Ancient Greek · ~24 min
ΟΜΙΛΙΑ ΙΕʹ Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-14
Not analysed yet
Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι μετὰ πολλῆς τῆς προθυμίας χθὲς ἐδέξασθε τὴν παρ' ἡμῶν παραίνεσιν, καὶ πρὸς τὸ μῆκος τῶν εἰρημένων οὐ μόνον οὐκ ἐδυσχεράνατε, ἀλλὰ καὶ μέχρι τοῦ τέλους οὕτω παρηκολουθήσατε, ὡς ἀκμάζοντα ὑμῖν ἐναπομεῖναι τὸν τῆς ἀκροάσεως πόθον· ὅθεν καὶ χρηστὰς ἡμῖν τὰς ἐλπίδας ὑπεφήνατε, ὡς διὰ τῶν ἔργων ἐπιδειξάμενοι τὰ τῆς ἡμετέρας συμβουλῆς. Ὁ γὰρ μετὰ τοσαύτης ἡδονῆς ἀκούων, δῆλος ἂν εἴη καὶ πρὸς τὴν διὰ τῶν ἔργων πρᾶξιν παρεσκευασμένος· ἄλλως δὲ καὶ ἡ νῦν ὑμῶν συνδρομὴ τεκμήριον ἂν γένοιτο τῆς κατὰ ψυχὴν ὑμῶν ὑγιείας. Ὥσπερ γὰρ τὸ πεινῇν σωματικῆς εὐεξίας σημεῖόν ἐστιν, οὕτω τὸ λογίων θείων ἐρᾷν ψυχικῆς ὑγιείας τεκμήριον ἂν γένοιτο μέγιστον. Ἐπεὶ οὖν ὁ καρπὸς τῆς ὑμετέρας σπουδῆς δείκνυσι τῆς ὑπακοῆς τὴν ἐκπλήρωσιν, φέρε καὶ ἡμεῖς τὸν μισθὸν, ὃν ὑπεσχόμεθα χθὲς, καταβάλωμεν ὑμῶν τῇ ἀγάπῃ· τὴν πνευματικὴν ταύτην λέγω διδασκαλίαν τὸν μισθὸν, καί μοι τῷ καταβάλλοντι δυνάμενον αὐξῆσαι τὴν περιουσίαν, καὶ ὑμᾶς τοὺς ὑποδεχομένους πλουσίους ἀπεργαζόμενον. Τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά· ὅπερ ἐπὶ τῶν αἰσθητῶν πραγμάτων οὐκ ἔνι. Ἐκεῖ μὲν γὰρ ὁ καταβαλὼν ἠλάττωσεν αὐτοῦ τὴν οὐσίαν, καὶ τὸν ὑποδεχόμενον εὐπορώτερον κατέστησεν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ὁ καταβαλὼν ταύτῃ μᾶλλον τὸν οἰκεῖον πλοῦτον αὔξει, καὶ τοῖς ὑποδεχομένοις μείζων ἡ περιουσία γίνεται. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἕτοιμοι πρὸς εὐγνωμοσύνην, καὶ ὑμεῖς οἱ ὑποδέχεσθαι μέλλοντες τὸν πλοῦτον τοῦτον τὸν πνευματικὸν, εὐτρεπισμένους ἔχετε τοὺς κόλπους τῆς διανοίας· φέρε τὴν ὑπόσχεσιν πληρώσωμεν, καὶ τῆς ἀκολουθίας πάλιν τῶν παρὰ τοῦ μακαρίου Μωϋσέως ἀνεγνωσμένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὸν μισθὸν καταβάλωμεν. Τίνα οὖν ἐστι τὰ σήμερον ἀνεγνωσμένα ἀναγκαῖον εἰς μέσον προθεῖναι, ἵν' οὕτω μετὰ ἀκριβείας διερευνώμενον τὸν τοῖς ῥήμασι ἐναποκεκρυμμένον πλοῦτον τῶν νοημάτων, προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἠκούσατε γὰρ ἀρτίως τῆς θείας Γραφῆς λεγούσης· Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Τί