Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ΙΖʹ Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-16
Not analysed yet
Ἱκανῶς, οἶμαι, κατὰ δύναμιν τὴν ἡμετέραν πρώην τὴν διὰ τοῦ ξύλου ἑρμηνείαν διεξήλθομεν, διδάξαντες τὴν ὑμετέραν ἀγάπην, τίνος ἕνεκεν γνωστὸν καλοῦ καὶ πονηροῦ αὐτὸ ἐκάλεσεν ἡ θεία Γραφή· διὸ βούλομαι σήμερον τοῖς ἑξῆς ἐπεξελθεῖν, ἵνα μάθητε τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅσῃ κέχρηται συγκαταβάσει διὰ τὴν περὶ τὸ γένος τὸ ἡμέτερον κηδεμονίαν. Πάντα γὰρ ἐποίησε καὶ ἐπραγματεύσατο, ὥστε τὸ ζῶον τοῦτο τὸ λογικὸν τὸ ὑπ' αὐτοῦ δημιουργηθὲν ἐν πάσῃ τιμῇ τυγχάνειν, καὶ κατὰ μηδὲν ἐλαττοῦσθαι τῆς τῶν ἀγγέλων διαγωγῆς, ἀλλὰ καὶ ἐν σώματι τὴν ἐκείνων ἀπάθειαν κεκτῆσθαι. Ἐπειδὴ δὲ διὰ ῥᾳθυμίαν εἶδε παραβάντας ἀμφοτέρους τὰ ὑπ' αὐτοῦ προστεταγμένα, καὶ ταῦτα προαναστείλαντος αὐτοῦ διὰ τῆς ἀπειλῆς, καὶ ἀσφαλεστέρους ἐργασαμένου, οὐδὲ οὕτως ἵσταται τῆς φιλανθρωπίας τῆς ἑαυτοῦ, ἀλλὰ τὴν οἰκείαν ἀγαθότητα μιμούμενος, καθάπερ πατὴρ φιλόστοργος τὸν ἑαυτοῦ παῖδα ὁρῶν διὰ ῥᾳθυμίαν ἀνάξια τῆς ἑαυτοῦ εὐγενείας διαπραττόμενον, καὶ ἀπὸ τῆς ἀνωτάτω τιμῆς εἰς ἐσχάτην εὐτέλειαν κατενεχθέντα, τοῖς πατρικοῖς σπλάγχνοις διαθερμαινόμενος, οὐδὲ οὕτως αὐτὸν περιιδεῖν ἀνέχεται, ἀλλὰ πάλιν τὰ παρ' ἑαυτοῦ ἐπιδείκνυται, βουλόμενος κατὰ μικρὸν τῆς εὐτελείας ἐκείνης ἀπαλλάξαι, καὶ εἰς τὴν ἀρχαίαν ἀναγαγεῖν τιμήν. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεὸς οἰκτείρας τὸν ἄνθρωπον τῆς ἐπιβουλῆς, ἧς ὑπέμεινε συναπατηθεὶς τῇ γυναικὶ, καὶ δεξάμενος τὴν τοῦ διαβόλου συμβουλὴν τὴν διὰ τοῦ ὄφεως, καθάπερ ἰατρὸς πρὸς ἀῤῥωστοῦντα καὶ κάμνοντα καὶ κείμενον, καὶ δεόμενον πολλῆς τῆς θεραπείας καὶ τῶν τοῦ ἰατροῦ χειρῶν, παραγίνεται εὐθέως πρὸς αὐτόν. Ἀλλ' ἵνα καὶ ἐξ αὐτῶν τῶν ῥημάτων μάθητε τὴν ἄφατον τοῦ Θεοῦ συγκατάβασιν, ἀναγκαῖον ἀκοῦσαι τῶν ἀνεγνωσμένων. Καὶ ἤκουσαν, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα παρὰ τῆς θείας Γραφῆς, μηδὲ ταῖς λέξεσιν ἐναπομείνωμεν, ἀλλ' ἐννοῶμεν, ὅτι διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν ἡ ταπεινότης τῶν