Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΙΗʹ Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-17
Not analysed yet
Εἴδετε χθὲς Δικαστοῦ φιλανθρωπίαν; εἴδετε ἐξέτασιν ἀγαθότητος γέμουσαν; εἴδετε τιμωριῶν διαφοράν; πῶς μὲν ὁ διὰ τῆς ἀπάτης ὑποσκελίσας ἐτιμωρήθη, πῶς δὲ ἡ τοῖς ὑποσκελισθεῖσιν ἐπαχθεῖσα τιμωρία πολλὴν δείκνυσι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν; εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις τὸ παραστῆναι τῷ δικαστηρίῳ, καὶ ἰδεῖν ὅπως προεχώρησεν ἡ ἐξέτασις; Ἔγνωμεν γὰρ, ὅσων τε καὶ ἡλίκων ἀγαθῶν ἑαυτοὺς ἀπεστέρησαν ὅ τε Ἀδὰμ, ἥ τε Εὔα, διὰ τῆς παραβάσεως τῆς δοθείσης ἐντολῆς, γυμνωθέντες τῆς δόξης ἐκείνης τῆς ἀφάτου, καὶ τῆς ζωῆς τῆς οὐδὲν ἔλαττον σχεδὸν ἐχούσης τῶν ἀγγέλων. Εἴδομεν τὴν ἀνεξικακίαν τοῦ Δεσπότου, ἐπαιδεύθημεν ὅσον κακόν ἐστι ῥᾳθυμία, καὶ ὅπως καὶ τῶν ἤδη ὑπηργμένων ἀγαθῶν γυμνοὺς καὶ ἐρήμους ἡμᾶς ἐργάζεται, καὶ ἐν πολλῇ καθίστησι τῇ αἰσχύνῃ. Διὸ, παρακαλῶ, νήφωμεν, καὶ τὰ ἐκείνων πτώματα ἡμῖν γενέσθω φάρμακα, καὶ ἡ ἐκείνων ῥᾳθυμία ἡμῖν γενέσθω ἀσφαλείας ὑπόθεσις· ἐπειδὴ καὶ μείζων ἡ τιμωρία τοῖς εἰς τὸ ἑξῆς τὰ αὐτὰ πλημμελοῦσιν, ὅσῳ μηδὲ τοῖς ὑποδείγμασι σωφρονέστεροι γενέσθαι ἠβουλήθησαν. Οὐδὲ γὰρ οἱ μετὰ ταῦτα τὰ αὐτὰ τοῖς προτέροις ἁμαρτάνοντες τὴν αὐτὴν εἰσπράττονται δίκην. Καὶ τοῦτο συντόμως μαθεῖν ἔξεστιν ἀπὸ τοῦ σοφοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ μακαρίου Παύλου φημὶ, λέγοντος· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐννόμως ἥμαρτον, διὰ νόμου κριθήσονται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐ τὴν αὐτὴν δώσουσι δίκην οἱ πρὸ τοῦ νόμου, καὶ οἱ μετὰ τὸν νόμον, ἀλλὰ βαρυτέρας ὑποστήσονται τιμωρίας οἱ μετὰ τὴν τοῦ νόμου δόσιν ἁμαρτάνοντες. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἡμερωτέραν αὐτοῖς ποιεῖ τὴν τιμωρίαν τὸ μὴ ἔχειν τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν τε καὶ βοήθειαν. Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὗτοι δὲ, φησὶν, ἐπειδὴ καὶ τὸν νόμον ἔσχον διδάσκαλον, καὶ οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλὰ τὰ αὐτὰ ἐκείνοις ἥμαρτον, μείζονα καὶ τὴν δίκην τίσουσι. Ἀλλ' ἀκούσωμεν καὶ τῶν σήμερον ἀναγνωσθέντων. Καὶ ἐκάλεσε, φησὶν, Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Ὅρα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, πῶς οὐδὲ τοῦτο παρῆκεν, ἀλλ' ἐδίδαξεν ἡμᾶς, ὅτι καὶ τῇ γυναικὶ προσηγορίαν ὁ Ἀδὰμ ἐπέθηκεν. Ἐκάλεσε, γὰρ, φησὶ, τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων· τουτέστιν, αὕτη ἀρχή ἐστι πάντων τῶν ἐξ αὐτῆς ἐσομένων, καὶ ῥίζα καὶ θεμέλιος τῆς μετὰ ταῦτα γενεᾶς. Εἶτα μετὰ τὸ διδάξαι ἡμᾶς τὴν ἐπιτεθεῖσαν τῇ γυναικὶ προσηγορίαν, πάλιν δείκνυσιν ἡμῖν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅπως οὐ περιορᾷ ἐν τοσαύτῃ αἰσχύνῃ καὶ γυμνότητι τοὺς ὑπ' αὐτοῦ δημιουργηθέντας. Καὶ ἐποίησε, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καθάπερ γὰρ πατὴρ εὔσπλαγχνος παῖδα ἔχων εὐγενῆ, καὶ μετὰ πάσης ἐπιμελείας ἀνατρεφόμενον, καὶ τρυφῆς ἁπάσης ἀπολαύοντα, καὶ ἑστίᾳ λαμπρᾷ κεχρημένον, καὶ σηρικὰ ἱμάτια περιβεβλημένον, καὶ μετὰ ἀδείας τῇ περιουσίᾳ καὶ τῷ πλούτῳ κεχρημένον τῷ πατρικῷ, ὁρῶν ὕστερον ἀπὸ τῆς ἀνέσεως ταύτης τῆς πολλῆς εἰς κρημνὸν κακίας ἐξοκείλαντα, πάντων ἐκείνων ἀποστερήσας καὶ τῇ ἑαυτοῦ ἐξουσίᾳ ὑποτάξας, καὶ τῆς ἐσθῆτος γυμνώσας, ἱμάτιον εὐτελὲς αὐτῷ πολλάκις καὶ δουλικὸν περιτίθησιν, ὥστε μὴ πάντη γυμνὸν εἶναι καὶ ἀσχημονεῖν· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος Θεὸς, ἐπειδὴ ἀναξίους ἑαυτοὺς κατέστησαν τοῦ λαμπροῦ ἐκείνου καὶ φαιδροῦ ἐνδύματος, τοῦ περιστέλλοντος αὐτοὺς, καὶ παρασκευάζοντος ἀνωτέρους εἶναι τῶν σωματικῶν ἀναγκῶν, γυμνώσας αὐτοὺς τῆς δόξης ἐκείνης ἁπάσης, καὶ τῆς ἀπολαύσεως, ἧς πρότερον μετεῖχον, πρὶν ἢ πεσεῖν τὸ πτῶμα τοῦτο τὸ χαλεπὸν, πολὺν περὶ αὐτοὺς τὸν οἶκτον ἐπιδεικνύμενος, καὶ ἐλεῶν αὐτοὺς τῆς ἐκπτώσεως, καὶ ὁρῶν πολλὴν τὴν ἀσχημοσύνην περιβεβλημένους, καὶ οὐκ εἰδότας, ὅ τι καὶ πράξουσι, πρὸς τὸ μὴ γυμνοὺς εἶναι καὶ ἐνασχημονεῖν, χιτῶνας αὐτοῖς ἐργάζεται δερματίνους καὶ ἀμφιέννυσι. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα· ἐπειδὰν γὰρ εὕρῃ τοὺς αὐτῷ πειθομένους, διὰ τῆς βραχείας ἡδονῆς ὑποσκελίσας, καὶ εἰς αὐτὸν τῆς κακίας τὸν βυθὸν καταγαγὼν, καὶ πάσης αἰσχύνης καὶ ἀτιμίας πληρώσας, ἀφίησι κεῖσθαι κάτω, ἐλεεινὸν θέαμα τοῖς ὁρῶσιν. Ἀλλ' ὁ τῶν ἡμετέρων ψυχῶν κηδεμὼν, ὁρῶν αὐτοὺς ἐν ἀμηχανίᾳ πολλῇ, οὐδὲ οὕτω περιιδεῖν ἀνέχεται, ἀλλὰ σκέπην αὐτοῖς ἐπινοεῖ, διὰ τῆς εὐτελείας τοῦ ἐνδύματος δεικνὺς αὐτοῖς οἵων ἑαυτοὺς κατέστησαν ἀξίους ἐνδυμάτων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Ὅρα πόση τῆς θείας Γραφῆς ἡ συγκατάβασις. Ἀλλ' ὅπερ πολλάκις εἶπον, καὶ νῦν λέγω· θεοπρεπῶς ἅπαντα νοῶμεν, καὶ τὸ, Ἐποίησεν, ἀντὶ τοῦ, Προσέταξεν, νοῶμεν. Ἐκέλευσε χιτῶνας δερματίνους αὐτοὺς περιβαλέσθαι ὑπόμνημα διηνεκὲς τῆς παρακοῆς.