Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ ΙΗʹ Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-18
Not analysed yet
Ἀκουέτωσαν οἱ πλουτοῦντες, οἱ ἐντρυφῶντες τοῖς τῶν σκωλήκων νήμασι, καὶ τὰ σηρικὰ περιβαλλόμενοι, καὶ μανθανέτωσαν πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων παιδεύων τὴν ἀνθρωπίνην φύσιν ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ διὰ τὴν παράβασιν τῷ ἐπιτιμίῳ τοῦ θανάτου γέγονεν ὑπεύθυνος ὁ πρωτόπλαστος, ἐχρῆν δὲ ἱμάτιον αὐτῷ περιτεθῆναι τὸ τὴν αἰσχύνην καλύπτον, δερματίνους αὐτοῖς ἐποίησε χιτῶνας, διδάσκων ἡμᾶς φεύγειν τὸν ὑγρὸν καὶ διαλελυμένον βίον, καὶ μὴ τὸν ἀνειμένον καὶ βλακείας γέμοντα μεταδιώκειν, ἀλλὰ τὸν αὐστηρὸν μᾶλλον ἀσπάζεσθαι. Ἀλλ' ἴσως ἀχθόμενοι πρὸς τὰ λεγόμενα οἱ πλουτοῦντες ἐροῦσι· Τί οὖν; δερματίνους ἡμᾶς χιτῶνας κελεύεις περιβαλέσθαι; Οὐ τοῦτο λέγω· οὐδὲ γὰρ ἐκεῖνοι εἰς τὸ διηνεκὲς ἐκείνοις τοῖς χιτῶσιν ἐκέχρηντο· ὁ γὰρ φιλάνθρωπος Δεσπότης ἀεὶ ταῖς προλαβούσαις εὐεργεσίαις ἑτέρας προστίθησιν. Ἐπειδὴ γὰρ λοιπὸν ὑπευθύνους ἑαυτοὺς κατέστησαν ταῖς σωματικαῖς ἀνάγκαις, τῆς ἀπαθείας ἐκείνης καὶ τῆς ἀγγελικῆς διαγωγῆς ἀποστερηθέντες, μετὰ ταῦτα ᾠκονόμησεν, ἀπὸ τῶν ἐρίων τῶν προβάτων τὰ ἐνδύματα τοῖς ἀνθρώποις κατασκευάζεσθαι, οὐδενὸς ἑτέρου ἕνεκεν, ἢ ὥστε σκέπην γενέσθαι, καὶ μὴ τὸ λογικὸν τοῦτο ζῶον κατὰ τὸ αὐτὸ τοῖς ἀλόγοις ἐν γυμνότητι καὶ ἀσχημοσύνῃ διάγειν. Ἡ τοίνυν τῶν ἱματίων περιβολὴ ὑπόμνησις ἡμῖν γενέσθω διηνεκὴς τῆς τῶν ἀγαθῶν ἐκπτώσεως, καὶ τῆς τιμωρίας διδασκαλία, ἣν διὰ τὴν παρακοὴν τὸ τῶν ἀνθρώπων γένος ἐδέξατο. Λεγέτωσαν τοίνυν ἡμῖν οἱ τοσαύτῃ κεχρημένοι τῇ φαντασίᾳ, ὡς μηδὲ εἰδέναι λοιπὸν τὰ ἀπὸ τοῦ ἐρίου τῶν προβάτων ἐνδύματα, ἀλλὰ τὰ σηρικὰ περιβαλλόμενοι καὶ εἰς τοσοῦτον ἐξοκείλαντες μανίας, ὡς καὶ χρυσίον συνυφαίνειν τοῖς ἐνδύμασι· μάλιστα γὰρ τὸ τῶν γυναικῶν γένος ταύτην ἡμῖν ἐπιδείκνυται τὴν βλακείαν· τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τούτοις τὸ σῶμα καλλωπίζεις, καὶ χαίρεις τῇ ἐντεῦθεν περιβολῇ, καὶ οὐκ ἐννοεῖς ὅτι ἀντὶ μεγίστης τιμωρίας διὰ τὴν παράβασιν ἡ σκέπη αὕτη ἐπενοήθη; Διὰ τί γὰρ μὴ ἀκούεις Παύλου λέγοντος· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα; Ὁρᾷς ὅτι ἑνὸς μόνου δεῖ φροντίζειν, τοῦ μὴ γυμνὸν εἶναι τὸ σῶμα, τοῦ σκέπεσθαι μόνον, μηκέτι δὲ καὶ περὶ διαφορᾶς ἐσθῆτος φροντίδα ποιεῖσθαι; Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν ἔλθωμεν· Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ὅρα πάλιν Θεοῦ συγκατάβασιν. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Εἶδες πόση τῆς λέξεως ἡ ταπείνωσις; Ταῦτα δὲ ἅπαντα θεοπρεπῶς νοῶμεν. Βούλεται γὰρ ἐνταῦθα διὰ τῶν ῥημάτων τούτων τῆς ἀπάτης ἡμᾶς ὑπομνῆσαι, ἣν ἠπατήθησαν ὑπὸ τοῦ διαβόλου διὰ τοῦ ὄφεως. Ἐπειδὴ γὰρ ἔλεγεν ἐκεῖνος, ὅτι Ἐὰν φάγητε, ἔσεσθε ὡς θεοὶ, καὶ ἰσοθεΐας ἐλπίδι τῆς βρώσεως κατετόλμησαν· διὰ τοῦτο καὶ ὁ Θεὸς πάλιν ἐντρέψαι αὐτοὺς βουλόμενος, καὶ εἰς αἴσθησιν ἀγαγεῖν τῶν ἐπταισμένων, καὶ τῆς παρακοῆς τὸ μέγεθος δεῖξαι, καὶ τῆς ἀπάτης τὴν ὑπερβολὴν, φησίν· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν. Μεγάλη τοῦ ῥήματος ἡ ἐντροπὴ, καθικέσθαι δυναμένη τοῦ παραβάντος. Διὰ τοῦτο, φησὶ, κατεφρόνησας τῆς ἐντολῆς τῆς ἐμῆς ἰσοθεΐαν φαντασθείς; Ἰδοὺ γέγονας ὃ προσεδόκησας· μᾶλλον δὲ οὐχ ὃ προσεδόκησας, ἀλλ' ὅπερ ἦς ἄξιος γενέσθαι. Ἰδοὺ, φησὶ, γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Τοῦτο γὰρ ὁ ἀπατεὼν διάβολος αὐτοῖς ἔλεγε διὰ τοῦ ὄφεως, ὅτι Διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα, καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ὅρα μοι ἐνταῦθα φιλανθρωπίαν Δεσπότου. Δεῖ γὰρ μετὰ ἀκριβείας διερευνῆσαι τὸ εἰρημένον, ἵνα μηδὲν ἡμᾶς λαθεῖν δυνηθῇ τῶν ἐν τῷ βάθει τούτῳ κεκρυμμένων. Ἡνίκα τὴν ἐντολὴν ἐδίδου τῷ Ἀδὰμ ὁ Θεὸς, οὐδενὸς ἑτέρου ἀποσχέσθαι αὐτὸν προσέταξεν, ἢ μόνον τοῦ ξύλου, οὗ τῆς βρώσεως κατατολμήσας τὸ ἐπιτίμιον τοῦ θανάτου ἐδέξατο· ὅπερ ἐντελλόμενος αὐτῷ ὥρισεν, εἰ παραβαίη, περὶ τοῦ τῆς ζωῆς ξύλου οὐδὲν διαστειλάμενος. Ἐπειδὴ γὰρ, ὡς ἡγοῦμαι καὶ ἔστι συνιδεῖν, ἀθάνατον αὐτὸν ἐδημιούργησεν, ἐξῆν αὐτῷ, εἴπερ ἐβούλετο, μετὰ τῶν ἄλλων καὶ ἐκείνου μεταλαμβάνειν, δυναμένου διηνεκῆ τὴν ζωὴν αὐτῷ προξενεῖν· διόπερ οὐδεμίαν ἐντολὴν περὶ ἐκείνου δέχεται.