Ancient Greek · ~12 min
ΟΜΙΛΙΑ Λϛʹ Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-25
Not analysed yet
Ταῦτα ἐννοοῦντες, καὶ εἰδότες τὸ ἀψευδὲς τοῦ ἐπαγγειλαμένου, μετὰ προθυμίας πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας ἀποδυώμεθα, ἵνα καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαῦσαι δυνηθῶμεν, καὶ μὴ προτιμῶμεν τῆς ἡμετέρας σωτηρίας καὶ τῶν τοσούτων ἀγαθῶν τῆς ἀπολαύσεως τὰ πρόσκαιρα, μηδὲ τοὺς πόνους τῆς ἀρετῆς λογιζώμεθα, ἀλλὰ τὰς ἀντιδόσεις ἐννοῶμεν· μηδὲ τῶν χρημάτων τὴν δαπάνην ὁρᾷν βουλώμεθα, ἐπειδὰν δέῃ ταῦτα τοῖς πένησι δοῦναι, ἀλλὰ τὴν ἐντεῦθεν γινομένην πρόσοδον. Διὰ γὰρ τοῦτο τῷ σπόρῳ τὴν ἐλεημοσύνην παρείκασεν ἡ θεία Γραφὴ ἵνα μετὰ χαρᾶς καὶ πολλῆς τῆς προθυμίας αὐτὴν ἐργαζώμεθα. Εἰ γὰρ οἱ τῇ γῇ τὰ σπέρματα παρακατατιθέμενοι, καὶ τὰ συνηγμένα καὶ ἔνδον ἀποκείμενα σκορπίζοντες μετὰ χαρᾶς τοῦτο διαπράττονται, καὶ ταῖς χρησταῖς ἐλπίσι τρεφόμενοι ἤδη τὰ δράγματα καὶ τὴν ἅλω πεπληρωμένην τοῖς λογισμοῖς ὑπογράφουσι· πολλῷ δὴ μᾶλλον τοὺς τὸν σπόρον τοῦτον τὸν πνευματικὸν σπείρειν καταξιουμένους χαίρειν καὶ γεγηθέναι προσήκει, ὅτι ἐπὶ γῆς σπείροντες, ἐν οὐρανῷ θερίζειν μέλλουσι, καὶ ἀργύρια καταβάλλοντες, ἁμαρτημάτων συγχώρησιν δέχονται, καὶ παῤῥησίας ἀφορμὴν εὑρίσκουσι, προξενοῦντες ἑαυτοῖς διὰ τῶν ἐνταῦθα διδομένων τὴν διηνεκῆ ἀνάπαυσιν, καὶ τὴν μετὰ τῶν ἁγίων διαγωγήν. Κἂν σωφροσύνῃ ἡδώμεθα, μὴ τοῦτο σκοπῶμεν, ὅτι πόνον ἔχει ἡ ἀρετή· μηδὲ ὅτι ἡ παρθενία πολὺν ἔχει τὸν ἀγῶνα, ἀλλὰ τὴν διαδεξομένην ἡμᾶς λῆξιν ἐννοῶμεν, καὶ ταύτην ἀεὶ ἀναλογιζόμενοι τῆς ἐπιθυμίας τῆς πονηρᾶς χαλινώσωμεν τὴν λύτταν, περιγινώμεθα τῶν τῆς σαρκὸς σκιρτημάτων, καὶ τῇ τῶν ἀμοιβῶν ἀντιδόσει τὴν δυσχέρειαν τῶν πόνων ὑποτεμνώμεθα. Ἱκανὴ γὰρ ἡ τῶν χρηστῶν ἐλπὶς καὶ κινδύνων παρασκευάσαι κατατολμᾷν, μήτι γε δὴ τῆς ἀρετῆς τοὺς πόνους γενναίως ἐνεγκεῖν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι πρὸς βραχὺν ἀγωνισάμενος χρόνον, καὶ τῆς παρθενίας τὴν λαμπάδα φαιδρὰν διατηρήσας, ἐκείνης ἀξιωθήσῃ τῆς μακαρίας διαγωγῆς, καὶ τῷ νυμφίῳ συνεισελθεῖν δυνήσῃ, εἰ τὰς λαμπάδας ἔχοις ἀνημμένας, καὶ ἀρκοῦν ἐχούσας ἔλαιον, τοῦτ' ἔστι, τὴν ἀπὸ τῶν ἀγαθῶν πράξεων ἐργασίαν, πῶς οὐχὶ μετὰ πάσης εὐκολίας ἅπαντα τὰ δυσχερῆ διαδραμεῖν δυνήσῃ, ἐννοῶν ἐκεῖνο τὸ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένον· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον; Εἶδες πῶς τῇ ἁγιωσύνῃ τὴν εἰρήνην συνέζευξεν; Ἵνα γὰρ μάθωμεν ὅτι οὐ μόνον ἁγνείαν σώματος ἐπιζητεῖ, ἀλλὰ καὶ εἰρήνην, εὐκαίρως ἐμνημόνευσεν, ἑκατέρωθεν ἀσφαλίζεσθαι βουλόμενος ἕκαστον, καὶ ἐν καταστάσει εἶναι τῶν λογισμῶν, ὥστε μηδεμίαν εἶναι ταραχὴν ἢ θόρυβον ἐν ἡμῖν, ἀλλ' ἐν γαλήνῃ καὶ ἡσυχίᾳ διάγειν, καὶ μετὰ πάντων εἰρηνικῶς διακεῖσθαι, καὶ ἡμέρους εἶναι καὶ πράους καὶ ἐπιεικεῖς, ὥστε πάντα τῆς ἀρετῆς τὰ χρώματα ἐπανθεῖν ἡμῶν τῷ προσώπῳ. Οὕτω γὰρ λοιπὸν καὶ τῆς δόξης τοῦ παρόντος βίου ὑπερορᾷν δυνησόμεθα τὴν ἀληθῆ δόξαν προτιμῶντες, καὶ τῆς ταπεινοφροσύνης πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελᾷν, ἵνα τῆς ἀληθοῦς καὶ βεβαίας εὐημερίας ἀπολαύσωμεν, καὶ τὸν Χριστὸν ἰδεῖν καταξιωθῶμεν. Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καθαρίσωμεν τοίνυν ἡμῶν τὸ συνειδὸς, καὶ μετὰ ἀκριβείας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἵνα τὴν παροῦσαν ζωὴν μετὰ πάσης ἀρετῆς ὁδεύσαντες, τῶν ἐνταῦθα πόνων τὰς ἀμοιβὰς λαβεῖν καταξιωθῶμεν ἐν τῷ μέλλοντι αἰῶνι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.