Ancient Greek · ~7 min
ΟΜΙΛΙΑ ΙΗʹ Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 8-3
Not analysed yet
Ἀλλ' ἵνα μὴ ἐπὶ πλέον ἐκτείναντες τὸν λόγον δόξωμεν παρενοχλεῖν τὴν ὑμετέραν ἀγάπην, καὶ προσκορὴς ὑμῖν νομισθῇ ἡ παρ' ἡμῶν ὁμιλία τὰς ἀκοὰς ὑμῶν ἀποκναίουσα, ἐνταῦθα καταπαύσαντες τὸν λόγον, ἐκεῖνο παρακαλέσωμεν ὑμῶν τῇ φιληκοΐᾳ, μισῆσαι τὴν τοιαύτην μίμησιν, καὶ τῇ κακίᾳ πολλὰ χαίρειν προσειπόντας, τὰς τοῦ Κυρίου ἐντολὰς μετ' ἐπιμελείας πολλῆς καὶ ἐξ ὅλης καρδίας μετέρχεσθαι, καὶ μάλιστα μετὰ τοσούτων καὶ τηλικούτων παραδειγμάτων. Οὐδὲ γὰρ εἰς ἄγνοιαν λοιπὸν ἡμῶν τις καταφυγεῖν δυνήσεται. Εἰ γὰρ οὗτος, λέγω δὴ ὁ Κάϊν, μηδένα ἔχων τῶν πρὸ αὐτοῦ γεγονότων εὑρεῖν τοιοῦτόν τι διαπραξάμενον, ὅμως τὴν ἀνύποιστον ἐκείνην καὶ χαλεπὴν ὑπέμεινε τιμωρίαν, ὡς μετέπειτα γνωσθήσεται, τί πείσεσθαι ἡμᾶς εἰκὸς, τὰ αὐτὰ ἢ καὶ χείρονα ἁμαρτάνοντας, μετὰ τὴν τοσαύτην τῆς χάριτος δαψίλειαν; ἢ πάντως τὸ πῦρ τὸ αἰώνιον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸ σκότος τὸ ἐξώτερον, τὴν γέενναν τοῦ πυρὸς, καὶ τὰς ἄλλας τὰς ἀπαραιτήτους τιμωρίας ἡμᾶς ὑποδέξασθαι; Οὐδὲ γὰρ ἀπολογία τις λοιπὸν ὑπολείπεται, οὕτω ῥᾳθύμως ἡμῶν διακειμένων καὶ ἀναπεπτωκότων. Μὴ γὰρ οὐκ ἴσμεν ἅπαντες τὰ πρακτέα, καὶ τὰ μὴ τοιαῦτα; καὶ ὅτι οἱ μὲν τὰ πρῶτα πράττοντες, τὰ πρωτεῖα τῶν στεφάνων ἕξουσιν, οἱ δὲ τοῖς ἐσχάτοις ὑποπεσόντες τῶν ἐσχάτων ὑποστήσονται κολαστηρίων τὴν καταδίκην; Διὸ παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ, μὴ ἀνόνητος ἡμῶν ἡ ἐνταῦθα συνέλευσις γενέσθω, ἀλλὰ τῇ τῶν λόγων ἀκροάσει καὶ τὰ ἔργα ἐπακολουθείτω, ἵνα τὴν ἀπὸ τοῦ συνειδότος ἔχοντες πληροφορίαν καὶ ταῖς χρησταῖς ἐλπίσιν ἐντεῦθεν ἤδη τρεφόμενοι, δυνηθῶμεν τῶν δυσχερῶν τοῦ παρόντος βίου εὐμαρῶς τὸ πέλαγος διαπλεύσαντες, εἰς τὸν λιμένα καταντῆσαι τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτυχεῖν, ὧν ἐπηγγείλατο Κύριος τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ ἁγίῳ καὶ προσκυνητῷ αὐτοῦ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.