Ancient Greek · ~21 min
ΟΜΙΛΙΑ ΜΓʹ Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-42
Not analysed yet
Καθάπερ λειμών τις εὐανθὴς διάφορα καὶ ποικίλα τὰ ἄνθη ἐν ἑαυτῷ δείκνυσιν, οὕτως ἡ θεία Γραφὴ τῶν δικαίων τὰς ἀρετὰς ἡμῖν δείκνυσιν, οὐχ ἵνα καθάπερ ἐπὶ τῶν ἀνθῶν πρὸς βραχὺ μόνον ἀπολαύσωμεν τῆς εὐωδίας, ἀλλ' ἵνα διηνεκῆ τὴν ἐντεῦθεν ὠφέλειαν καρπωσώμεθα. Ἐκεῖ μὲν γὰρ μόνον ἐδεξάμεθα τῇ χειρὶ τὰ ἄνθη, καὶ μετ' ὀλίγον αὐτὰ μαρανθέντα τὴν οἰκείαν χάριν ἠμαύρωσεν· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ' ἐπειδὰν δεξώμεθα διὰ τῆς ἀκοῆς τὰς ἀρετὰς τῶν δικαίων, καὶ εἰς τοὺς κόλπους τῆς διανοίας ἡμῶν αὐτὰς ἐναποθώμεθα, διὰ παντὸς τοῦ χρόνου τῆς τούτων εὐωδίας ἀπολαύειν δυνάμεθα, ἐὰν ἐθέλωμεν. Φέρε οὖν, ἐπειδὴ τοιαύτη τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων ἁγίων ἡ εὐωδία, σήμερον τοῦ Λὼτ τὴν εὐωδίαν καταμάθωμεν, ἵνα γνῶμεν ἀκριβῶς, ὅπως εἰς ἄκραν τῆς ἀρετῆς τὴν κορυφὴν ἡ τοῦ πατριάρχου συνουσία τὸν δίκαιον τοῦτον ἀνήγαγε, καὶ κατ' ἴχνος αὐτοῦ καὶ αὐτὸς τὴν οἰκείαν φιλοξενίαν διὰ τῶν ἔργων ἐπιδείκνυται. Ἀλλ' ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γένηται, ἄξιον αὐτῶν τῆς Γραφῆς ἐπακοῦσαι τῶν ῥημάτων. Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέ ρας. Τίνος ἕνεκεν οὕτως ἤρξατο, Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας; Ἐπειδὴ μετὰ τὸ ἐπιξενωθῆναι τῷ πατριάρχῃ, ἐξαναστάντων αὐτῶν ἐκεῖθεν, ὁ μὲν κηδεμὼν καὶ φιλάνθρωπος Θεὸς τὴν οἰκείαν ἀγαθότητα μιμούμενος, καὶ σχήματι ἀνθρώπου τότε ὀφθεὶς παρέμενε τῷ πατριάρχῃ διαλεγόμενος, καθάπερ χθὲς ἠκούσατε· βουλόμενος ἅπαντας ἡμᾶς διδάξαι καὶ τῆς ἑαυτοῦ μακροθυμίας τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρχου τὸ φιλόστοργον, οἱ δὲ ἄγγελοι ὥρμησαν ἐπὶ τὰ Σόδομα· τὴν ἀκολουθίαν ἑαυτῆς διατηροῦσα ἡμῖν ἡ θεία Γραφὴ νῦν φησιν· Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας, τὸ ἐπιταχθὲν πληρώσοντες. Καὶ ὅρα ἀκρίβειαν καὶ παρατήρησιν τῆς θείας Γραφῆς, πῶς καὶ τὸν καιρὸν