δικαστήρια ἔστιν ἰδεῖν. Ἐν οἰκίᾳ μὲν γὰρ ὁ δεσπότης δούλοις δικάζει καθ' ἑκάστην ἡμέραν, καὶ τῶν ἁμαρτημάτων αὐτοὺς ἀπαιτεῖ εὐθύνας, καὶ τὰ μὲν κολάζει, τὰ δὲ ἀφίησιν. Ἐν ἀγροῖς πάλιν ὁ γεωργὸς καὶ ἡ γυνὴ δικάζεται καθ' ἑκάστην ἡμέραν· ἐν πλοίοις ὁ κυβερνήτης δικάζει, ἐν στρατοπέδοις ὁ στρατηγὸς τοὺς στρατιώτας· καὶ πολλὰ ἄν τις εὕροι δικαστήρια· ἐν τέχναις ὁ διδάσκαλος τῷ μαθητῇ. Καὶ ἰδίᾳ τοίνυν καὶ κοινῇ πάντες ἀλλήλοις δικάζουσι, καὶ οὐδαμοῦ τοῦ δικαίου τὸν λόγον παραμελούμενον ἴδοι τις ἂν, ἀλλὰ πάντας εὐθύνας διδόντας πανταχοῦ. Εἶτα ἐνταῦθα μὲν οὕτω διέσπαρται καὶ κατὰ πόλιν καὶ κατὰ οἰκίας, καὶ καθ' ἕνα ἕκαστον ἡ τοῦ δικαίου ζήτησις, ἐκεῖ δὲ, ἔνθα δικαιοσύνης πλήρης ἡ δεξιὰ τοῦ Θεοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ ὡς ὄρη Θεοῦ, ἐκεῖ οὐδεὶς τοῦ δικαίου λόγος; Καὶ πῶς ὁ Θεὸς ὁ κριτὴς καὶ δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος ἀνέχεται, καὶ οὐκ ἀπαιτεῖ τὰς τιμωρίας; Ἐνταῦθα ἔχεις τὴν αἰτίαν· μακρόθυμος, φησὶν, ἐστὶ, μακροθυμεῖ δὲ εἰς μετάνοιάν σε ἕλκων· ἂν δὲ ἐπιμένῃς, Κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Εἰ δίκαιος τοίνυν ἐστὶ, τὸ κατ' ἀξίαν ἀποδίδωσι, καὶ οὐ περιορᾷ ἀτιμωρητὶ τοὺς πάσχοντας κακῶς· τοῦτο γὰρ δικαίου. Εἰ ἰσχυρὸς, καὶ μετὰ θάνατον ἀποδίδωσι, καὶ ἐν τῇ ἀναστάσει· τοῦτο γὰρ ἰσχυροῦ. Εἰ δὲ μακρόθυμος ὢν ἀνέχεται, μὴ θορυβηθῶμεν, μηδὲ λέγωμεν, Διὰ τί ἐνταῦθα οὐκ ἐπεξέρχεται; Εἰ γὰρ τοῦτο ἐγίνετο, προανήρπαστο ἂν τὸ γένος τὸ ἀνθρώπινον, εἰ καθ' ἑκάστην ἡμέραν ἀπῄτει δίκας ἡμᾶς τῶν πεπλημμελημένων. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἡμέρα ἁμαρτημάτων καθαρὰ, ἀλλ' ἢ μέγα, ἢ μικρόν τι προσκρούομεν. Ὥστε οὐδ' ἂν ἐφθάσαμεν οὐδὲ εἰς εἰκοστὸν ἔτος ἕκαστος ἐλθεῖν, εἰ μὴ πολλὴ αὐτοῦ ἦν ἡ μακροθυμία καὶ ἡ ἀγαθότης, πολλὴν ἡμῖν παρέχουσα τὴν προθεσμίαν τῆς