βούλεται ἡ βραχεῖα αὕτη λέξις, Τῷ δὲ Ἀδάμ; τίνος ἕνεκεν προσέθηκε τὸν σύνδεσμον; οὐ γὰρ ἤρκει εἰπεῖν, τῷ Ἀδάμ; Οὐχ ἁπλῶς ταῦτα διερευνᾶσθαι σπουδάζομεν, φιλοτιμίας ἕνεκεν περιττῆς, ἀλλ' ἵνα μετὰ ἀκριβείας ὑμῖν ἅπαντα ἑρμηνεύοντες παιδεύσωμεν ὑμᾶς μηδὲ βραχεῖαν λέξιν, μηδὲ συλλαβὴν μίαν παρατρέχειν τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων. Οὐ γὰρ ῥήματά ἐστιν ἁπλῶς, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἁγίου ῥήματα, καὶ διὰ τοῦτο πολύν ἐστι τὸν θησαυρὸν εὑρεῖν καὶ ἐν μιᾷ συλλαβῇ. Προσέχετε οὖν, παρακαλῶ, μετὰ ἀκριβείας· μηδεὶς νωθὴς, μηδεὶς ὑπνηλὸς, πάντες διεγηγερμένην μοι τὴν διάνοιαν παρέχετε· μηδεὶς ἔξω ῥεμβέσθω τὸν λογισμὸν, μηδὲ φροντίδας βιωτικὰς ἐπισυρόμενος ἐνταῦθα στηκέτω, ἀλλ' ἐννοῶν τῆς πνευματικῆς ταύτης συνόδου τὸ ἀξίωμα, καὶ ὅτι διὰ τῆς τῶν προφητῶν γλώττης τοῦ Θεοῦ πρὸς ἡμᾶς διαλεγομένου ἀκούομεν· οὕτω τὴν ἀκοὴν ὑπεχέτω, καὶ συντεταμένον ἐχέτω τὸν νοῦν, ἵνα μηδὲν τῶν παρ' ἡμῶν καταβαλλομένων σπερμάτων εἰς πέτραν κατενεχθῇ, ἢ παρὰ τὴν ὁδὸν, ἢ παρὰ τὰς ἀκάνθας, ἀλλ' ὁλόκληρον τὸ σπέρμα εἰς τὴν γῆν τὴν καλὴν καταβληθὲν, τὸ πλάτος λέγω τῆς διανοίας τῆς ὑμετέρας, δαψιλῆ τὸν καρπὸν ὑμῖν ἐνέγκαι δυνηθῇ, καὶ πολυπλασιάσῃ τὰ παρ' ἡμῶν καταβαλλόμενα. Ἀλλ' ἴδωμεν λοιπὸν τί βούλεται ἡμῖν αὕτη ἡ τοῦ συνδέσμου συμπλοκή. Τῷ δὲ Ἀδὰμ, φησὶν, οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Θέα μοι τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Εἰποῦσα, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν, Ὅμοιος αὐτῷ, τῇ προσθήκῃ παραδηλοῦσα ἡμῖν τὴν αἰτίαν, δι' ἣν τοῦ συνδέσμου τὴν συμπλοκὴν ἐποιήσατο. Οἶμαι λοιπὸν τοὺς ὀξύτερον ἐπιβάλλειν δυναμένους ἤδη προορᾷν τὸ μέλλον ὑφ' ὑμῶν ῥηθήσεσθαι. Ἀλλ' ἐπειδὴ προσήκει ἡμᾶς κοινὴν πρὸς ἅπαντας ποιουμένους τὴν διδασκαλίαν, πᾶσι σαφῆ ποιεῖν τὰ παρ' ἡμῶν λεγόμενα, φέρε διδάξωμεν ὑμᾶς τίνος ἕνεκεν οὕτως εἴρηκεν· ἀλλὰ μικρὸν ἀνάσχεσθε. Ἐπειδὴ γὰρ ἐν τοῖς πρῴην ῥηθεῖσι, καθάπερ μνημονεύετε, εἰποῦσα ἡ θεία Γραφὴ, ὅτι Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν, εὐθέως ἐδίδαξεν ἡμᾶς τὴν τῶν θηρίων, καὶ τῶν ἑρπετῶν, καὶ τῶν ἀλόγων ἁπάντων δημιουργίαν· φησὶ γὰρ, Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. Καὶ καθάπερ Δεσπότης