Ancient Greek
ΟΜΙΛΙΑ ΙΕʹ Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-15
Not analysed yet
Ἐπεὶ οὖν πάντων παραχθέντων τῶν ζώων, καὶ τὰς προσηγορίας δεξαμένων παρὰ τοῦ πρωτοπλάστου ἐπεζήτει τὸν ὅμοιον αὐτῷ βοηθὸν ὁ φιλάνθρωπος Δεσπότης παραγαγεῖν, ὁ πάντα διὰ τὸν δημιουργηθέντα ὑπ' αὐτοῦ οἰκονομῶν, καὶ πᾶσαν τὴν κτίσιν ταύτην τὴν ὁρωμένην διὰ τοῦτον παραγαγὼν, μετὰ τῶν ἄλλων ἁπάντων καὶ τὴν γυναῖκα δημιουργεῖ. Καὶ ὅρα πῶς μετὰ ἀκριβείας ἡμᾶς διδάσκει καὶ τῆς δημιουργίας αὐτῆς τὴν διάπλασιν. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς, ὅτι βούλεται βοηθὸν αὐτῷ παραγαγεῖν ὅμοιον αὐτῷ· καὶ γὰρ ἀνωτέρω ἔλεγε· Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτὸν, καὶ ἐνταῦθά φησιν, Οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· διὰ τοῦτο ἐκ τῆς οὐσίας αὐτοῦ ταύτης τὴν διάπλασιν ἐργάζεται, καί φησι· Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Μεγάλη τῶν εἰρημένων ἡ δύναμις, καὶ πάντα λογισμὸν ἀνθρώπινον ὑπερβαίνουσα. Οὐδὲ γὰρ δυνατὸν ἑτέρως τούτων συνιέναι τὸ μέγεθος, μὴ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα κατοπτεύσαντα. Καὶ ἐπέβαλεν ὁ Θεὸς, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσεν. Ὅρα τὴν ἀκρίβειαν τῆς διδασκαλίας. Ἀμφότερα τέθεικεν ὁ μακάριος οὗτος προφήτης, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τούτου γλώττης, παιδεῦον ἡμᾶς τῶν γεγενημένων τὴν ἀκολουθίαν. Ἐπέβαλε, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσεν. Οὔτε ἔκστασις μόνον ἦν τὸ συμβὰν, οὔτε ὕπνος ὁ συνήθης, ἀλλ' ἐπειδὴ ὁ σοφὸς καὶ εὐμήχανος τῆς ἡμετέρας φύσεως δημιουργὸς ἔμελλεν ἐκ τῆς πλευρᾶς αὐτοῦ μίαν ἀφαιρεῖσθαι, ἵνα μὴ ἡ αἴσθησις ὀδύνην αὐτῷ ἐργάσηται, καὶ μετὰ ταῦτα πρὸς τὴν ἐξ ἐκείνης τῆς πλευρᾶς διαπλαττομένην ἀπεχθῶς ἔχῃ διακεῖσθαι, καὶ μισήσῃ τὸ πλαττόμενον ζῶον τῆς ὀδύνης μεμνημένος, διὰ τοῦτο τοσοῦτον αὐτῷ ὕπνον ἐπήγαγεν, ἔκστασιν ἐπιβαλὼν, καὶ ὥσπερ κάρῳ τινὶ κατασχεθῆναι προστάξας, ἵνα μηδεμίαν αἴσθησιν δέξηται τοῦ γινομένου, ἀλλὰ καθάπερ τεχνίτης ἄριστος καὶ ἀφέληται τὸ δοκοῦν, καὶ ἀναπληρώσῃ τὸ λεῖπον, καὶ οὕτω τὸ ληφθὲν δημιουργήσῃ κατὰ τὴν οἰκείαν φιλανθρωπίαν. Ἐπέβαλε γὰρ, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς· ἵνα μὴ ἔχῃ μετὰ τὴν τοῦ ὕπνου ἀπαλλαγὴν ἐκ τοῦ λείποντος αἰσθάνεσθαι τοῦ γεγενημένου. Εἰ γὰρ καὶ ἐν τῷ τῆς ἀφαιρέσεως καιρῷ ἠγνόησεν, ἀλλ' ὅμως ἔμελλε μετὰ ταῦτα ἐπιγινώσκειν τὸ γεγονός. Ἵν' οὖν μήτε ἐν τῷ ἀφαιρεῖσθαι ὀδύνην αὐτῷ ἐμποιήσῃ, μήτε μετὰ ταῦτα ἡ ἔλλειψις ἀθυμίαν ἐργάσηται, ἀμφότερα οὕτως ᾠκονόμησε, καὶ ἀφελόμενος ἀνωδύνως, καὶ πληρώσας τὸ λεῖπον, καὶ μὴ συγχωρήσας μηδενὸς αὐτὸν τῶν γεγενημένων αἴσθησιν