Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΛΕʹ Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἀλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-35
Not analysed yet
Εἶτα ἐπιστὰς ὁ Φίλιππός φησι πρὸς αὐτόν. Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Εἶδες ψυχὴν μεμεριμνημένην, οὐκ εἰδυῖαν μὲν τὰ ἐγκείμενα, ἐχομένην δὲ τῆς ἀναγνώσεως, καὶ ποθοῦσαν ἐπιτυχεῖν τοῦ ὁδηγοῦντος διδασκάλου; Καὶ γὰρ εὐθέως ὁ ἀπόστολος διὰ τῆς ἐρωτήσεως διεγείρει αὐτοῦ τὸν πόθον· ὅτι γὰρ ἄξιος ἦν τυχεῖν τοῦ ὁδηγοῦντος πρὸς τὴν τῶν ἐγκειμένων κατανόησιν, αὐτὴ ἡ ἀπόκρισις τοῦ ἀνδρὸς δηλοῖ. Τοῦ γὰρ ἀποστόλου εἰπόντος, Ἆρά γε γινώσκεις; καὶ μετὰ εὐτελοῦς σχήματος προσιόντος, οὐκ ἐδυσχέρανεν, οὐκ ἠγανάκτησεν, οὐκ ἐνόμισεν ὑβρίσθαι, ὃ πολλοὶ τῶν ἀνοήτων πάσχουσι, καὶ πολλάκις αἱροῦνται ἐν διηνεκεῖ ἀγνοίᾳ τυγχάνειν, αἰσχυνόμενοι τὴν ἄγνοιαν ὁμολογῆσαι, καὶ παρὰ τῶν διδάξαι δυναμένων μαθεῖν. Ἀλλ' οὗτος οὐδὲν τούτων πέπονθεν· ἀλλὰ μετὰ πάσης ἐπιεικείας καὶ εὐλαβείας τὴν ἀπόκρισιν ποιεῖται, δεικνὺς αὐτοῦ τῆς ψυχῆς τὴν κατάστασιν, καί φησι· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Καὶ οὐ μόνον ἀπεκρίνατο μὲν μετ' ἐπιεικείας, παρέδραμε δὲ, ἀλλὰ μᾶλλον τῶν οἰκείων τρόπων ἐνδεικνύμενος ἡμῖν τὴν ἀρετὴν, ταῦτα εἰπὼν παρεκάλεσεν ὁ δυνάστης, ὁ βάρβαρος, ὁ ἐπ' ὀχήματος φερόμενος τὸν εὐτελῆ φαινόμενον, τὸν ἀπὸ τῆς ἐσθῆτος εὐκαταφρόνητον, ἀναβάντα καθίσαι σὺν αὐτῷ. Εἶδες ψυχῆς προθυμίαν; εἶδες εὐλαβείας ἐπίτασιν; εἶδες βαρβάρου γνώμην φιλόθεον, πῶς ἐπλήρου ἐκεῖνο τὸ παρὰ σοφοῦ τινος εἰρημένον· Ἐὰν ἴδῃς συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου; Εἶδες πῶς δικαίως οὐ περιώφθη; εἶδες πῶς δικαίως ἀπήλαυσε τῆς ἄνωθεν προνοίας; εἶδες πῶς οὐδὲν ἐνέλιπε τῶν ὀφειλόντων παρ' αὐτοῦ εἰσενεχθῆναι; Διὰ τοῦτο λοιπὸν ἐπιτυχὼν τοῦ διδασκάλου, ἐμάνθανε μετὰ ἀκριβείας καὶ τῶν ἐγκειμένων τὴν δύναμιν, καὶ ἐφωτίζετο τὴν διάνοιαν. Ἴδετε ὅσον ἐστὶν ἀγαθὸν τὸ μετὰ προσοχῆς καὶ σπουδῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι τῶν θείων Γραφῶν; Διὰ γὰρ τοῦτο καὶ τὴν κατὰ τὸν βάρβαρον τοῦτον ἱστορίαν εἰς μέσον ὑμῖν παρήγαγον, ἵνα μὴ ἐπαισχυνθῶμεν ἅπαντες ζηλωταὶ γενέσθαι τοῦ Αἰθίοπος, τοῦ εὐνούχου, τοῦ μηδὲ ἐν ὁδοιπορίᾳ τῆς ἀναγνώσεως ἀμελοῦντος. Ἱκανὸς γὰρ οὗτος ὁ βάρβαρος ἅπασιν ἡμῖν διδάσκαλος γενέσθαι, καὶ τοῖς τὸν ἰδιωτικὸν βίον ἐπανῃρημένοις, καὶ τοῖς ἐν στρατιᾷ κατειλεγμένοις, καὶ ἐν περιφανείᾳ τυγχάνουσι, καὶ πᾶσιν ἁπαξαπλῶς οὐκ ἀνδράσιν, ἀλλὰ καὶ γυναιξὶν, ὅσῳ καὶ διηνεκῶς οἴκοι διατρίβουσιν, ἀλλὰ καὶ τοῖς τὸν μοναχικὸν βίον ἐπανῃρημένοις, ἵνα μανθάνωσι πάντες, ὡς οὐδεὶς καιρὸς κώλυμα γίνεται πρὸς τὴν τῶν θείων λογίων ἀνάγνωσιν, ἀλλὰ δυνατὸν μὴ μόνον ἐπὶ οἰκίας, ἀλλὰ καὶ ἐπ' ἀγορᾶς βαδίζοντας, καὶ ὁδοιπορίαν ποιουμένους, καὶ ἐν συνουσίᾳ πλειόνων τυγχάνοντας, καὶ πράγμασι συμπλεκομένους τῆς τούτων ἔχεσθαι σπουδῆς, ἵνα τὰ παρ' ἑαυτῶν εἰσφέροντες, ταχέως καὶ τοῦ ὁδηγοῦντος ἐπιτύχωμεν. Ὁρῶν γὰρ ἡμῶν ὁ Δεσπότης τὴν περὶ τὰ πνευματικὰ ἐπιθυμίαν, οὐ περιόψεται, ἀλλὰ παρέξει τὴν ἄνωθεν ἔλλαμψιν, καὶ φωτιεῖ ἡμῶν τὴν διάνοιαν. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τῆς ἀναγνώσεως, ἀλλὰ κἄν τε εἰδῶμεν τῶν ἐγκειμένων τὴν δύναμιν, κἄν τε ἀγνοῶμεν, συνεχῶς αὐτὰ ἐπίωμεν. Ἡ γὰρ διηνεκὴς μελέτη ἀνεξάλειπτον ἐργάζεται τὴν μνήμην· καὶ πολλάκις ὅπερ σήμερον εὑρεῖν οὐκ ἰσχύσαμεν ἀναγνόντες, τοῦτο πάλιν αὔριον ἐπελθόντες ἀθρόον εὕρομεν, τοῦ φιλανθρώπου Θεοῦ ἀοράτως ἡμῶν τὴν διάνοιαν φωτίζοντος. Ἀλλὰ ταῦτα μὲν νῦν πρὸς τὸ συνεχῆ ποιεῖσθαι τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν εἰρήκαμεν· ἵνα δὲ μάθητε, ὅτι καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων τοῦτο τῷ Δεσπότῃ ἔθος, ἐπειδὰν τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν, μετὰ δαψιλείας τὰ παρ' ἑαυτοῦ χορηγεῖ καὶ αὐτὸς, καὶ ὅπερ ἐπὶ τῆς ἀναγνώσεως πεποίηκε μετὰ πολλῆς τῆς ταχύτητος πέμψας τὸν διδάσκαλον τῷ βαρβάρῳ, τοῦτο καὶ ἐπὶ τῶν τὴν ἀρετὴν μετιέναι βουλομένων ἐργάζεται, ἄκουσον τῶν νῦν λεγομένων. Ἀλλ' ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γίνηται οὗτος, ἀκόλουθον ἂν εἴη πάλιν τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγεῖν, καὶ τῆς ἀκολουθίας τῶν χθὲς ἡμῖν εἰρημένων νῦν ἐπιλαβέσθαι. Καὶ γὰρ ἔγνωτε ἐκ τῶν ἤδη ῥηθέντων, πῶς τῆς πολλῆς ἐκείνης ταπεινοφροσύνης, ἣν περὶ τὸν Λὼτ ἐπεδείξατο παραχωρήσας αὐτῷ τῶν πρωτείων, πολλῆς ἀπήλαυσε τῆς ἄνωθεν ἀμοιβῆς, ὑπόσχεσιν δεξάμενος πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ' αὐτοῦ γεγενημένα. Ἴδωμεν δὲ λοιπὸν καὶ ἐκ τῶν σήμερον ἀνεγνωσμένων πάλιν τοῦ δικαίου τὴν ἀρετὴν, ἵν' οὕτω προϊόντες καταμάθωμεν τὴν ἄφατον τοῦ Θεοῦ περὶ αὐτὸν γεγενημένην κηδεμονίαν. Παιδεύων γὰρ ἅπαντας ἡμᾶς διὰ τῆς τοῦ πατριάρχου φιλοσοφίας, ἀφίησιν αὐτὸν καθ' ἕκαστον καιρὸν πρότερον ἐπιδείκνυσθαι τῆς οἰκείας γνώμης τὸ φιλόθεον, καὶ τότε τὴν παρ' ἑαυτοῦ ἀμοιβὴν εἰσφέρει, ἵνα σπουδάσωμεν καὶ αὐτοὶ μιμούμενοι τὸν πατριάρχην πρότερον ἐγχειρεῖν τοῖς τῆς ἀρετῆς πόνοις, καὶ οὕτως ἀναμένειν τῶν παρ' αὐτοῦ ἀμοιβῶν τὴν ἀντίδοσιν.