Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ ΙΖʹ Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-17
Not analysed yet
Τοῦτο γὰρ αὐτοῦ ἔργον, ἀδιάλειπτον ὑπόμνησιν εἰσάγειν, καὶ μὴ συγχωρεῖν αὐτῷ λήθην ποτὲ ποιήσασθαι τῶν εἰργασμένων, ἀλλ' ὑπ' ὄψιν αὐτῷ τιθέναι, ἵνα κἂν ταύτῃ ὀκνηροτέρους ἡμᾶς ἐργάσηται πρὸς τὸ τοῖς αὐτοῖς περιπεσεῖν. Εἰ γὰρ καὶ τὴν ἐντεῦθεν ἔχοντες συμμαχίαν, καὶ τὴν ἀπὸ τοῦ συνειδότος βοήθειαν, καὶ τὸν σφοδρὸν τοῦτον κατήγορον ἐπικείμενον, καὶ μαστίζοντα ἡμῶν τὸ συνειδὸς, καταξαίνοντα τὴν καρδίαν, καὶ δημίου παντὸς βαρύτερον ἐπικείμενον, οὐδὲ οὕτως οἱ πολλοὶ τῆς ῥᾳθυμίας περιγινόμεθα· εἰ μὴ ταύτην εἴχομεν τὴν βοήθειαν, ποῦ οὐκ ἂν ταχέως ἐξωκείλαμεν; Διά τοι τοῦτο καὶ ὁ πρωτόπλαστος νῦν αἴσθησιν λαβὼν τοιαύτην, καὶ τὴν παρουσίαν τοῦ Δεσπότου ἐννοήσας, εὐθέως κρύπτεται. Τίνος ἕνεκεν, εἰπέ μοι; Ἐπειδὴ ἑώρα σφοδρὸν αὐτῷ τὸν κατήγορον ἐφεστῶτα, τὸ συνειδὸς λέγω. Οὐδένα γὰρ ἕτερον εἶχε τὸν διελέγχοντα καὶ μάρτυρα ὄντα τῶν ἐπταισμένων, ἀλλ' ἐκεῖνον μόνον, ὃν ἔνδοθεν περιέφερεν. Ἄλλως δὲ μετὰ τῆς τοῦ συνειδότος κατηγορίας καὶ ἡ ἀφαίρεσις τῆς δόξης τῆς πρότερον αὐτοὺς καθάπερ ἱμάτιον λαμπρὸν περιστελλούσης ἐδίδασκεν αὐτοὺς διὰ τῆς γυμνότητος τῆς ἁμαρτίας ἧς εἰργάσαντο τὸ μέγεθος. Ἐπεὶ οὖν μετὰ τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπὴν αἰσχύνῃ περιεβλήθησαν, κρύπτεσθαι ἐπεχείρουν. Ἤκουσαν γὰρ, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ παραδείσου. Οὐδὲν ἁμαρτίας χεῖρον, ἀγαπητέ· αὕτη γὰρ ἐπεισελθοῦσα οὐ μόνον αἰσχύνης ἡμᾶς πληροῖ, ἀλλὰ καὶ ἀνοήτους ἐργάζεται τοὺς πρότερον συνετοὺς, καὶ σοφίας πολλῆς πεπληρωμένους. Ἐννόησον γάρ μοι πόσῃ τῇ ἀνοίᾳ λοιπὸν κέχρηται ὁ τοσαύτης μετέχων σοφίας πρὸ τούτου, ὁ διὰ τῶν πραγμάτων ἡμῖν τὴν παρασχεθεῖσαν αὐτῷ σοφίαν ἐπιδεικνύμενος, ὁ τοιαῦτα προφητεύσας· Ἀκούσας, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, ἐκρύβη αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. Πόσης οὐκ ἂν εἴη τοῦτο ἀνοίας, τὸν Θεὸν τὸν πανταχοῦ παρόντα, τὸν Δημιουργὸν, τὸν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγόντα, τὸν τὰ λανθάνοντα ἐπιστάμενον, τὸν πλάσαντα καταμόνας