Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΛΕʹ Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἀλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-34
Not analysed yet
Μέγα ἀγαθὸν, ἀγαπητοὶ, τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις. Τοῦτο τὴν ψυχὴν φιλόσοφον ἀπεργάζεται, τοῦτο πρὸς τὸν οὐρανὸν μεθίστησι τὴν διάνοιαν, τοῦτο εὐχάριστον κατασκευάζει τὸν ἄνθρωπον, τοῦτο ποιεῖ πρὸς μηδὲν τῶν παρόντων ἐπτοῆσθαι, τοῦτο διηνεκῶς ἐκεῖ ποιεῖ διαιτᾶσθαι τὸν λογισμὸν τὸν ἡμέτερον, καὶ πρὸς τὴν τοῦ Δεσπότου ἀμοιβὴν ὁρῶντας ἅπαντα ἡμᾶς διαπράττεσθαι, καὶ πρὸς τοὺς τῆς ἀρετῆς πόνους μετὰ πολλῆς ἐγχειρεῖν τῆς προθυμίας. Ἐντεῦθεν γάρ ἐστι μαθεῖν ἀκριβῶς τῆς ταχείας ἀντιλήψεως τοῦ Θεοῦ τὴν πρόνοιαν, τῶν δικαίων τὴν ἀνδρείαν, τοῦ Δεσπότου τὴν ἀγαθότητα, καὶ τῶν ἀμοιβῶν τὸ μέγεθος. Ἐντεῦθέν ἐστιν εἰς ζῆλον καὶ μίμησιν διεγερθῆναι τῆς φιλοσοφίας τῶν γενναίων ἀνδρῶν, καὶ μὴ ναρκᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας, ἀλλὰ θαῤῥεῖν καὶ πρὸ τῆς ἐκβάσεως ταῖς παρὰ τοῦ Θεοῦ ὑποσχέσεσι. Δι' ὃ, παρακαλῶ, μετὰ πολλῆς σπουδῆς τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ποιώμεθα. Οὕτω γὰρ καὶ τῆς γνώσεως ἐπιτευξόμεθα, εἰ συνεχῶς ἐπίωμεν τὰ ἐγκείμενα. Οὐδὲ γάρ ἐστι τὸν μετὰ σπουδῆς καὶ πολλοῦ πόθου τοῖς θείοις ἐντυγχάνοντα λόγοις περιοφθῆναί ποτε· ἀλλὰ κἂν ἄνθρωπος ἡμῖν μὴ γένηται διδάσκαλος, αὐτὸς ὁ Δεσπότης ἄνωθεν ἐμβατεύων ταῖς καρδίαις ταῖς ἡμετέραις φωτίζει τὴν διάνοιαν, καταυγάζει τὸν λογισμὸν, ἐκκαλύπτει τὰ λανθάνοντα, διδάσκαλος ἡμῖν γίνεται τῶν ἀγνοουμένων· μόνον ἐὰν ἡμεῖς τὰ παρ' ἑαυτῶν εἰσφέρειν βουλώμεθα. Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς. Ἐπειδὰν οὖν λάβωμεν μετὰ χεῖρας βιβλίον πνευματικὸν, συντείναντες ἑαυτῶν τὴν διάνοιαν, καὶ συναγαγόντες τὸν λογισμὸν, καὶ πᾶσαν βιωτικὴν ἔννοιαν ἀπωσάμενοι, οὕτω τὴν ἀνάγνωσιν ποιώμεθα μετὰ πολλῆς τῆς εὐλαβείας, μετὰ πολλῆς τῆς προσοχῆς, ἵνα δυνηθῶμεν ὑπὸ τοῦ ἁγίου Πνεύματος ὁδηγηθῆναι ἐπὶ τὴν κατανόησιν τῶν γεγραμμένων, καὶ πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν καρπώσασθαι. Καὶ γὰρ ὁ εὐνοῦχος ἐκεῖνος ὁ βάρβαρος, ὁ τῆς βασιλίσσης Αἰθιόπων, ἐν τοσαύτῃ τυγχάνων περιφανείᾳ, καὶ ἐπὶ τοῦ ὀχήματος φερόμενος, οὐδὲ ἐν ἐκείνῳ τῷ καιρῷ τῆς ἀναγνώσεως ἠμέλει, ἀλλὰ τὸν προφήτην ἔχων μετὰ χεῖρας, πολλὴν ἐποιεῖτο τὴν σπουδὴν πρὸς τὴν ἀνάγνωσιν, καὶ ταῦτα οὐκ εἰδὼς τὰ ἐγκείμενα· ἀλλ' ὅμως ἐπειδὴ τὰ παρ' ἑαυτοῦ πάντα εἰσήνεγκε, τὴν σπουδὴν, τὴν προθυμίαν, τὴν προσοχὴν, ἐπέτυχε τοῦ καθοδηγήσαντος. Ἐννόησον γάρ μοι ὅσον ἦν, μήτε ὁδοιποροῦντα ἀμελῆσαι τῆς ἀναγνώσεως, καὶ ταῦτα ἐπ' ὀχήματος καθήμενον. Ἀκουέτωσαν οἱ μηδὲ ἐπὶ τῆς οἰκίας