Ancient Greek · ~12 min
ΟΜΙΛΙΑ Θʹ Εἰς τὰ ἀκόλουθα τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν,» καὶ πρὸς τοὺς λέγοντας, διὰ τί τὰ θηρία ἐδημιουργήθη; καὶ τί τὸ χρήσιμον ἀπὸ τοῦ παραχθῆναι; Καὶ ὅτι καὶ τοῦτο μάλιστα δείκνυσι καὶ τὴν τιμὴν τὴν εἰς τὸν ἄνθρωπον, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-9
Not analysed yet
Ταῦτα τοίνυν εἰδότες, ἀγαπητοὶ, ἐκκαθάραντες ὑμῶν τὸν λογισμὸν ἀπὸ τῶν βιωτικῶν πραγμάτων, καὶ εὐρύναντες ὑμῶν τὸ πλάτος τῆς διανοίας, μετὰ πολλῆς τῆς προθυμίας δέχεσθε τὰ παρὰ τοῦ Πνεύματος χορηγούμενα, ἵνα καθάπερ γῆ λιπαρὰ καὶ γόνιμος πολυπλασιάσητε τὰ καταβαλλόμενα, καὶ ποιήσητε ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. Ἠκούσατε ἐν ταῖς προλαβούσαις ἡμέραις τὴν ἄφατον σοφίαν τοῦ τὰ ὁρώμενα πάντα τεκτηναμένου, καὶ ὅπως ῥήματι μόνον καὶ θελήματι τὰ πάντα παρήγαγεν. Εἶπε γὰρ, Γενηθήτω, καὶ ἐγένετο, καὶ εὐθέως παρήχθη ἅπαντα τὰ στοιχεῖα, καὶ ἤρκεσε τὸ ῥῆμα πρὸς τὴν τῶν γενομένων σύστασιν, οὐκ ἐπειδὴ ῥῆμα ἦν ἁπλῶς, ἀλλ' ἐπειδὴ ῥῆμα Θεοῦ. Μέμνησθε τῶν τότε κινηθέντων ἡμῖν πρὸς τοὺς ἐξ ὑποκειμένης ὕλης λέγοντας τὰ ὄντα γεγενῆσθαι, καὶ τὴν οἰκείαν ληρωδίαν ἐπεισφέροντας τοῖς τῆς Ἐκκλησίας δόγμασιν. Ἐμάθετε τίνος ἕνεκεν τὸν μὲν οὐρανὸν ἀπηρτισμένον παρήγαγε, τὴν δὲ γῆν ἀμόρφωτον καὶ ἀδιατύπωτον. Καὶ γὰρ δύο αἰτίας τότε εἰρήκαμεν, μίαν μὲν, ἵνα ἐν τῷ βελτίονι στοιχείῳ καταμαθόντες τὴν δύναμιν τοῦ Δεσπότου, μηκέτι ἀμφιβάλλωμεν νομίζοντες δι' ἀσθένειαν δυνάμεως τοῦτο γενέσθαι· ἑτέραν δὲ, ἐπειδὴ αὕτη καὶ μήτηρ καὶ τροφὸς ἡμῖν γεγένηται, καὶ ἐξ αὐτῆς καὶ τρεφόμεθα, καὶ πάντων τῶν ἄλλων ἀπολαύομεν, καὶ πρὸς αὐτὴν πάλιν ἐπάνιμεν· αὕτη γὰρ ἡμῖν καὶ πατρὶς καὶ τάφος ἐστίν· ἵνα γοῦν μὴ τὸ τῆς χρείας ἀναγκαῖον παρασκευάσῃ μέγα τι καὶ περὶ αὐτῆς φαντάζεσθαι, δείκνυσιν αὐτὴν ἐξ ἀρχῆς ἀμόρφωτον· ἵνα παιδευώμεθα καὶ δι' αὐτῶν τῶν πραγμάτων, μηκέτι τῇ φύσει τῆς γῆς λογίζεσθαι τὰ προειρημένα ἅπαντα, ἀλλὰ τῇ δυνάμει τοῦ παραγαγόντος. Ἐμάθετε πάλιν πῶς τὸν χωρισμὸν τῶν ὑδάτων εἰργάσατο, τὸ στερέωμα τοῦτο τὸ ὁρώμενον παραχθῆναι προστάξας· εἴδετε τὰ ζῶα τὰ ἔμψυχα, καὶ ἐκ τῶν ὑδάτων, καὶ ἐκ τῆς γῆς ἀναδιδόμενα. Ταῦτα οὐχ ἁπλῶς οὐδὲ μάτην νῦν ἀναγκάζομαι ἐπαναλαμβάνειν καὶ δευτεροῦν ἐπὶ τῆς ὑμετέρας ἀγάπης· ἀλλ' ἵνα τοῖς μὲν ἀκηκοόσιν ὑπόθεσις γένηται, καὶ ἀσφαλέστερον αὐτὰ ἐναποθῶνται τῇ διανοίᾳ· τοῖς δὲ τότε μὴ παραγενομένοις ἀρκοῦσα γένηται ἡ διδασκαλία, καὶ μηδεμίαν ἐκ τοῦ μὴ παρεῖναι ζημίαν ὑπομένωσιν. Ἐπεὶ καὶ πατὴρ φιλόστοργος τοῖς ἀπολειφθεῖσι παισὶ τῆς τραπέζης τὰ λείψανα διαφυλάττει, ἵνα παραγενόμενοι παραμυθίαν τῆς ἀπουσίας εὕρωσι τὴν τούτων φυλακήν. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς πάντων ἐνταῦθα συνιόντων ὡς οἰκείων μελῶν κηδόμενοι, καὶ τὴν ὑμετέραν προκοπὴν οἰκείαν εὐδοκίμησιν τιθέμενοι, ἐπιθυμοῦμεν ἅπαντας τελείους καὶ ἀπηρτισμένους ἀποδειχθῆναι εἰς δόξαν Θεοῦ, καὶ εἰς εὐδοκίμησιν τῆς Ἐκκλησίας, καὶ εἰς καύχημα ἡμέτερον. Καὶ εἰ μὴ δοκῶ παρενοχλεῖν, φέρε δι' ὀλίγων καὶ τῶν χθὲς ἡμῖν εἰρημένων ὑπομνήσωμεν ὑμῶν τὴν ἀγάπην. Εἴδετε τὴν διαφορὰν τῆς δημιουργίας τῶν κτισμάτων, καὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως· ἠκούσατε ὅσης τιμῆς ἠξίωσε τὸν ἀρχηγὸν τοῦ γένους τοῦ ἡμετέρου, καὶ ἐν αὐτῇ τῇ διαπλάσει πῶς δι' αὐτῶν τῶν ῥημάτων καὶ τῆς τῶν λέξεων παχύτητος ἐνέφηνε τὴν τιμὴν τὴν εἰς τὸν μέλλοντα δημιουργεῖσθαι, λέγων, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκό να ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Ἐμάθετε τί ἐστι τὸ Κατ' εἰκόνα, ὅτι οὐκ οὐσίας ἐστὶν ἀξία, ἀλλ' ἀρχῆς ὁμοιότης, καὶ ὅτι οὐ κατὰ τὴν τῆς μορφῆς εἰκόνα εἶπεν, ἀλλὰ κατὰ τὸν τῆς ἀρχῆς λόγον· διὸ καὶ ἐπήγαγε· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν τῆς γῆς.