μετανοίας, ὥστε ἀποδύσασθαι τὰ πεπλημμελημένα. Ἕκαστος τοίνυν μετὰ συνειδότος ὀρθοῦ εἰσιὼν εἰς τὰ πεπραγμένα αὐτῷ, καὶ τὸν βίον αὐτοῦ πάντα εἰς μέσον ἀγαγὼν, ἐπισκοπείτω, εἰ μὴ μυρίων τιμωριῶν ἄξιος καὶ κολάσεών ἐστι· καὶ ὅταν ἀγανακτῇ, διὰ τί μὴ ὁ δεῖνα μυρία πράττων φαῦλα, δίκην δίδωσιν, ἐννοείτω τὰ ἑαυτοῦ, καὶ παύσει τὴν ἀγανάκτησιν. Ἐκεῖνα γὰρ μεγάλα φαίνεται, ἐπειδὴ ἐπὶ μεγάλοις γίνεται καὶ φανεροῖς· εἰ δὲ τὰ ἑαυτοῦ ἐξετάσειεν, ἴσως εὑρήσει πλείονα. Τὸ γὰρ ἁρπάζειν καὶ πλεονεκτεῖν ὅμοιόν ἐστιν, ἄν τε ἐπὶ χρυσίου, ἄν τε ἐπὶ ἀργυρίου γένηται· ἀπὸ γὰρ τῆς αὐτῆς διανοίας ἀμφότερα τίκτεται, καὶ ὁ τὸ μικρὸν ὑφελόμενος οὐ παραιτήσεται καὶ μέγα ὑφελέσθαι· εἰ δὲ μὴ πάρεστιν, οὐ παρ' ἐκεῖνον τοῦτο γέγονεν, ἀλλὰ παρὰ τὴν τοῦ πράγματος συντυχίαν. Ὁ τὸν πενέστερον ἀδικῶν πένης, οὐκ ἂν, εἴ γε ἐδύνατο, καὶ τὸν πλουτοῦντα παρεῖδεν, ἀλλὰ τῆς ἀσθενείας, οὐ τῆς ἐκείνου προαιρέσεως τὸ πρᾶγμα γίνεται λοιπόν. Ὁ δεῖνα ἄρχει, φησὶ, καὶ τὰ τῶν ἀρχομένων ἁρπάζει. Σὺ δὲ οὐχ ἁρπάζεις; εἰπέ μοι. Μὴ γάρ μοι εἴπῃς, ὅτι χρυσίου μὲν τάλαντα ἐκεῖνος, σὺ δὲ ὀβολοὺς δέκα· ἐπεὶ καὶ ἐν τῇ ἐλεημοσύνῃ οἱ μὲν ἔβαλον χρυσίον, ἡ δὲ δύο λεπτὰ, καὶ οὐδὲν ἔλαττον ἤνεγκεν ἐκείνων. Διὰ τί, Ἡ γὰρ προαίρεσις κρίνεται, καὶ οὐχ ἡ δόσις. Εἶτα ἐπὶ μὲν τῆς ἐλεημοσύνης ἀξιοῖς οὕτω δικάζειν τὸν Θεὸν, καὶ μηδὲν ἔλαττον διὰ τὴν πενίαν ἀποφέρεσθαι, εἰ δύο λεπτὰ καταβάλοις, τῶν μυρία τάλαντα καταθεμένων χρυσίου, ἐπὶ δὲ τῆς πλεονεξίας οὐχ οὕτω; καὶ πῶς ἂν ἔχοι λόγον; Ὥσπερ ἐκείνη δύο λεπτὰ καταβαλοῦσα, ἀπὸ τῆς προαιρέσεως οὐδὲν ἔλαττον ἤνεγκεν, οὕτω καὶ σὺ δύο λεπτὰ ὑφελόμενος, οὐδὲν ἄμεινον ἐκείνων διάκεισαι, ἀλλ' εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, μᾶλλον αὐτῶν πλεονεκτεῖς. Ὥσπερ γὰρ κἂν τὴν τοῦ βασιλέως τις μοιχεύσῃ γυναῖκα, κἂν τὴν τοῦ πένητος, κἂν τὴν τοῦ δούλου, ὁμοίως