πᾶσιν ἐπέθηκε τὰ ὀνόματα, καὶ τὴν οἰκείαν προσηγορίαν ἑκάστῳ γένει τῶν θηρίων, καὶ τῶν πετεινῶν, καὶ πάντων τῶν ἀλόγων κατὰ τὴν παρασχεθεῖσαν αὐτῷ σοφίαν ἀπένειμεν· ἵνα εἰδέναι ἔχωμεν λοιπὸν, ὅτι ἐκεῖνα μὲν ἅπαντα τὰ γεγενημένα, εἰ γὰρ ὑπηρεσίαν τινὰ πληροῖ καὶ συνεφάπτεται τῶν καμάτων αὐτῷ, ἀλλ' ὅμως ἄλογά ἐστι, καὶ πολλῷ τῷ μέτρῳ λειπόμενα τοῦ ἀνθρώπου· καὶ ἵνα μὴ νομίζωμεν ὅτι περὶ τούτων εἶπε, Ποιήσωμεν αὐτῷ βοηθόν. Εἰ γὰρ καὶ βοηθεῖ, καὶ πρὸς πολλὰ χρήσιμα καθέστηκε τῇ τοῦ ἀνθρώπου ὑπηρεσίᾳ, ἀλλ' ὅμως ἄλογά ἐστιν. Ὅτι μὲν γὰρ βοηθεῖ, δείκνυσιν αὐτὴ ἡ πεῖρα τῶν πραγμάτων. Καὶ γὰρ τὰ μὲν πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν ἡμῖν ἐστιν ἐπιτήδεια, τὰ δὲ πρὸς τὴν τῆς γῆς ἐργασίαν. Βοῦς μὲν γὰρ ἄροτρον ἕλκει, καὶ αὔλακας ἀνατέμνει, καὶ πολλὴν ἑτέραν χρείαν πρὸς τὴν γεωργίαν ἡμῖν εἰσφέρει· ὄνος δὲ πάλιν πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν πολλὴν παρέχει τὴν χρείαν, καὶ ἕτερα δὲ πολλὰ τῶν ἀλόγων ἡμῖν ὑπηρετεῖται πρὸς τὰς τοῦ σώματος χρείας. Καὶ γὰρ τὰ πρόβατα τὴν ἐκ τοῦ ἐρίου ἡμῖν χρείαν παρέχει πρὸς τὴν τῶν ἐνδυμάτων κατασκευὴν, καὶ αἱ αἶγες πάλιν ὡσαύτως καὶ τὴν ἀπὸ τῶν τριχῶν ἡμῖν λειτουργίαν εἰσφέρουσι, καὶ τὴν ἀπὸ τοῦ γάλακτος, καὶ ἕτερα πρὸς τροφὴν ἡμῖν ἐπιτήδεια. Ἵν' οὖν μὴ περὶ τούτων εἶναι νομίσῃς τὸ ἀνωτέρω εἰρημένον, ὅτι Ποιήσωμεν αὐτῷ βοηθὸν, διὰ τοῦτο νῦν ἀρχόμενος τοῦ λόγου, φησὶ, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· μονονουχὶ διδάσκων ἡμᾶς ὁ μακάριος Μωϋσῆς, καὶ ταῦτα λέγων τὰ ῥήματα, ὅτι ταῦτα μὲν ἅπαντα παρήχθη, καὶ τὰς τῶν ὀνομάτων προσηγορίας ἔλαβε παρὰ τοῦ Ἀδὰμ, ἀλλ' ὅμως οὐδὲν ἄξιον τούτων αὐτοῦ πρὸς βοήθειαν ηὑρέθη. Διὸ βούλεται ἡμᾶς διδάξαι τοῦ μέλλοντος ζώου παράγεσθαι τὴν διάπλασιν, καὶ ὅτι τοῦτο τὸ μέλλον δημιουργεῖσθαι ζῶον τοῦτό ἐστι περὶ οὗ ἔλεγε. Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν, ὅμοιον αὐτῷ φησι, τῆς αὐτῆς αὐτῷ οὐσίας, ἄξιον αὐτοῦ, μηδὲν αὐτοῦ λειπόμενον· διὰ τοῦτο ἔλεγε, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· δεικνὺς ἡμῖν ὁ μακάριος οὗτος, ὅτι ὅσην ἂν παρέχηται χρείαν ἡμῖν πρὸς ὑπηρεσίαν ταυτὶ τὰ ἄλογα, ἑτέρα τίς ἐστι βοήθεια καὶ πολλῷ τῷ μέτρῳ ὑπερακοντίζουσα τῷ Ἀδὰμ παρεχομένη παρὰ τῆς γυναικός.