Ancient Greek · ~22 min
ΟΜΙΛΙΑ ΙΘʹ Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-18
Not analysed yet
Καθάπερ τὰ ἀνίατα τῶν τραυμάτων οὐδὲ τοῖς αὐστηροῖς τῶν φαρμάκων εἴκει, οὐδὲ τοῖς γλυκαίνειν αὐτὰ δυναμένοις· οὕτω καὶ ἡ ψυχὴ ἐπειδὰν ἅπαξ αἰχμάλωτος γένηται, καὶ ἑαυτὴν ἐκδῷ ᾧτινι δήποτε πλημμελήματι, καὶ μὴ βούληται τὸ ἑαυτῆς συμφέρον συνιδεῖν, κἂν μυρία τις ἐνηχῇ, οὐδὲν κερδαίνει, ἀλλὰ καθάπερ νεκρὰς ἀκοὰς κεκτημένη, οὐδεμίαν ἀπὸ τῆς παραινέσεως δέχεται τὴν ὠφέλειαν, οὐκ ἐπειδὴ μὴ δύναται, ἀλλ' ἐπειδὴ μὴ βούλεται. Οὐδὲ γὰρ καθάπερ ἐπὶ τῶν σωματικῶν τραυμάτων ἔστιν ἰδεῖν, οὕτω καὶ ἐπὶ τῆς προαιρέσεως. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν ἀκίνητά ἐστι πολλάκις τὰ τῆς φύσεως πάθη· ἐπὶ δὲ τῆς προαιρέσεως οὐδὲν τοιοῦτον· ἀλλ' ἔστι πολλάκις καὶ τὸν φαῦλον θελήσαντα μεταβαλέσθαι, καὶ γενέσθαι καλὸν, καὶ τὸν καλὸν ῥᾳθυμήσαντα πρὸς τὴν κακίαν ἐξολισθῆσαι. Ἐπεὶ οὖν αὐτεξούσιον ἡμῶν τὴν φύσιν εἰργάσατο ὁ τῶν ὅλων Θεός· τὰ μὲν γὰρ ἑαυτοῦ ἅπαντα ἐπιδείκνυται, καὶ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, καὶ τὰ ἀπόῤῥητα καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας κινούμενα ἐπιστάμενος παραινεῖ, συμβουλεύει, προαναστέλλει τῆς κακῆς ἐπιχειρήσεως· οὐ μὴν ἀνάγκην ἐπιτίθησιν, ἀλλὰ τὰ φάρμακα κατάλληλα ἐπιθεὶς, ἀφίησιν ἐν τῇ γνώμῃ τοῦ κάμνοντος κεῖσθαι τὸ πᾶν. Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ Κάϊν νῦν γέγονεν. Ὅρα γὰρ μετὰ τοσαύτην κηδεμονίαν εἰς ὅσην ἤδη μανίαν ἐξώκειλε. Δέον γὰρ συνειδότα τὴν ἁμαρτίαν περὶ τὴν ταύτης διόρθωσιν λοιπὸν ἀσχοληθῆναι· ὁ δὲ καθάπερ μεθύων, τῷ πάθει καὶ τῷ τραύματι τῷ προλαβόντι ἕλκος ἕτερον συνάπτων καὶ τὴν ἰατρείαν οὐ προσιέμενος τὴν μετὰ τοσαύτης ἐπιμελείας προσαχθεῖσαν αὐτῷ, ἀλλὰ τὸν οἰκεῖον φόνον εἰς ἔργον ἀγαγεῖν ἐπειγόμενος, ἀπὸ δόλου καὶ πανουργίας τὴν ἀρχὴν ποιεῖται, καὶ τοῖς πεπλανημένοις ῥήμασιν ἀπατᾷ τὸν ἀδελφόν. Τοσοῦτον θηριώδης ἐστὶν ἄνθρωπος εἰς κακίαν ἀποκλίνας. Ὥσπερ γὰρ μέγα καὶ τίμιον τὸ λογικὸν τοῦτο ζῶον, καὶ μάλιστα ἐπειδὰν ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ὁρμήσῃ, οὕτως ὅταν πρὸς κακίαν ἀποκλίνῃ, τῶν ἀνημέρων θηρίων μιμεῖται τὴν ὠμότητα. Ἀλλὰ καὶ εἰς τὴν ἐκείνων πάλιν μεταπεσὼν ἀγριότητα, τὸ ἥμερον τοῦτο καὶ λογικὸν ζῶον ἐκ πολλοῦ τοῦ περιόντος νικᾷ τὴν ἐκείνων θηριωδίαν. Ἴδωμεν οὖν καὶ ἐνταῦθα τί γίνεται. Καὶ εἶπε, φησὶ, Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, διέλθωμεν δὴ εἰς τὸ πεδίον. Τὰ μὲν ῥήματα ἀδελφοῦ, ἡ δὲ γνώμη φονική. Τί ποιεῖς, ὦ Κάϊν; οὐκ οἶδας πρὸς τίνα διαλέγῃ; οὐκ ἐννοεῖς ὅτι πρὸς ἀδελφόν σοι γίνεται ἡ διάλεξις; οὐ λογίζῃ ὅτι τὰς αὐτάς σοι ἔλυσεν ὠδῖνας; οὐ λαμβάνεις εἰς ἔννοιαν τὸ μυσαρὸν τῆς ἐπιχειρήσεως; οὐ φοβῇ τὸν ἀπαραλόγιστον δικαστήν; οὐ φρίττεις τὴν ἔννοιαν τοῦ τολμήματος; Τίνος γὰρ ἕνεκεν εἰς τὸ πεδίον ἕλκεις τὸν ἀδελφὸν, καὶ ἔξω τῶν ἀγκαλῶν τῶν πατρικῶν ἐξάγεις; τίνος ἕνεκεν ἔρημον ποιεῖς τῆς πατρικῆς αὐτὸν βοηθείας; Τί τὸ ξένον, ὅτι νῦν εἰς τὸ πεδίον ἕλκεις τὸν ἀδελφὸν, καὶ ὅπερ πρότερον οὐκ ἐποίησας, νῦν ποιεῖν ἐπιχειρεῖς, καὶ προφάσει φιλοφροσύνης εὔνοιαν ἀδελφικὴν προβαλλόμενος, τὰ τῶν πολεμίων αὐτῷ διαθεῖναι βουλεύῃ; Τίς ἡ μανία; τίς ἡ λύσσα; Ἔστω, πηρωθεὶς τὸν λογισμὸν οὐδένα λόγον ποιῇ τῆς ἀδελφικῆς διαθέσεως, οὔτε τὴν φύσιν αὐτὴν ἐπιγνώσκεις· ἀλλὰ τί πρὸς τὸν οὐδὲν ἠδικηκότα οὕτως ἐξεπολεμώθης; τί καὶ τοῖς γονεῦσιν ἔχων ἐγκαλεῖν τοσαύτην αὐτοῖς κατήφειαν περιβαλεῖν βουλεύῃ, καὶ ἀρχηγὸς γενέσθαι τοῦ φοβεροῦ τούτου δράματος, καὶ πρῶτος τὸν βίαιον τοῦτον θάνατον αὐτοῖς ὑποδεῖξαι; Ταύτας αὐτοῖς ἀποδίδως τὰς ἀμοιβὰς τῆς ἀνατροφῆς; Ποία τοῦ διαβόλου μηχανὴ εἰς ταύτην σε τὴν πρᾶξιν παρώρμησε; Μὴ γὰρ ἔχεις εἰπεῖν, ὅτι ἡ εὔνοια τοῦ κοινοῦ πάντων Δεσπότου, ἡ περὶ αὐτὸν, ἐπαρθῆναι αὐτὸν ἐποίησε κατὰ σοῦ; Οὐχὶ προλαβὼν διὰ ταύτην σου τὴν φονικὴν γνώμην ὑπέταξεν αὐτὸν, καὶ ὑπὸ τὴν σὴν ἐξουσίαν εἶναι πεποίηκε, καὶ εἶπεν, ὅτι Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις; Καὶ γὰρ περὶ τῆς τοῦ ἀδελφοῦ ὑποταγῆς τοῦτο ἐκλαμβάνειν δεῖ. Εἰσὶ γάρ τινες λέγοντες, ὅτι περὶ τῆς θυσίας τῆς προσενεχθείσης παρ' αὐτοῦ ὁ Θεὸς πρὸς αὐτὸν διελέχθη τὰ τοιαῦτα, ὅτι Πρὸς σὲ, φησὶ, ἡ ἀποστροφὴ αὐτοῦ, τοῦ δώρου, καὶ σὺ ἄρξεις αὐτοῦ, ἀντὶ τοῦ, σὺ αὐτοῦ ἀπολαύσεις. Διὰ τοῦτο οὖν ἀμφότερα εἰπὼν καταλιμπάνω τῇ ὑμετέρᾳ συνέσει, ἵν' ὅπερ ἂν ὑμῖν ἀκολουθότερον φανῇ, δέξησθε καὶ αὐτοὶ τοῦτο. Ἐμοὶ γὰρ δοκεῖ περὶ τοῦ ἀδελφοῦ εἰρῆσθαι τοῦτο. Καὶ ἐγένετο, φησὶν, ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Φοβερὰ ἡ πρᾶξις, ἐπικίνδυνον τὸ τόλμημα, μυσαρὰ ἡ ἐπιχείρησις, ἀσύγγνωστον τὸ ἁμάρτημα, τεθηριωμένης ψυχῆς ἡ γνώμη. Ἀνέστη, φησὶν, ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Ὢ μιαρᾶς χειρός· ὢ δεξιᾶς ἐλεεινῆς· μᾶλλον δὲ οὐ τὴν χεῖρα ἐλεεινὴν δεῖ καλεῖν καὶ μιαρὰν, ἀλλὰ τὴν γνώμην, ᾗ καὶ τὸ μέλος ὑπηρετήσατο. Εἴπωμεν τοίνυν οὕτως· ὢ γνώμης τολμηρᾶς, καὶ μιαρᾶς, καὶ ἐλεεινῆς, καὶ ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Πῶς οὐκ ἐνάρκησεν αὐτοῦ ἡ χείρ; πῶς ἠδυνήθη κατασχεῖν τὸ ξίφος, καὶ τὴν πληγὴν ἐπαγαγεῖν; πῶς οὐκ ἀπέπτη τοῦ σώματος ἡ ψυχή; πῶς ἴσχυσεν εἰς ἔργον ἀγαγεῖν τὸ ἀνόσιον τοῦτο τόλμημα; πῶς οὐκ ἐπεκάμφθη, καὶ μετέβαλε τὴν γνώμην; πῶς οὐκ ἔλαβεν ἔννοιαν τῆς φύσεως; πῶς οὐκ ἐλογίσατο πρὸ τῆς ἐπιχειρήσεως τὸ τέλος τοῦ γινομένου; πῶς ἤνεγκε μετὰ τὴν ἀναίρεσιν ἰδεῖν τὸ σῶμα τοῦ ἀδελφοῦ σπαῖρον ἐπὶ τῆς γῆς; πῶς ἴσχυσε θεάσασθαι σῶμα νεκρὸν ἐπὶ τῆς γῆς ἐῤῥιμμένον, καὶ οὐ διελύθη εὐθὺς ἀπὸ τῆς θέας; Εἰ γὰρ ἡμεῖς μετὰ τοσούτων ἐτῶν ἀριθμὸν, καθ' ἑκάστην ἡμέραν ὁρῶντες τοὺς τελευτῶντας, καὶ ταῦτα οἰκείᾳ τελευτῇ τῆς ζωῆς μεθισταμένους, καὶ οὐδαμόθεν ἡμῖν προσήκοντας, κατακλώμεθα· κἂν ἐχθρὸς ᾖ, καταλύομεν τὴν ἔχθραν· πολλῷ δὴ μᾶλλον τοῦτον εἰκὸς ἦν διαλυθῆναι, καὶ ἀθρόον ἀφεῖναι τὴν ψυχὴν, ὁρῶντα τὸν πρὸ μικροῦ διαλεγόμενον, ἀδελφὸν τὸν ὁμομήτριον, τὸν ὁμοπάτριον, τὸν τὰς αὐτὰς αὐτῷ λύσαντα ὠδῖνας, τὸν τὴν παρὰ Θεοῦ εὔνοιαν ἐπισπασάμενον, ἐξαίφνης ἄπνουν καὶ ἀνενέργητον κείμενον, καὶ ἐπὶ τῆς γῆς σπαίροντα.