τοῦτο ποιῆσαι καταδεχόμενοι, ἀλλὰ νομίζοντες πάρεργον εἶναι τὴν τούτων ἀνάγνωσιν, καὶ διὰ τὸ γυναικὶ συνοικεῖν, καὶ στρατείᾳ κατειλῆφθαι, καὶ παιδίων φροντίζειν, καὶ οἰκετῶν ἐπιμελεῖσθαι, καὶ ἑτέρων πραγμάτων ἔχειν φροντίδα, μὴ προσήκειν αὐτοῖς περὶ τὴν τῶν θείων Γραφῶν ἀνάγνωσιν ἔχειν σπουδήν. Ἰδοὺ γὰρ εὐνοῦχος, ἄνθρωπος βάρβαρος, ἀμφότερα ἱκανὰ εἰς πολλὴν ῥᾳθυμίαν ἐμβαλεῖν, καὶ μετὰ τούτων ἡ πολλὴ περιφάνεια, τοῦ πλούτου ἡ περιουσία, αὐτὸ τὸ ἐν ὁδοιπορίᾳ εἶναι καὶ ἐπ' ὀχήματος φέρεσθαι· οὐδὲ γὰρ ῥᾴδιον ἀναγνώσει προσέχειν τῷ οὕτως ὁδοιποροῦντι, ἀλλὰ καὶ σφόδρα δυσχερές· ἀλλ' ὅμως ὁ πόθος καὶ ἡ πολλὴ σπουδὴ πάντα τὰ κωλύματα ἐκποδὼν ἐποιεῖτο, καὶ εἴχετο τῆς ἀναγνώσεως, καὶ οὐκ ἔλεγε ταῦτα, ἃ νῦν πολλοὶ λέγουσιν· οὐ νοῶ τὰ ἐγκείμενα, οὐ δύναμαι συνιέναι τὸ βάθος τῶν γεγραμμένων· τίνος ἕνεκεν ἁπλῶς καὶ εἰκῆ τὸν κάματον ὑπομενῶ, ἀναγινώσκων καὶ οὐκ ἔχων τὸν ὁδηγῆσαι δυνάμενον; Οὐδὲν τούτων ἐλογίσατο ὁ βάρβαρος μὲν τὴν γλῶσσαν, φιλόσοφος δὲ τὴν διάνοιαν· ἀλλ' ἐννοήσας ὡς οὐ περιοφθήσεται, ἀλλὰ ταχέως ἀπολαύσει τῆς ἄνωθεν ῥοπῆς, εἰ τὰ παρ' ἑαυτοῦ καὶ τὰ εἰς δύναμιν ἐπιδείξαιτο, εἴχετο τῆς ἀναγνώσεως. Διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτοῦ τὸν πόθον, οὐ περιεῖδεν, οὐ κατέλιπεν ἀπρονόητον, ἀλλ' εὐθέως αὐτῷ τὸν διδάσκαλον ἔπεμψε. Σὺ δέ μοι σκόπει τὴν τοῦ Θεοῦ σοφίαν, πῶς ἔμενεν ἐκεῖνον πρότερον τὰ παρ' ἑαυτοῦ εἰσενεγκεῖν, καὶ τότε τὴν οἰκείαν ἀντίληψιν ἐπιδείκνυται. Ἐπεὶ οὖν τὰ παρ' ἑαυτοῦ πάντα ἀπήρτιστο, λοιπὸν ὤφθη ὁ ἄγγελος Κυρίου λέγων τῷ Φιλίππῳ· Ἀναστὰς πορεύου ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν, αὕτη ἐστὶν ἔρημος. Καὶ ἰδοὺ, ἀνὴρ Αἰθίοψ, δυνάστης εὐνοῦχος Κανδάκης, τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἐλήλυθε προσκυνήσων εἰς Ἱερουσαλὴμ, καὶ οὗτος ὑπέστρεψε καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. Ὅρα πῶς ἀκριβῶς ἡμῖν διηγήσατο ὁ τὴν βίβλον γράψας, εἰπὼν, ὅτι Αἰθίοψ, ἵνα γνῶμεν ὅτι βάρβαρος ἦν· εἶτά φησιν, ὅτι Δυνάστης, ὅτι ἐν ἀξιώματι μεγίστῳ καὶ περιφανείᾳ ἐτύγχανεν, Ὃς ἐληλύθει, φησὶ, προσκυνήσων εἰς Ἱερουσαλήμ. Ὅρα καὶ τὴν πρόφασιν αὐτοῦ τῆς ἀποδημίας, ἱκανὴν οὖσαν δεῖξαι τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης· ἰδοὺ γὰρ πόσην ὁδὸν στέλλεται, ὥστε τὴν προσκύνησιν ἀποδοῦναι τῷ Δεσπότῃ. Ἔτι γὰρ ἐνόμιζον ἐν ἑνὶ τόπῳ συγκεκλεῖσθαι τὴν λατρείαν, καὶ διὰ τοῦτο πολλὴν ὁδὸν στελλόμενοι ἐκεῖ τὰς εὐχὰς ἀνέφερον· διά τοι τοῦτο καὶ οὗτος παρεγένετο, ἔνθα ὁ ναὸς ἦν καὶ ἡ λατρεία ἡ Ἰουδαϊκὴ, ἵνα τὴν προσκύνησιν ἀποδῷ τῷ Δεσπότῃ. Καὶ ἐπειδὴ ἐπλήρωσε τὸ ποθούμενον, Ὑποστρέφων, φησὶ, καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ ἀνεγίνωσκεν.