Ancient Greek · ~16 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΕΙΣΟΔΟΝ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ. ΟΜΙΛΙΑ Αʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1
Not analysed yet
Χαίρω, καὶ εὐφραίνομαι ὁρῶν σήμερον τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τῷ πλήθει τῶν οἰκείων τέκνων κοσμουμένην, καὶ μετὰ πολλῆς τῆς περιχαρείας ἅπαντας ὑμᾶς συνδεδραμηκότας. Ὅταν γὰρ ἀποβλέψω πρὸς τὰ φαιδρὰ ὑμῶν πρόσωπα, τεκμήριον μέγιστον ποιοῦμαι τῆς κατὰ ψυχὴν ὑμῶν ἡδονῆς· καθάπερ καὶ σοφός τις ἔλεγε· Καρδίας εὐφραινομένης θάλλει πρόσωπον. Διά τοι τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προθυμίας ἀνέστην σήμερον, ὁμοῦ καὶ τῆς εὐφροσύνης ὑμῖν κοινωνήσων ταύτης τῆς πνευματικῆς, καὶ μηνυτὴς ὑμῖν γενέσθαι βουλόμενος τῆς παρουσίας τῆς ἁγίας τεσσαρακοστῆς, τοῦ φαρμάκου λέγω τῶν ἡμετέρων ψυχῶν. Καθάπερ γὰρ πατὴρ φιλόστοργος ὁ κοινὸς ἁπάντων ἡμῶν Δεσπότης, βουλόμενος ἡμᾶς ἀπονίψασθαι τὰ ἐν παντὶ τῷ χρόνῳ ἡμῖν ἡμαρτημένα, καὶ διὰ τῆς ἁγίας νηστείας ἐπενόησεν ἡμῖν θεραπείαν. Μηδεὶς τοίνυν γινέσθω κατηφὴς, μηδεὶς στυγνὸς φαινέσθω, ἀλλὰ σκιρτάτω, καὶ χαιρέτω, καὶ δοξαζέτω τὸν κηδεμόνα τῶν ἡμετέρων ψυχῶν, τὸν ταύτην ἡμῖν τὴν ἀρίστην τεμόντα ὁδὸν, καὶ μετὰ πολλῆς τῆς περιχαρείας ὑποδεχέσθω ταύτης τὴν παρουσίαν. Αἰσχυνέσθωσαν Ἕλληνες, ἐγκαλυπτέσθωσαν Ἰουδαῖοι, ὁρῶντες ἡμῶν τὴν ἀγάπην ἱλαρᾷ τῇ προθυμίᾳ τὴν ταύτης παρουσίαν ἀσπαζομένους, καὶ μανθανέτωσαν διὰ τῆς τῶν πραγμάτων πείρας, ὅσον τὸ μέσον ἡμῶν τε καὶ αὐτῶν. Καὶ ἐκεῖνοι μὲν ἑορτὰς καὶ πανηγύρεις ὀνομαζέτωσαν τὴν μέθην, καὶ τὴν ἄλλην ἅπασαν ἀκολασίαν, καὶ τὰς ἀσχημοσύνας, ἃς εἰκὸς ἐντεῦθεν αὐτοὺς ἐπισύρεσθαι· ἡ δὲ τοῦ Θεοῦ Ἐκκλησία ἀπεναντίας ἐκείνοις τὴν νηστείαν, τὴν τῆς γαστρὸς ὑπεροψίαν, καὶ τὴν ἑπομένην ταύτῃ πᾶσαν ἀρετὴν ἑορτὴν ὀνομαζέτω. Αὕτη γὰρ ἀληθὴς ἑορτὴ, ἔνθα ψυχῶν σωτηρία, ἔνθα εἰρήνη καὶ ὁμόνοια, ἔνθα βιωτικὴ πᾶσα φαντασία ἀπελήλαται· ὅπου κραυγὴ καὶ θόρυβος, καὶ μαγείρων δρόμοι, καὶ τῶν ἀλόγων σφαγαὶ ἐκποδών· ἠρεμία δὲ πᾶσα, καὶ γαλήνη, καὶ ἀγάπη, καὶ χαρὰ, καὶ εἰρήνη, καὶ πρᾳότης, καὶ μυρία ἀγαθὰ ἀντ' ἐκείνων πολιτεύεται. Φέρε οὖν, παρακαλῶ, μικρὰ περὶ ταύτης διαλεχθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἐκεῖνο πρότερον παρακαλέσαντες ὑμᾶς, μετὰ πολλῆς ἡσυχίας δέξασθαι τοὺς ἡμετέρους λόγους, ἵνα καρπωσάμενοί τι γενναῖον, ἐντεῦθεν οἴκαδε ἀναχωρήσητε. Οὐδὲ γὰρ ἁπλῶς καὶ εἰκῆ ἐνταῦθα σύνιμεν, ἵνα ὁ μὲν εἴπῃ, ὁ δὲ κροτήσῃ ἁπλῶς τὰ λεγόμενα, καὶ οὕτως ἐντεῦθεν ἐξέλθωμεν· ἀλλ' ἵνα καὶ ἡμεῖς χρήσιμόν τι καὶ τῶν συνεχόντων τὴν σωτηρίαν τὴν ὑμετέραν φθεγξώμεθα, καὶ ὑμεῖς κερδάναντες ἐκ τῶν λεγομένων, καὶ πολλὴν τὴν ὠφέλειαν καρπωσάμενοι, οὕτως ἐντεῦθεν ἐξέλθητε. Ἰατρεῖον γάρ ἐστι πνευματικὸν ἡ ἐκκλησία, καὶ δεῖ τοὺς ἐνταῦθα παραγενομένους κατάλληλα τὰ φάρμακα λαμβάνοντας, καὶ τοῖς οἰκείοις τραύμασιν ἐπιτιθέντας, οὕτως ἐπανιέναι. Ὅτι γὰρ ἡ ἀκρόασις μόνη ἄνευ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως οὐδὲν ὀνήσει, ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ ὁ Χριστὸς δὲ δημηγορῶν ἔλεγεν· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Εἰδότες τοίνυν, ἀγαπητοὶ, ὡς οὐδὲν ἡμῖν ἔσται πλέον ἐκ τῆς ἀκροάσεως, εἰ μὴ ἕποιτο καὶ ἡ διὰ τῶν ἔργων πλήρωσις, μὴ μόνον ἀκροαταὶ γινώμεθα, ἀλλὰ καὶ ποιηταὶ, ἵνα τὰ ἔργα τοῖς λόγοις ἑπόμενα πολλῆς ἡμῖν παῤῥησίας ὑπόθεσις γένηται. Ἁπλώσαντες τοίνυν τοὺς κόλπους τῆς διανοίας, οὕτω δέξασθε τοὺς περὶ τῆς νηστείας λόγους. Καὶ καθάπερ οἱ σώφρονά τινα καὶ κοσμίαν ἐλευθέραν μέλλοντες ἀγαγέσθαι, πάντοθεν παραπετάσμασι καλλωπίσαντες τὰς παστάδας, καὶ ἐκκαθάραντες τὴν οἰκίαν ἅπασαν, καὶ πάσαις ταῖς ἠμελημέναις θεραπαινίσιν ἄβατον ποιήσαντες, οὕτω ταύτην εἰς τὰς παστάδας εἰσάγουσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ὑμᾶς βούλομαι, ἐκκαθάραντας ὑμῶν τὸν λογισμὸν, καὶ τῇ τρυφῇ καὶ τῇ λοιπῇ ἀδηφαγίᾳ πολλὰ χαίρειν εἰπόντας, οὕτω τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων, καὶ τῆς σωφροσύνης, καὶ τῆς ἄλλης ἁπάσης ἀρετῆς διδάσκαλον, τὴν νηστείαν λέγω, ἡπλωμένοις τοῖς κόλποις ὑποδέξασθαι, ἵνα καὶ ὑμεῖς πλείονος ἀπολαύσητε τῆς ἡδονῆς, καὶ αὕτη τὴν οἰκείαν καὶ κατάλληλον ὑμῖν ἰατρείαν παράσχηται. Εἰ γὰρ οἱ τῶν ἰατρῶν παῖδες, ἐπειδὰν μέλλωσι φάρμακα διδόναι τοῖς βουλομένοις τὸν σεσηπότα καὶ διεφθαρμένον χυμὸν ἐκκαθᾶραι, κελεύουσι τῆς σωματικῆς ταύτης τροφῆς ἀπέχεσθαι, ὥστε μὴ κώλυμα γενέσθαι τῇ τοῦ φαρμάκου δυνάμει, ἀλλ' ἐνεργῆσαι, καὶ τὸ οἰκεῖον ἔργον ἐπιδείξασθαι· πολλῷ μᾶλλον ἡμᾶς προσήκει τὸ πνευματικὸν τοῦτο φάρμακον μέλλοντας ὑποδέχεσθαι τὴν ἐκ τῆς νηστείας ὠφέλειαν, λέγω δὴ τὸ τῆς διαίτης, ἐκκαθᾶραι ἡμῶν τὸν λογισμὸν, καὶ κουφοτέραν ἐργάσασθαι τὴν διάνοιαν, ἵνα μὴ ὑπὸ τῆς μέθης καταβαπτισθεῖσα ἄχρηστον καὶ ἀνόνητον ἡμῖν κατασκευάσῃ τὴν ἐκ ταύτης ὠφέλειαν.