ἡμῖν ἐσήμανε, καθ' ὃν παρεγένοντο· Ἑσπέρας γάρ φησι. Καὶ τίνος ἕνεκεν τὸν καιρὸν ἐδήλωσε; καὶ διὰ τί κατὰ τὴν ἑσπέραν παρεγένοντο; Ἵνα τὴν πολλὴν ἡμῖν ἐπίτασιν δείξῃ τῆς τοῦ Λὼτ φιλοξενίας. Καθάπερ γὰρ ὁ πατριάρχης κατὰ τὸν τῆς μεσημβρίας καιρὸν καθήμενος ἐπετήρει τοὺς παριόντας, καὶ ἔργον ἐποιεῖτο τὴν τούτων θήραν, καὶ ἐπέτρεχε καὶ μετὰ περιχαρείας τοὺς ὁδίτας ὑπεδέχετο· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος, ἐπειδὴ ᾔδει τῆς κακίας τῶν ἐν Σοδόμοις οἰκούντων τὴν πονηρίαν, οὐδὲ τὸν τῆς ἑσπέρας καιρὸν παρεπέμπετο, ἀλλὰ μέχρι τούτου παρέμενε, μήπου θησαυρός τις αὐτῷ παρεμπέσῃ, καὶ τὸν ἀπὸ τῆς φιλοξενίας καρπὸν δρέψασθαι δυνηθῇ Ἀληθῶς θαυμάσαι ἔστι μετὰ πολλῆς τῆς ὑπερβολῆς τοῦ δικαίου τούτου τὴν ἀρετὴν, ὅτι ἐν μέσῳ τοιούτων παρανόμων ἀναστρεφόμενος, οὐ μόνον οὐ γέγονε ῥᾳθυμότερος, ἀλλὰ καὶ πολλῷ πλείονα τὴν ἀρετὴν ἐπεδείκνυτο. Καὶ πάντων, ὡς εἰπεῖν, κατὰ κρημνῶν φερομένων, οὗτος μόνος ἐν τοσούτῳ πλήθει τὴν εὐθεῖαν ὥδευεν ὁδόν. Ποῦ νῦν εἰσιν οἱ λέγοντες, ὅτι οὐχ οἷόν τε ἐν μέσῃ πόλει στρεφόμενόν τινα διασῶσαι τὴν ἀρετὴν, ἀλλ' ἀναχωρήσεως δεῖ, καὶ τῆς ἐν τοῖς ὄρεσι διατριβῆς, καὶ οὐ δυνατὸν τὸν οἰκίας προεστῶτα, καὶ γυναῖκα ἔχοντα, καὶ παίδων ἐπιμελούμενον καὶ οἰκετῶν, ἐνάρετον εἶναι; Ὁράτωσαν τοίνυν τὸν δίκαιον τοῦτον μετὰ γυναικὸς καὶ παιδίων καὶ οἰκετῶν, καὶ ἐν πόλει διάγοντα, καὶ μεταξὺ τοσούτων πονηρῶν καὶ παρανόμων διατρίβοντα, καὶ καθάπερ σπινθῆρά τινα ἐν μέσῳ πελάγει διαλάμποντα, καὶ οὐ μόνον οὐ σβεννύμενον, ἀλλὰ καὶ λαμπρότερον τὸ φῶς δεικνύοντα. Καὶ ταῦτα λέγω, οὐ κωλύων τὴν ἀναχώρησιν τὴν ἀπὸ τῶν πόλεων, καὶ τὴν ἐν τοῖς ὄρεσι καὶ ταῖς ἐρημίαις διατριβὴν ἀπαγορεύων, ἀλλὰ δεικνὺς ὅτι τῷ βουλομένῳ νήφειν καὶ ἐγρηγορέναι οὐδὲν τούτων κώλυμα γίνεται. Ὥσπερ οὖν τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα οὐδὲ ἡ ἔρημος ὠφελῆσαί τι δύναται· οὐδὲ γὰρ ὁ τόπος ἐστὶν ὁ τὴν ἀρετὴν κατορθῶν, ἀλλ' ἡ γνώμη καὶ ὁ τρόπος· οὕτω τὸν νήφοντα καὶ διεγηγερμένον οὔτε τὸ ἐν