Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΕΙΣΟΔΟΝ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ. ΟΜΙΛΙΑ Αʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1
Not analysed yet
Καὶ οἶδα μὲν ὅτι τοὺς πολλοὺς ξενίζει τὰ παρ' ἡμῶν λεγόμενα σήμερον· ἀλλὰ, παρακαλῶ, μὴ τῇ συνηθείᾳ ἁπλῶς δουλεύωμεν, ἀλλὰ λογισμῷ τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν. Μὴ γὰρ ἔσται τι κέρδος ἡμῖν ἀπὸ τῆς ἡμερινῆς ἀδηφαγίας, καὶ τῆς πολλῆς μέθης; Καὶ τί λέγω κέρδος; Ἀλλὰ καὶ πολλὴ ἡ ζημία, καὶ ἡ βλάβη ἀφόρητος. Ὅταν γὰρ καταβαπτισθῇ ὑπὸ τῆς πολλῆς οἰνοποσίας ὁ λογισμὸς, εὐθέως ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀποκρούσεται τὸ ἀπὸ τῆς νηστείας κέρδος. Τί γὰρ ἀηδέστερον, εἰπέ μοι, τί δὲ ἀσχημονέστερον, ὅταν μέχρι μεσονυκτίου τὸν ἄκρατον σπῶντες, ὑπὸ τὴν ἕω τῆς ἀκτῖνος τῆς ἡλιακῆς ἀνισχούσης, ὡς πρόσφατον τοῦ οἴνου ἐμφορηθέντες, οὕτως ἀποπνέουσι, καὶ ἀηδεῖς μὲν φαίνονται τοῖς συντυγχάνουσιν, εὐκαταφρόνητοι δὲ τοῖς οἰκέταις, καὶ καταγελῶνται παρὰ πάντων τῶν ὁπωσοῦν τὸ δέον συνορώντων, καὶ πρὸ τούτων ἁπάντων, ὅταν διὰ τὴν πολλὴν ταύτην ἀκρασίαν, καὶ τὴν ἀμετρίαν τὴν ἄκαιρον καὶ ἀνόνητον, καὶ τὴν παρὰ τοῦ Θεοῦ ἀγανάκτησιν ἐπισπῶνται; Οἱ γὰρ μέθυσοι, φησὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Τί οὖν ἂν τούτων ἀθλιώτερον γένοιτ' ἂν, τῶν διὰ βραχεῖαν καὶ ἐπιβλαβῆ ἡδονὴν τῶν τῆς βασιλείας προθύρων ἐκβαλλομένων; Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τούτῳ ἁλῶναι τῷ πάθει· ἀλλὰ μετὰ πάσης φιλοσοφίας καὶ σωφροσύνης, καὶ τὴν παροῦσαν ἡμέραν ἑστιασαμένους, καὶ τοῦ χειμῶνος καὶ τῆς ζάλης, ἣν ἡ μέθη ἐργάζεσθαι πέφυκεν, ἐλευθερωθέντας εἰς τὸν λιμένα καταντῆσαι τῶν ἡμετέρων ψυχῶν, τὴν νηστείαν λέγω, ἵνα μετὰ δαψιλείας τὰ ἀπὸ ταύτης δυνηθῶμεν καρπώσασθαι ἀγαθά. Ὥσπερ γὰρ ἡ ἀδηφαγία μυρίων κακῶν αἰτία καὶ πρόξενος τῷ τῶν ἀνθρώπων γίνεται γένει, οὕτω καὶ ἡ νηστεία καὶ ἡ τῆς γαστρὸς ὑπεροψία τῶν ἀφάτων ἡμῖν ἀγαθῶν ἀεὶ αἰτία γέγονε. Πλάσας γὰρ ἐξ ἀρχῆς τὸν ἄνθρωπον ὁ Θεὸς, καὶ εἰδὼς, ὅτι τούτου αὐτῷ μάλιστα δεῖ τοῦ φαρμάκου πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν, εὐθέως καὶ ἐκ προοιμίων τῷ πρωτοπλάστῳ ταύτην δέδωκε τὴν ἐντολὴν εἰπών· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ. Τὸ δὲ λέγειν, τόδε φάγε, καὶ τόδε μὴ φάγῃς, νηστείας ἦν εἰκών. Ἀλλὰ δέον φυλάξαι τὴν ἐντολὴν, τοῦτο μὲν οὐκ ἐποίησε, δι' ἀκρασίαν δὲ τῆς γαστρὸς ἡττηθεὶς, καὶ τὴν παρακοὴν ἐργασάμενος, θανάτῳ κατεδικάζετο. Ἐπειδὴ γὰρ εἶδεν ὁ πονηρὸς δαίμων ἐκεῖνος καὶ ἐχθρὸς τῆς φύσεως τῆς ἡμετέρας τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν τοῦ πρωτοπλάστου, καὶ τὸν ἀταλαίπωρον βίον ἐκεῖνον, καὶ ὅτι, καθάπερ ἄγγελος, οὕτω σώματι συμπεπλεγμένος διῆγεν ἐπὶ τῆς γῆς, βουλόμενος αὐτὸν ὑποσκελίσαι καὶ καταβαλεῖν ἐλπίδι μειζόνων ὑποσχέσεων, καὶ τῶν ἐν χερσὶν ἐξέβαλε. Τοσοῦτόν ἐστι τὸ μὴ μένειν ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλὰ τῶν μειζόνων ἐφίεσθαι. Καὶ τοῦτο αὐτὸ δηλῶν σοφός τις ἔλεγε· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Εἶδες, ἀγαπητὲ, πῶς ἐκ προοιμίων ἐξ ἀδηφαγίας ὁ θάνατος τὴν εἴσοδον ἔσχεν; Σκόπει δὲ πάλιν καὶ μετὰ ταῦτα τὴν θείαν Γραφὴν κατηγοροῦσαν συνεχῶς τῆς τρυφῆς, καὶ λέγουσαν ποτὲ μὲν, Ἐκάθισεν ὁ λαὸς φαγεῖν, καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· ἄλλοτε δὲ, Ἔφαγε, καὶ ἔπιε, καὶ ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οἱ τὰ Σόδομα δὲ οἰκοῦντες μετὰ τῶν ἄλλων κακῶν ἐντεῦθεν τὴν ἀπαραίτητον ὀργὴν ἐκείνην ἐπεσπάσαντο. Ἄκουσον γὰρ τοῦ προφήτου λέγοντος· Τοῦτο τὸ ἀνόμημα Σοδόμων, ὅτι ἐν πλησμονῇ ἄρτων ἐσπατάλων. Καθάπερ γὰρ πηγή τις καὶ ῥίζα τυγχάνει τῶν κακῶν ἁπάντων.