Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΚΖʹ Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-26
Not analysed yet
Εἴδετε χθὲς τοῦ φιλανθρώπου Δεσπότου τὴν ἀγαθότητα, ὅπως τὸν δίκαιον ἐξήγαγεν ἐκ τῆς κιβωτοῦ, ἐλευθερώσας καὶ τῆς ἐκεῖ διαγωγῆς, καὶ ἀπαλλάξας τοῦ χαλεποῦ ἐκείνου καὶ ξένου δεσμωτηρίου, καὶ τῆς ὑπομονῆς αὐτῷ τὰς ἀμοιβὰς ἀποδέδωκεν εἰπών· Αὐξάνεσθε καὶ πληθύνεσθε. Μάθωμεν σήμερον τοῦ Νῶε τὴν εὐγνωμοσύνην, καὶ τὴν εὐχάριστον ψυχὴν, δι' ἧς πάλιν πλείονα καὶ πολλῷ μείζονα ἐξεκαλέσατο τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν. Καὶ γὰρ τοιοῦτος ὁ Θεός· ἐπειδὰν ἴδῃ ἐπὶ τοῖς φθάσασιν εὐγνώμονας γεγενημένους, ἐπιδαψιλεύεται τὰς παρ' ἑαυτοῦ δωρεάς. Σπουδάζωμεν τοίνυν καὶ ἡμεῖς τὴν κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ ὑπὲρ τῶν ὑπαρξάντων ἡμῖν παρ' αὐτοῦ ἀγαθῶν, ἵνα καὶ μειζόνων ἀξιωθῶμεν, καὶ μηδέποτε ἐπιλανθανώμεθα τῶν παρὰ τοῦ Θεοῦ εὐεργεσιῶν εἰς ἡμᾶς γεγενημένων, ἀλλὰ ἀεὶ ταῦτα στρέφωμεν ἐπὶ τῆς διανοίας τῆς ἡμετέρας, ἵνα ὑπὸ τῆς μνήμης συνωθούμενοι διηνεκῆ τὴν εὐχαριστίαν ποιώμεθα, εἰ καὶ τοσαῦται τὸ πλῆθός εἰσιν, ὡς μηδὲ ἀρκεῖν τὸν λογισμὸν τὸν ἡμέτερον ἐξαριθμήσασθαι τὴν εἰς ἡμᾶς φιλοτιμίαν αὐτοῦ γεγενημένην. Τί γὰρ ἄν τις λογίσαιτο τὰ ἤδη εἰς ἡμᾶς γεγενημένα, τὰ ἐπηγγελμένα, τὰ καθ' ἑκάστην ἡμέραν γινόμενα· ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ὅτι καὶ σῶμα καὶ ψυχὴν ἐχαρίσατο, ὅτι λογικοὺς ἡμᾶς ἐδημιούργησεν, ὅτι τὸν ἀέρα τοῦτον ἀναπνεῖν ἐχαρίσατο, ὅτι τὴν κτίσιν ἅπασαν διὰ τὴν ἀνθρωπίνην φύσιν παρήγαγεν, ὅτι αὐτὸς μὲν ἐβουλήθη ἐκ προοιμίων τῆς τοῦ παραδείσου διαίτης ἀπολαύειν τὸν ἄνθρωπον, καὶ ἀνώδυνον βίον ἔχειν, καὶ μόχθοι παντὸς ἀπηλλαγμένον, καὶ μηδὲν ἔλαττον ἔχειν τῶν ἀγγέλων καὶ τῶν ἀσωμάτων ἐκείνων δυνάμεων ἐν σώματι τυγχάνοντα, ἀλλὰ καὶ ἀνώτερον εἶναι τῶν σωματικῶν ἀναγκῶν; Εἶτα ἐπειδὴ διὰ ῥᾳθυμίαν ὑπήχθη τῇ ἀπάτῃ τοῦ διαβόλου τῇ διὰ τοῦ ὄφεως προσαχθείσῃ, οὐδὲ οὕτω διέλιπε τὸν ἡμαρτηκότα, τὸν παραβεβηκότα εὐεργετῶν, ἀλλὰ καὶ δι' ὧν ἐτιμωρήσατο, καθάπερ καὶ χθὲς ἐλέγομεν, τῆς οἰκείας φιλανθρωπίας τὴν ὑπερβολὴν ἐπεδείξατο, καὶ πολλὰ ἕτερα καὶ ἀναρίθμητα εὐεργεσιῶν εἴδη εἰς αὐτὸν κατέθετο. Καὶ λοιπὸν τοῦ χρόνου προϊόντος, καὶ τοῦ γένους αὐξανομένου, καὶ εἰς κακίαν ἀποκλίναντος, ἐπειδὴ ἑώρα ἀνίατα γινόμενα τὰ τραύματα, καθάπερ ζύμην τινὰ πονηρὰν, τοὺς τῆς κακίας ἐργάτας ἠφάνισε, καταλιπὼν τὸν δίκαιον τοῦτον, ῥίζαν καὶ ἀρχὴν γενέσθαι τοῦ τῶν ἀνθρώπων γένους. Καὶ πάλιν σκόπει πόσην περὶ αὐτὸν ἐπιδείκνυται τὴν φιλοτιμίαν. Ἀπὸ τοῦ δικαίου τούτου καὶ τῶν τούτου υἱῶν ἅπασαν τὴν τῶν ἀνθρώπων φύσιν εἰς τοσοῦτον πλῆθος ἐπιδιδόναι παρεσκεύασε, καὶ κατὰ μικρὸν τοὺς δικαίους ἐκλεξάμενος, τοὺς πατριάρχας λέγω, διδασκάλους ἐπέστησε τῷ λοιπῷ τῶν ἀνθρώπων γένει, διὰ τῆς οἰκείας ἀρετῆς ἅπαντας ἐναγαγεῖν δυναμένους, καὶ καθάπερ ἰατροὺς, τοὺς νενοσηκότας θεραπεύειν δυναμένους. Ποτὲ μὲν εἰς τὴν Παλαιστίνην, ποτὲ δὲ εἰς Αἴγυπτον κατάγει, ὁμοῦ καὶ τῶν αὑτοῦ δούλων ἐγγυμνάζων τὴν ὑπομονὴν, καὶ τὴν οἰκείαν δύναμιν περιφανεστέραν δεικνύς· καὶ διηνεκῶς οὕτω διετέλεσε φροντίζων τῆς τῶν ἀνθρώπων σωτηρίας, προφήτας ἀναδεικνὺς, καὶ σημεῖα καὶ θαύματα δι' αὐτῶν ἐπιτελεῖσθαι ποιῶν. Εἶτα, ἵνα συντεμὼν εἴπω· καθάπερ γὰρ τῆς θαλάττης τὰ κύματα, κἂν μυριάκις βιασώμεθα, οὐκ ἄν ποτε δυνηθείημεν ἐξαριθμεῖσθαι, οὕτως οὐδὲ τὸ ποικίλον τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὧν περὶ τὴν ἡμετέραν φύσιν ἐπεδείξατο. Τὸ δὲ τελευταῖον, ἐπειδὴ εἶδε μετὰ τοσαύτην πρόνοιαν ἔτι πολλῆς καὶ ἀφάτου φιλανθρωπίας δεομένην τὴν τῶν ἀνθρώπων φύσιν, καὶ οὐδὲν πλέον ἰσχύσαντας, οὐ τοὺς πατριάρχας, οὐ τοὺς προφήτας, οὐ τὰ θαύματα ἐκεῖνα τὰ παράδοξα, οὐ τὰς τιμωρίας καὶ τὰς νουθεσίας τὰς καθ' ἕκαστον ἐπαγομένας, καὶ τὰς αἰχμαλωσίας ἐκείνας τὰς ἐπαλλήλους, ὥσπερ οἰκτείρας τὸ γένος τὸ ἡμέτερον, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἰατρὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἐκ τῶν κόλπων ἀναστήσας, ὡς εἰπεῖν, τῶν πατρικῶν, δούλου μορφὴν ἀναλαβόντα παρεσκεύασεν ἐκ παρθένου τεχθῆναι, καὶ σὺν ἡμῖν ἀναστραφῆναι, καὶ πάντα ὑπομεῖναι τὰ ἡμέτερα, ἵνα τὴν ἡμετέραν φύσιν κάτω που κειμένην ὑπὸ τοῦ τῶν ἁμαρτημάτων πλήθους ἀναγαγεῖν δυνηθῇ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν. Καὶ τοῦτο ἐκπληττόμενος ὁ τῆς βροντῆς υἱὸς, καὶ ἐννοῶν τῆς ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολὴν, ἣν περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπεδείξατο, ἐβόα καὶ ἔλεγεν· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον. Ὅρα πόσου θαύματος γέμει ἡ λέξις· Οὕτω, φησὶ, τὸ μέγεθος ἀναλογιζόμενος, ὅπερ ἤμελλεν ἐρεῖν· διὰ τοῦτο οὕτως ἤρξατο. Εἰπὲ οὖν ἡμῖν, ὦ μακάριε Ἰωάννη· Οὕτω, πῶς; εἰπὲ τὸ μέτρον, εἰπὲ τὸ μέγεθος, δίδαξον ἡμᾶς τὴν ὑπερβολήν. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Εἶδες τὴν αἰτίαν τῆς τοῦ Υἱοῦ παρουσίας ταύτην οὖσαν, ὥστε τοὺς μέλλοντας ἀπόλλυσθαι σωτηρίας ἀφορμὴν εὑρεῖν διὰ τῆς εἰς αὐτὸν πίστεως; Τί ἄν τις λογίσαιτο εἰς ἔννοιαν ἐλθὼν τῆς φιλοτιμίας ἐκείνης τῆς μεγάλης καὶ θαυμαστῆς, καὶ πάντα νικώσης λόγον, ἣν ἐχαρίσατο τῇ φύσει τᾷ ἡμετέρᾳ διὰ τῆς τοῦ βαπτίσματος δωρεᾶς, πάντων ἡμῖν τῶν πλημμελημάτων τὴν ἀπαλλαγὴν δωρησάμενος; Ἀλλὰ τί εἴπω, Οὔτε ἡ διάνοια ἐξαρκεῖ, οὐδὲ ὁ λόγος ἐξισχύει τὰ λοιπὰ ἐξαριθμήσασθαι. Ὅσα γὰρ ἂν εἴπω, τοσαῦτά ἐστι τὰ λείποντα, ὡς νικᾷν τῶν ἤδη ῥηθέντων τὴν ὑπερβολήν. Τί οὖν ἄν τις ἐννοήσειε τῆς μετανοίας τὴν ὁδὸν, ἣν ἐχαρίσατο διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν τῷ ἡμετέρῳ γένει, καὶ μετὰ τὴν τοῦ βαπτίσματος δωρεὰν τὰς ἐντολὰς τὰς θαυμαστὰς, δι' ὧν, εἰ βουληθείημεν, δυνησόμεθα τὴν παρ' αὐτοῦ ῥοπὴν ἐπισπάσασθαι;