λέξεων ἔγκειται, καὶ θεοπρεπῶς ἅπαντα γίνεται διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Εἰπὲ γάρ μοι, εἰ βουληθείημεν τῇ προφορᾷ τῶν ῥημάτων κατακολουθῆσαι, καὶ μὴ θεοπρεπῶς ἐκλαβεῖν τὰ λεγόμενα, πῶς οὐ πολλὰ ἕψεται τὰ ἄτοπα; Ἰδοὺ γὰρ ἐξ αὐτοῦ τοῦ προοιμίου τῶν ἀνεγνωσμένων σκοπήσωμεν· Καὶ ἤκουσαν, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν. Τί λέγεις; ὁ Θεὸς περιπατεῖ; καὶ πόδας αὐτῷ περιάψομεν; καὶ οὐδὲν ὑψηλὸν ἐκ τούτου ἐννοήσομεν; Οὐ περιπατεῖ ὁ Θεός· μὴ γένοιτο. Πῶς γὰρ ἂν, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; οὗ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον, οὗτος τῷ παραδείσῳ ἐμπεριέχεται; Καὶ τίς ταῦτα ἂν εἴποι τῶν νοῦν ἐχόντων; Τί οὖν ἐστι τὸ, Ἥκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν; Αἴσθησιν αὐτοῖς τοιαύτην ἠβουλήθη παρασχεῖν, ἵνα εἰς ἀγωνίαν αὐτοὺς ἐμβάλῃ· ὃ δὴ καὶ γέγονε. Τοσαύτην γὰρ ἔσχον τὴν αἴσθησιν, ὡς τοῦ Θεοῦ παραγενομένου κρύπτεσθαι ἐπιχειρεῖν. Ἐπεισῆλθε γὰρ ἡ ἁμαρτία καὶ ἡ παράβασις, καὶ κατεσκεδάσθη αὐτοῖς ἡ αἰσχύνη. Ὁ γὰρ ἀδέκαστος δικαστὴς, τὸ συνειδὸς λέγω, κατεξανιστάμενος λαμπρᾷ τῇ φωνῇ ἐβόα, καὶ κατηγόρει, καὶ ἐδείκνυ, καὶ ὡσανεὶ πρὸ τῶν ὀφθαλμῶν ὑπέγραφεν αὐτοῖς τῶν ἁμαρτημάτων τὸ μέγεθος. Διὰ τοῦτο γὰρ ὁ φιλάνθρωπος Δεσπότης ἄνωθεν καὶ ἐκ προοιμίων διαπλάττων τὸν ἄνθρωπον, τὸ συνειδὸς αὐτῷ ἐνέθετο κατήγορον ἀδιάλειπτον, παραλογισθῆναι μὴ δυνάμενον, μηδὲ ἀπάτην ὑπομεῖναί ποτε. Ἀλλὰ κἂν πάντας ἀνθρώπους λαθεῖν τις δυνηθείη τὴν ἁμαρτίαν ἐργασάμενος καὶ τὴν ἄτοπον πρᾶξιν ἐπιτελέσας, ἐκεῖνον τὸν κατήγορον λαθεῖν οὐ δύναται, ἀλλὰ περιέρχεται διηνεκῶς αὐτὸν ἔνδον ἔχων ἐνοχλοῦντα, καταξαίνοντα, μαστίζοντα, οὐδέποτε ἠρεμοῦντα, ἀλλὰ καὶ ἐν ἀγορᾷ, καὶ ἐν συλλόγοις, καὶ ἐν τραπέζῃ, καὶ καθεύδοντι, καὶ διανισταμένῳ ἐπιτιθέμενον, καὶ δίκην ἀπαιτοῦντα τῶν πεπλημμελημένων, καὶ ὑπ' ὄψιν ἄγοντα καὶ τῶν ἡμαρτημένων τὴν ἀτοπίαν, καὶ τὴν ἑπομένην αὐτῷ κόλασιν. καὶ καθάπερ ἰατρὸς ἄριστος οὐ παύεται τὰ παρ' ἑαυτοῦ φάρμακα ἐπιτιθείς· κἂν ἴδῃ διακρουόμενον, οὐδὲ οὕτως ἀφίσταται, ἀλλὰ διηνεκῆ τὴν ἐπιμέλειαν ποιεῖται.