τὰς καρδίας τῶν ἀνθρώπων, καὶ συνιέντα εἰς πάντα τὰ ἔργα αὐτῶν, τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, τὸν αὐτὰ τὰ κινήματα τῆς καρδίας ἡμῶν ἐπιστάμενον, τοῦτον κρύπτεσθαι ἐπεχείρουν; Ἀλλὰ μὴ θαυμάσῃς, ἀγαπητέ· τοιοῦτον γὰρ τῶν ἁμαρτανόντων τὸ ἔθος· κἂν μὴ δύνωνται λανθάνειν, ὅμως σπουδάζουσι λανθάνειν. Ὅτι γὰρ οὐ φέροντες τὴν αἰσχύνην ἣν μετὰ τὴν ἁμαρτίαν ἑαυτοὺς περιέβαλον, γυμνώσαντες ἑαυτοὺς τῆς ἀφθάρτου δόξης ἐκείνης, τοῦτο ἐποίουν, ἐννόει καὶ ποῦ κρύπτονται· ἐν μέσῳ τοῦ παραδείσου. Καθάπερ γὰρ μαστιγίαι τινὲς καὶ οἰκέται, ἀγνώμονες, οὐ δυνάμενοι λαθεῖν τὸν οἰκεῖον δεσπότην, ὧδε κἀκεῖσε περὶ τὰς γωνίας τοῦ οἴκου περιτρέχειν ἐπιχειροῦσι, τοῦ φόβου κατασείοντος αὐτῶν τὴν διάνοιαν· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οὐδεμίαν εὑρίσκοντες ἀποφυγὴν, ἐν αὐτῷ τῷ οἴκῳ περιστρέφονται, τοῦτ' ἔστιν ἐν τῷ παραδείσῳ. Οὐχ ἁπλῶς δὲ πρόσκειται ὁ καιρός· Ἤκουσαν γὰρ, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν· ἀλλ' ἵνα μάθῃς τοῦ Δεσπότου τὴν φιλανθρωπίαν, ὅτι οὐδὲ τὸ τυχὸν ἀνεβάλετο, ἀλλ' εὐθέως εἶδε τὸ γεγονὸς, καὶ τοῦ ἕλκους τὸ μέγεθος, καὶ ἐπὶ τὴν ἰατρείαν ἔσπευσεν, ἵνα μὴ νομὴν ἐργασάμενον τὸ ἕλκος, ἀνίατον τὸ τραῦμα κατασκευάσῃ· διὰ τοῦτο προκαταλαμβάνειν ἐπείγεται, καὶ εὐθέως πρὸς τὴν νομὴν τοῦ ἕλκους ἵσταται, καὶ οὐδὲ πρὸς βραχὺ κατέλιπεν ἀπρονόητον, τὴν οἰκείαν ἀγαθότητα μιμούμενος. Καὶ γὰρ τοσαύτην ἀπεδείξατο τὴν μανίαν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας, ἀεὶ βασκαίνων τοῖς ἡμετέροις ἀγαθοῖς, ὡς ἐξ αὐτῶν τῶν προοιμίων τὴν ἐπιβουλὴν ἐργάσασθαι, καὶ διὰ τῆς ὀλεθρίου συμβουλῆς τῆς θαυμαστῆς ἐκείνης διαγωγῆς αὐτοὺς ἀποστερῆσαι. Ἀλλ' ὁ εὐμήχανος Θεὸς, ὁ κατὰ τὴν αὑτοῦ σοφίαν τὰ ἡμέτερα οἰκονομῶν, ὁρῶν μὲν καὶ τοῦ διαβόλου τὴν γεγενημένην κακουργίαν, καὶ τοῦ ἀνθρώπου δὲ τὴν ῥᾳθυμίαν, δι' ἧς εἰς τοσαύτην αἰσχύνην ἑαυτὸν περιέβαλε συναπατηθεὶς τῇ γυναικὶ, ἐφίσταται, καὶ καθάπερ δικαστὴς ἥμερος καὶ φιλάνθρωπος καθίζει δικαστήριον φόβου καὶ φρίκης γέμον, καὶ τὴν ἐξέτασιν μετὰ ἀκριβείας ποιεῖται· ἡμᾶς διὰ τούτου παιδεύων, μὴ πρότερον τοὺς ὁμογενεῖς καταδικάζειν, πρὶν ἂν ἀκριβῆ τὴν ἐξέτασιν ποιησώμεθα.