ἐστὶ μοιχὸς, οὐ τῇ διαφορᾷ τῶν προσώπων τοῦ ἁμαρτήματος κρινομένου, ἀλλὰ τῇ μοχθηρίᾳ τῆς τοῦ τολμήσαντος προαιρέσεως· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ μᾶλλον ἐγὼ μοιχὸν ἂν εἴποιμι τὸν εἰς τὴν τυχοῦσαν μοιχευόμενον, ἢ τὸν εἰς τὴν βασιλίδα αὐτήν· ἐκεῖ μὲν γὰρ ὁ πλοῦτος καὶ ἡ ὥρα καὶ πολλὰ ἕτερα ἦν τὰ ἐπισπώμενα, ἐνταῦθα δὲ οὐδέν· ὥστε μᾶλλον οὗτος ἂν εἴη μοιχός. Πάλιν, μέθυσον ἐκεῖνον ἂν εἴποιμι μᾶλλον τὸν τῷ φαύλῳ οἴνῳ προσκεχρημένον· οὕτω καὶ πλεονέκτην τὸν μηδὲ τῶν μικρῶν καταφρονοῦντα. Ὁ μὲν γὰρ τὰ πολλὰ ἁρπάζων τῶν μικρῶν ἴσως καταφρονήσειεν ἄν· ὁ δὲ τὰ μικρὰ ὑφελόμενος, τῶν μεγάλων οὐδαμῶς· ὥστε μᾶλλον οὗτος κλέπτης ἐστίν. Ὁ γὰρ μὴ καταφρονῶν ἀργυρίου, πῶς ἂν χρυσίου καταφρονήσειεν; Ὥστε ὅταν τῶν ἀρχόντων κατηγορῶμεν, τὰ ἡμέτερα αὐτῶν ἀναλογισώμεθα, καὶ εὑρήσομεν μᾶλλον ἡμᾶς αὐτοὺς καὶ κλέπτοντας καὶ πλεονεκτοῦντας πλέον ἐκείνων, εἰ μὴ τῷ πράγματι, ἀλλὰ τῇ προαιρέσει ταῦτα κρίνομεν, ὥσπερ οὖν καὶ κρίνειν δίκαιον. Εἰπὲ γάρ μοι, εἴ τις προσενεχθείη τὰ τοῦ πένητος λαβὼν, ἕτερος δὲ τὰ τοῦ πλουσίου, οὐχ ὁμοίαν ἀμφότεροι τίσουσι δίκην; Τί δέ; ὁ φονεὺς οὐχ ὁμοίως ἐστὶ φονεὺς, ἄν τε ἀνάπηρον καὶ πένητα, ἄν τε πλούσιον καὶ καλὸν ἀποκτείνῃ; Ὅταν οὖν εἴπωμεν ὅτι ὁ δεῖνα τοῦ δεῖνος τὸ χωρίον ἥρπασεν, ἐννοήσωμεν τὰ ἑαυτῶν, καὶ οὕτως οὔτε τοὺς ἄλλους κατακρινοῦμεν, καὶ τὸν Θεὸν θαυμασόμεθα τῆς μακροθυμίας, καὶ οὐκ ἀγανακτήσομεν, ὅτι ἡ κρίσις οὐκ ἔρχεται ἐπ' αὐτοὺς, καὶ αὐτοὶ ὀκνηρότεροι ἐσόμεθα πρὸς τὴν τῶν κακῶν ἐργασίαν. Ὅταν γὰρ ἴδωμεν τοῖς αὐτοῖς ὑπευθύνους ὄντας καὶ ἡμᾶς αὐτοὺς, οὐκέτι ὁμοίως δυσχερανοῦμεν, ἀλλ' ἀποστησόμεθα τῶν ἁμαρτημάτων, καὶ ἐπιτευξόμεθα τῶν μελλόντων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ μετὰ Πατρὸς καὶ ἁγίου Πνεύματος δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.