Ancient Greek · ~10 min
ΟΜΙΛΙΑ Θʹ Εἰς τὰ ἀκόλουθα τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν,» καὶ πρὸς τοὺς λέγοντας, διὰ τί τὰ θηρία ἐδημιουργήθη; καὶ τί τὸ χρήσιμον ἀπὸ τοῦ παραχθῆναι; Καὶ ὅτι καὶ τοῦτο μάλιστα δείκνυσι καὶ τὴν τιμὴν τὴν εἰς τὸν ἄνθρωπον, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1
Not analysed yet
Οἱ φιλόπονοι τῶν γηπόνων, ἐπειδὰν ἴδωσι λιπαρὰν καὶ βαθύγειον ἄρουραν, δαψιλῆ τὰ σπέρματα καταβάλλοντες, πολλὴν καὶ συνεχῆ τὴν ἐπιμέλειαν ποιοῦνται, καθ' ἑκάστην ἡμέραν περισκοποῦντες, μήπου τι τῶν λυμαίνεσθαι δυναμένων τοῖς σπέρμασιν ἀνόνητον αὐτοῖς τὸν προλαβόντα καταστήσῃ πόνον. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς ὁρῶντες ὑμῶν τὸν πόθον τὸν πνευματικὸν, καὶ τὴν πολλὴν φιληκοΐαν, καθ' ἑκάστην ἡμέραν τὰ ἀπὸ τῶν θείων Γραφῶν νοήματα ἐνιέναι ὑμῶν τῇ διανοίᾳ σπουδάζομεν, ὑποδεικνύντες ὑμῖν καὶ τὰ βλάπτειν δυνάμενα τὸν σπόρον τοῦτον τὸν πνευματικὸν, ὥστε μὴ ἁλῶναι, μηδὲ τὴν ὑγιῆ τῶν δογμάτων διδασκαλίαν ἐπιθολῶσαι τῇ λύμῃ τῶν ἐπιχειρούντων τὰ ἐκ τῶν οἰκείων λογισμῶν ἐπεισάγειν τοῖς τῆς Ἐκκλησίας δόγμασιν. Ὑμέτερον δ' ἂν εἴη λοιπὸν μετὰ ἀκριβείας φυλάττειν τὰ παρακατατιθέμενα, καὶ τὴν μνήμην ἀδιάπτωτον διασώζειν, ἵνα καὶ τοῖς ἑξῆς μετ' εὐκολίας δύνησθε παρακολουθεῖν. Εἰ γὰρ μὴ νῦν καὶ ἡμεῖς καταβαίημεν πρὸς τὰ βαθύτερα τῶν νοημάτων, καὶ ὑμεῖς συντείνητε ὑμῶν τὴν διάνοιαν, ὅτε νηστείας καιρὸς, ὅτε κοῦφα μὲν ἡμῖν τὰ κῶλα πρὸς τὸ νήχεσθαι, ὀξύτερον δὲ τὸ ὄμμα τῆς διανοίας, τῷ πονηρῷ τῆς τρυφῆς μὴ ἐνοχλούμενον ῥεύματι, διαρκέστερον δὲ τὸ πνεῦμα πρὸς τὸ μὴ ἀποπνίγεσθαι· πότε δυνησόμεθα τοῦτο ποιῆσαι; ὅτε τρυφὴ, καὶ μέθη, καὶ ἀδηφαγία, καὶ τὰ ἀπὸ τούτων τικτόμενα κακά; Ἢ οὐχ ὁρᾶτε, ὅτι καὶ οἱ τοὺς λίθους τούτους τοὺς ἀπὸ τῆς θαλάσσης εὑρίσκειν βουλόμενοι, οὐκ ἄνω παρὰ τὸν αἰγιαλὸν καθήμενοι, καὶ τὰ κύματα ἀριθμοῦντες, οὕτω τὴν εὕρεσιν ποιοῦνται, ἀλλ' εἰς αὐτὸ τὸ βάθος καθιέντες ἑαυτοὺς, καὶ εἰς αὐτοὺς ὡς εἰπεῖν τοὺς κόλπους τῆς ἀβύσσου κατιόντες, οὕτω τῶν σπουδαζομένων ἐπιτυγχάνουσι; Καίτοι τί μέγα ὄφελος εἰσενέγκοι ἂν εἰς τὸν βίον τὸν ἡμέτερον ἡ τῶν λίθων ἐκείνων εὕρεσις; Εἴθε μὲν οὖν μὴ μεγάλην τὴν βλάβην καὶ πολλὴν τὴν ζημίαν εἰσέφερεν. Ἐντεῦθεν γὰρ τὰ μυρία τίκτεται κακὰ, ἀπὸ τῆς τῶν χρημάτων μανίας, καὶ τῆς περὶ ταῦτα λύσσης. Ἀλλ' ὅμως καὶ τοσαύτης ἐξ ἐκείνων τικτομένης βλάβης, πρὸς οὐδὲν ὀκνοῦσιν οἱ περὶ ταῦτα ἐσχολακότες· ἀλλὰ καὶ κινδύνοις ἑαυτοὺς ἐκδιδόασι, καὶ πολὺν πόνον ὑπομένουσιν, ὥστε δυνηθῆναι εὑρεῖν τὸ ζητούμενον. Ἐπὶ δὲ τῶν θείων Γραφῶν, καὶ τῶν πνευματικῶν τούτων καὶ τιμίων λίθων, οὔτε κίνδυνόν ἐστιν ὑπιδέσθαι, καὶ ὁ πόνος οὐ πολὺς, καὶ τὸ κέρδος ἄφατον, μόνον ἐὰν ἡμεῖς μετὰ προθυμίας τὰ παρὰ ἑαυτῶν εἰσφέρωμεν. Ἡ γὰρ χάρις ἕτοιμός ἐστιν, ἐπιζητοῦσα τοὺς μετὰ δαψιλείας αὐτὴν ὑποδεχομένους. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ ψυχὴν διεγηγερμένην καὶ πόθον ζέοντα, τὸν οἰκεῖον πλοῦτον μετὰ δαψιλείας χορηγεῖ ὑπερβαίνοντα τὴν αἴτησιν τῇ οἰκείᾳ φιλοτιμίᾳ.