δέξασθαι. Λαβὼν οὖν, φησὶ, ταύτην τὴν πλευρὰν, ᾠκοδόμησε Κύριος ὁ Θεὸς εἰς γυναῖκα. Παράδοξον τὸ εἰρημένον, καὶ νικῶν μετὰ πολλῆς τῆς ὑπερβολῆς τὸν ἡμέτερον λογισμόν. Τοιαῦτα γὰρ ἅπαντα τὰ παρὰ τοῦ Δεσπότου. Τοῦ γὰρ ἀπὸ τοῦ χοὸς πλασθῆναι τὸν ἄνθρωπον οὐκ ἔλαττον τοῦτο. Καὶ ὅρα τὴν συγκατάβασιν τῆς θείας Γραφῆς, ὅσοις ῥήμασι κέχρηται διὰ τὴν ἡμετέραν ἀσθένειαν. Καὶ ἔλαβε, φησὶ, μίαν τῶν πλευρῶν αὐτοῦ. Μὴ ἀνθρωπίνως δέχου τὰ λεγόμενα, ἀλλὰ τὴν παχύτητα τῶν λέξεων τῇ ἀσθενείᾳ λογίζου τῇ ἀνθρωπίνῃ. Εἰ γὰρ μὴ τούτοις τοῖς ῥήμασιν ἐχρήσατο, πῶς ἂν μαθεῖν ἠδυνήθημεν ταῦτα τὰ ἀπόῤῥητα μυστήρια; Μὴ τοῖς ῥήμασιν οὖν μόνοις ἐναπομείνωμεν, ἀλλὰ θεοπρεπῶς ἅπαντα νοῶμεν ὡς ἐπὶ Θεοῦ. Τὸ γὰρ, Ἔλαβε, καὶ ὅσα τοιαῦτα, διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν εἴρηται. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα πάλιν τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο, ᾗ καὶ ἐπὶ τοῦ Ἀδάμ. Ὥσπερ γὰρ ἐκεῖ καὶ ἅπαξ, καὶ δεύτερον, καὶ πολλάκις εἶπε· Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε· καὶ πάλιν, Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ· καὶ πάλιν, Καὶ εἶπε Κύριος ὁ Θεὸς, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν· οὕτω καὶ νῦν φησι, Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβε ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα· καὶ ἀνωτέρω, Καὶ ἐπέβαλε Κύριος ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ· ἵνα μάθῃς ὡς οὐδεμία διαφορά ἐστι Πατρὸς καὶ υἱοῦ ἐν ταῖς λέξεσιν, ἀλλὰ διὰ τὸ μίαν εἶναι τὴν οὐσίαν ἀμφοτέρων, ἀδιαφόρως ἡ Γραφὴ κέχρηται τοῖς ὀνόμασιν. Ἰδοὺ γοῦν καὶ ἐπὶ τῆς διαπλάσεως τῆς γυναικὸς τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο εἰποῦσα, Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. Τί ἂν εἴποιεν ἐνταῦθα οἱ αἱρετικοὶ, οἱ πάντα περιεργάζεσθαι βουλόμενοι, καὶ τοῦ δημιουργοῦ τῶν ὅλων τὴν γέννησιν κατειληφέναι οἰόμενοι; Ποῖος λόγος τοῦτο ἑρμηνεῦσαι δύναται; ποῖος νοῦς καταλαβεῖν; Μίαν πλευρὰν, φησὶν, ἔλαβε· καὶ πῶς ἐκ ταύτης τῆς μιᾶς τὸ ὅλον ζῶον διέπλασε; Τί δὲ λέγω, πῶς ἐκ ταύτης τῆς μιᾶς τὸ ζῶον διέπλασεν; Εἰπέ μοι πῶς ἡ ἀφαίρεσις γέγονε; πῶς αἴσθησιν οὐκ ἔλαβε τῆς ἀφαιρέσεως; Ἀλλ' οὐδὲν τούτων δυνήσῃ εἰπεῖν· μόνος γὰρ ἐκεῖνος οἶδεν ὁ τὴν δημιουργίαν ἐργασάμενος. Εἰ τοίνυν ταῦτα τὰ ἐν χερσὶ, καὶ τὰ τῆς διαπλάσεως τοῦ ὁμογενοῦς ἡμῖν εὑρεῖν ζώου οὐ καταλαμβάνομεν, πόσης ἂν εἴη μανίας καὶ παραφροσύνης τὰ κατὰ τὸν δημιουργὸν περιεργάζεσθαι, καὶ ἐκεῖνα φάσκειν κατειληφέναι ὧν οὔτε αἱ ἀσώματοι καὶ θεῖαι δυνάμεις τὴν ἀκριβῆ γνῶσιν ἔχουσιν, ἀλλὰ μετὰ φόβου καὶ τρόμου δοξολογοῦσαι διηνεκῶς διατελοῦσι;