μέσῃ τῇ πόλει διατρίβειν καταβλάψαι τι δυνήσεται. Καὶ διὰ τοῦτο ἐβουλόμην, καθάπερ τὸν μακάριον τοῦτον, τοὺς ἐναρέτους μάλιστα ἐν μέσῳ τῶν πόλεων εἶναι, ἵνα καθάπερ ζύμη τοῖς ἄλλοις γινόμενοι, πολλοὺς εἰς τὸν οἰκεῖον ζῆλον ἐνάγωσιν. Ἀλλ' ἐπειδὴ δυσχερὲς τοῦτο καταφαίνεται εἶναι, κἂν ἐκεῖνο γινέσθω. Παράγει γὰρ λοιπὸν τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ βραχὺς ὁ παρὼν βίος· καὶ εἰ μὴ νῦν, ὡς ἔτι ἐν τῷ σκάμματι ἑστήκαμεν, τῶν πόνων τῆς ἀρετῆς ἁψώμεθα, καὶ τὰ δίκτυα τῆς κακίας διαφύγωμεν, ὕστερον μάτην ἑαυτοὺς αἰτιασόμεθα, ὅτε οὐδὲν ὄφελος τῆς μεταγνώσεως. Ἕως μὲν γὰρ ἂν ὦμεν ἐν τῇ παρούσῃ ζωῇ, δυνατὸν μεταγνόντας τοῦ ἐντεῦθεν ἀπόνασθαι κέρδους, καὶ τὰ πρότερα ἀπονιψαμένους ἁμαρτήματα τῆς τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῆναι· εἰ δὲ τὸν παρόντα καιρὸν προϊέμενοι ἀθρόον προαναρπασθείημεν, μετανοήσομεν μὲν καὶ τότε, οὐδεμίαν δὲ ὄνησιν ἐκ τούτου ἕξομεν. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ Προφήτου λέγοντος, Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; καὶ πάλιν, Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Οὐδεὶς, φησὶν, ἔσται ἐκεῖ λοιπὸν ὁ ἐξαιρούμενος τὸν ὑπὸ τῆς οἰκείας ῥᾳθυμίας προδεδομένον, οὔτε ἂν ἀδελφὸς ᾖ, οὔτε ἂν πατὴρ, οὔτε ἂν μήτηρ. Καὶ τί λέγω, ἀδελφὸς, καὶ πατὴρ, καὶ μήτηρ; Οὔτε αὐτοὶ οἱ δίκαιοι οἱ παῤῥησίαν πολλὴν κεκτημένοι τότε συμβαλέσθαι τι δυνήσονται ἡμῖν, εἰ νῦν ῥᾳθυμήσαιμεν. Ἐὰν στῇ γὰρ, φησὶ, Νῶε καὶ Ἰὼβ καὶ Δανιὴλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν οὐ μὴ ἐξέλωνται. Καὶ ὅρα τῆς ἀπειλῆς τὸ μέγεθος, καὶ οἵους δικαίους εἰς μέσον παρήγαγεν. Ἐπειδὴ οὗτοι γὰρ κατὰ καιρὸν καὶ ἑτέροις σωτηρίας ὑπόθεσις γεγόνασιν· ὅ τε γὰρ Νῶε, τοῦ φοβεροῦ κλυδωνίου ἐκείνου τὴν οἰκουμένην κατειληφότος, καὶ τὴν γυναῖκα καὶ τοὺς υἱοὺς ἔσωσε· καὶ ὁ Ἰὼβ ὁμοίως καὶ ἑτέροις σωτηρίας ὑπόθεσις γέγονε· καὶ ὁ Δανιὴλ δὲ πολλοὺς ἐξήρπασε θανάτου, ἡνίκα ὁ βάρβαρος ἐκεῖνος ἐπιζητῶν τὰ ὑπὲρ ἀνθρωπίνην φύσιν τυγχάνοντα, ