Ancient Greek
ΟΜΙΛΙΑ ΛΖʹ Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγώ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν· Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-36
Not analysed yet
Μεγάλη τῆς θείας Γραφῆς ἡ δύναμις, καὶ πολὺς ὁ τοῖς ῥήμασιν ἐγκεκρυμμένος πλοῦτος τῶν νοημάτων. Δι' ὃ προσήκει μετὰ ἀκριβείας ἡμᾶς προσέχοντας πολλὴν ποιεῖσθαι τὴν ἔρευναν, ἵνα δαψιλῆ τὴν ὠφέλειαν ἐντεῦθεν καρπωσώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς παρήγγειλε λέγων, Ἐρευνᾶτε τὰς Γραφάς· ἵνα μὴ ἁπλῶς ψιλῇ προσέχωμεν τῇ ἀναγνώσει, ἀλλὰ τὸ βάθος ἀνιχνεύοντες τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν καταλαβεῖν δυνηθῶμεν. Τοιοῦτον γὰρ τῆς Γραφῆς τὸ ἔθος· ἐν βραχέσι ῥήμασίν ἐστι πολλάκις εὑρεῖν πολὺ πλῆθος νοημάτων. Θεῖα γάρ ἐστι τὰ διδάγματα, καὶ οὐκ ἀνθρώπινα, καὶ διὰ τοῦτο ἀπεναντίας τῇ σοφίᾳ τῇ ἀνθρωπίνῃ πᾶσαν αὐτήν ἐστιν ἰδεῖν συγκειμένην. Καὶ πῶς, ἐγὼ λέγω. Ἐκεῖ μὲν γὰρ, ἐπὶ τῆς ἀνθρωπίνης σοφίας λέγω, πᾶσα αὐτοῖς ἡ σπουδὴ περὶ τὴν τῶν λέξεων συνθήκην ἐπινενόηται· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν. Οὐδεὶς τῇ Γραφῇ λόγος περὶ κάλλους ῥημάτων ἢ συνθήκης· ἔχει γὰρ οἴκοθεν τὴν θείαν χάριν ἐπανθοῦσαν καὶ τὸ κάλλος τὰ λεγόμενα. Κἀκεῖ μὲν μετὰ πολλὴν καὶ ἄφατον φλυαρίαν τότε τῶν νοημάτων ἐστὶ περιδράξασθαι· ἐνταῦθα δὲ, ὡς ἴστε, καὶ βραχεῖα λέξις πολλάκις ἤρκεσεν ἡμῖν πᾶσαν ὑφᾶναι τὴν διδασκαλίαν. Διά τοι τοῦτο καὶ χθὲς προθέντες ὑμῖν τὰ ἀνεγνωσμένα, καὶ τῶν προοιμίων ἁψάμενοι, ἐπειδὴ πολὺν εὕρομεν τῶν νοημάτων τὸν πλοῦτον, οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν· ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν, καὶ λυμήνασθαι τοῖς ἤδη ῥηθεῖσι. Διὸ τῆς αὐτῆς ἀκολουθίας ἅψασθαι βούλομαι, καὶ συνάψαι τοῖς χθὲς εἰρημένοις καὶ τὰ μέλλοντα ῥηθήσεσθαι, ἵν' οὕτω πᾶσαν τοῦ ἀναγνώσματος ποιησάμενοι τὴν ἐξήγησιν, οὕτως ὑμᾶς ἐντεῦθεν ἀποπέμψωμεν. Ἀλλὰ προσέχετε, παρακαλῶ, ἀκριβῶς τοῖς λεγομένοις. Εἰ γὰρ καὶ ὁ πόνος ἡμέτερος, ἀλλὰ τὸ κέρδος ὑμέτερον, μᾶλλον δὲ κοινόν. Τί δὲ λέγω ὁ πόνος ἡμέτερος; Οὐχί· ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτός ἐστιν ἡ δωρεά. Μετὰ προσοχῆς τοίνυν ὑποδεχώμεθα καὶ ἡμεῖς τὰ παρὰ τοῦ Θεοῦ δωρούμενα, ἵνα κερδάναντές τι εἰς τὴν κατὰ ψυχὴν σωτηρίαν, οὕτως ἐντεῦθεν ἀπίωμεν. Διὰ γὰρ τοῦτο καθ' ἑκάστην τὴν πνευματικὴν ταύτην παρατίθεμεν ὑμῖν τράπεζαν, ἵνα τῇ συνεχείᾳ τῆς παραινέσεως καὶ τῇ πολλῇ τῶν θείων Γραφῶν μελέτῃ πᾶσαν ἀποτειχίσωμεν τῷ πονηρῷ δαίμονι τὴν ἐπιβουλήν. Ὅταν γὰρ ἴδῃ πολλὴν ἡμᾶς περὶ τὰ πνευματικὰ τὴν σπουδὴν τιθεμένους, οὐ μόνον οὐκ ἐπιθήσεται, ἀλλ' οὐδὲ ἀντιβλέψαι τολμήσει, εἰδὼς ὅτι ἀνόνητα ἐπιχειρήσει, καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τὴν τόλμαν ἐπιδείξεται. Φέρε οὖν τῶν χθὲς εἰρημένων τὴν ἀκολουθίαν ἀναλαβόντες, τῶν λειπομένων τὴν ἐξήγησιν ποιησώμεθα. Τί δὲ ἦν ἡμῖν χθὲς τὸ λεγόμενον; Τὴν ἐπαγγελίαν τὴν πρὸς τὸν Ἄβραμ περιεγράφομεν, ἔνθα προσέταττεν αὐτῷ ἀναβλέψαι εἰς τὸν οὐρανὸν, καὶ τὸ πλῆθος τῶν ἀστέρων ἰδεῖν. Ἀρίθμησον γὰρ, φησὶ, τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Εἶτα δεικνύουσα ἡμῖν ἡ θεία Γραφὴ τῆς γνώμης τοῦ πατριάρχου τὸ φιλόθεον, καὶ ὅτι πρὸς τὸν ἐπαγγειλάμενον ὁρῶν, καὶ τὴν δύναμιν τοῦ ὑποσχομένου ἐννοῶν, ἐπίστευε τοῖς εἰρημένοις, φησί· Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Μέχρι τούτου χθὲς εἰπόντες, οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν, δι' ὃ ἀναγκαῖον τὰ ἑξῆς ἐπαγαγεῖν. Τί γάρ φησιν; Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγώ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ τῆς χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Ὅρα Θεοῦ συγκατάβασιν, πῶς αὐτοῦ βούλεται τὴν πίστιν βεβαιῶσαι, καὶ πεῖσαι, πολλὴν ἔχειν τὴν πληροφορίαν περὶ τῶν ἐπηγγελμένων, μονονουχὶ λέγων· μνήσθητι ὅτι ἐγώ σε οἴκοθεν ἀνέστησα. Ἰδοὺ τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα κατὰ τὸν πατριάρχην σύμφωνα δείκνυται τοῖς παρὰ τοῦ μακαρίου Στεφάνου εἰρημένοις, ὅτι καὶ οἴκοθεν, καὶ ἐξ αὐτῆς τῆς Χαλδαίας τοῦ Δεσπότου τὸ πρόσταγμα αὐτὸν ἀναστῆναι παρεσκεύασε. Καὶ τῇ τούτου γνώμῃ ἑπόμενος ὁ πατὴρ, καθάπερ καὶ φθάσαντες εἴπομεν, εἰ καὶ ἄπιστος ἦν, ἀλλ' οὖν μεγάλην ὑπόθεσιν δεσμοῦ τὸ φίλτρον ἔχων τὸ περὶ αὐτὸν, ἠκολούθει καὶ ἐξῄει. Ὑπομιμνήσκει τοίνυν αὐτὸν ἐπὶ τοῦ παρόντος, ὅσην ἐκ προοιμίων ἐποιήσατο περὶ αὐτὸν τὴν πρόνοιαν, δηλῶν αὐτῷ, ὅτι μεγάλα τινὰ περὶ αὐτοῦ βουλευόμενος, καὶ ταύτας θέλων τὰς ὑποσχέσεις πρὸς αὐτὸν ποιήσασθαι καὶ εἰς ἔργον ἀγαγεῖν, τοσαύτην ὁδὸν διανύσαι ἐποίησεν. Ἐγώ εἰμι ὁ ἐξαγαγών σε ἐκ τῆς χώρας τῶν Χαλδαίων, δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Μὴ γὰρ ἁπλῶς σε ἐκεῖθεν ἀνέστησα; μὴ γὰρ εἰκῆ καὶ μάτην ἐντεῦθέν σε ἤγαγον; Διὰ τοῦτό σε καταλαβεῖν τὴν Παλαιστίνην ἐβουλόμην, καὶ ἀφεῖναι τὴν πατρῷαν οἰκίαν, καὶ ἐλθεῖν εἰς τὴν γῆν ταύτην, ἵνα κληρονομήσῃς αὐτήν. Λογιζόμενος τοίνυν ὅσης ἀπήλαυσας παρ' ἐμοῦ προνοίας, ἐξ ὅτου τὴν Χαλδαίαν κατέλιπες μέχρι τοῦ παρόντος, καὶ ὅπως περιφανὴς γέγονας καθ' ἑκάστην λαμπρότερος δεικνύμενος ἐκ τῆς ἐμῆς συμμαχίας, καὶ τῆς περὶ σὲ κηδεμονίας, θάρσησον καὶ τοῖς παρ' ἐμοῦ λεγομένοις. Εἶδες φιλανθρωπίας ὑπερβολήν; εἶδες συγκαταβάσεως μέγεθος; πῶς αὐτοῦ στηρίξαι βούλεται τὴν ψυχὴν, καὶ βεβαιοτέραν αὐτοῦ τὴν πίστιν ἐργάσασθαι, ἵνα μὴ ἔχῃ λοιπὸν ὁρᾷν πρὸς τὰ τῆς φύσεως κωλύματα, ἀλλὰ τὴν δύναμιν ἐννοῶν τοῦ ἐπαγγειλαμένου, ὡς ἤδη τῶν ὑποσχέσεων εἰς ἔργον ἐκβεβηκυιῶν, οὕτω θαῤῥεῖν ἔχῃ;