Ancient Greek · ~13 min
ΟΜΙΛΙΑ Κϛʹ Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-16
Not analysed yet
Οὕτω τοίνυν ἅπαντα τὰ καθ' ἡμᾶς παραχωροῦντες, ὅπως ἂν φέρηται τὰ πράγματα, ἡμεῖς ἓν μόνον ἔργον ἔχωμεν, τὸ διηνεκῶς αὐτῷ εὐχαριστεῖν ὑπὲρ ἁπάντων. Διὰ γὰρ τοῦτο λογικοί τινες γεγόναμεν, καὶ ταύτῃ τῶν ἀλόγων διεστήκαμεν, ἵνα τὰς εὐφημίας καὶ τοὺς ὕμνους καὶ διηνεκεῖς δοξολογίας ἀναφέρωμεν τῷ τῶν ὅλων δημιουργῷ. Διὰ τοῦτο καὶ ψυχὴν ἡμῖν ἐνέπνευσε, καὶ γλῶσσαν ἐχαρίσατο, ἵνα τῶν παρ' αὐτοῦ εἰς ἡμᾶς εὐεργεσιῶν εἰς αἴσθησιν ἐρχόμενοι, καὶ τὴν δεσποτείαν ἐπιγινώσκωμεν, καὶ τὴν εὐγνωμοσύνην ἐπιδειξώμεθα, καὶ τὴν κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρωμεν τῷ Δεσπότῃ. Εἰ γὰρ ἄνθρωποι οἱ τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνοῦντες, μικράν τινα πολλάκις καὶ εὐτελῆ εἰς ἡμᾶς εὐεργεσίαν καταθέμενοι, ἀπαιτοῦσι τὴν ὑπὲρ ὧν πεπόνθαμεν εὐχαριστίαν, οὐ διὰ τὴν ἡμετέραν εὐγνωμοσύνην, ἀλλ' ἵνα καὶ αὐτοὶ ἐντεῦθεν λαμπρότεροι φαίνωνται· πολλῷ μᾶλλον ἐπὶ τοῦ φιλανθρώπου Θεοῦ τοῦτο πλείω ποιεῖν ἡμᾶς χρὴ, τοῦ διὰ τὴν ἡμετέραν ὠφέλειαν μόνον τοῦτο γίνεσθαι βουλομένου. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων ἡ γινομένη εὐχαριστία εἰς τοὺς εὐεργετηκότας, ἐκείνους λαμπροτέρους ἐργάζεται, οὕτως ἐπὶ τοῦ φιλανθρώπου Θεοῦ ὅταν τοῦτο ποιῶμεν, ἑαυτοὺς λαμπροτέρους ἀπεργαζόμεθα· ἐπειδὴ οὐχὶ τῆς παρ' ἡμῶν δεόμενος εὐφημίας τοῦτο βούλεται γίνεσθαι, ἀλλ' ἵνα πάλιν εἰς ἡμᾶς περιστῇ τὸ κέρδος, καὶ μείζονος συμμαχίας ἑαυτοὺς ἀξίους καταστήσωμεν. Εἰ γὰρ καὶ μὴ δυνάμεθα κατ' ἀξίαν ποτὲ τοῦτο ποιῆσαι· πῶς γὰρ, τοσαύτῃ ἀσθενείᾳ φύσεως συνδεδεμένοι; καὶ τί λέγω τὴν ἀνθρωπίνην φύσιν; ἀλλ' οὐδὲ αὐταὶ αἱ ἀσώματοι καὶ ἀόρατοι δυνάμεις, καὶ αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι, καὶ τὰ Χερουβὶμ, καὶ τὰ Σεραφεὶμ τὴν κατ' ἀξίαν δοξολογίαν ἀναφέρειν εὐχαριστοῦντες δυνήσονται· ἀλλ' ὅμως τὴν κατὰ δύναμιν ἀνενεγκεῖν εὐχαριστίαν δίκαιον ἂν εἴη, καὶ διηνεκῶς δοξάζειν τὸν ἡμέτερον Δεσπότην καὶ διὰ τῆς τῶν λόγων εὐφημίας, καὶ διὰ τῆς ἀρίστης πολιτείας. Αὕτη γὰρ μάλιστα καὶ λαμπροτέρα γένοιτο ἡ εὐφημία, ὅταν διὰ μυρίων γλωσσῶν τὴν δοξολογίαν ἀναφέρωμεν. Ὁ γὰρ ἐνάρετος ἕκαστον τῶν εἰς αὐτὸν ὁρώντων παρασκευάζει τὸν αὐτοῦ Δεσπότην ἀνυμνεῖν· καὶ ἡ παρ' ἐκείνων δοξολογία πολλὴν καὶ ἄφατον τῷ τὴν αἰτίαν παρέχοντι χαρίζεται τὴν παρὰ τοῦ Δεσπότου εὔνοιαν. Τί οὖν ἂν ἡμῶν μακαριστότερον γένοιτο, εἰ μέλλοιμεν μὴ μόνον αὐτοὶ διὰ τῆς οἰκείας γλώττης δοξάζειν τὸν ἀγαθὸν Θεὸν, ἀλλὰ καὶ πάντας τοὺς ὁμογενεῖς διεγείρειν εἰς τὴν ὑπὲρ ἡμῶν δοξολογίαν; Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὡς μυρίοις στόμασι δύνασθαι τὸν δημιουργὸν ἀνυμνεῖν. Οὐδὲν γὰρ ἀρίστης πολιτείας ἴσον γένοιτο, ἀγαπητέ. Διὰ τοῦτο καὶ ὁ Κύριος ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εἶδες πῶς καθάπερ τὸ φῶς φανὲν ἀπελαύνει τὸ σκότος, οὕτω καὶ ἡ ἀρετὴ ὀφθεῖσα καὶ τὴν κακίαν φυγαδεύει, καὶ τῆς πλάνης τὸ σκότος ἀπελάσασα πρὸς δοξολογίαν κινεῖ τῶν ὁρώντων τὴν διάνοιαν; Οὕτω τοίνυν σπουδάζωμεν ἡμῶν λάμπειν τὰ ἔργα, ὡς τὸν ἡμέτερον δοξάζεσθαι Δεσπότην. Ταῦτα δὲ ἔλεγεν ὁ Χριστὸς, οὐχ ἵνα πρὸς ἐπίδειξίν τι πράττωμεν· μὴ γένοιτο· ἀλλ' ἵνα μετὰ ἀκριβείας καὶ κατὰ τὸ αὐτῷ δοκοῦν πολιτευόμενοι μήτε βλασφημίᾳ τινὶ χώραν παρέχωμεν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως παρασκευάζωμεν τοὺς ὁρῶντας δοξάζειν τὸν τῶν ὅλων Θεόν. Τότε γὰρ, τότε καὶ τὴν παρ' αὐτοῦ εὔνοιαν μειζόνως ἐπισπασόμεθα, καὶ τὴν κόλασιν διαφυγεῖν δυνησόμεθα, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.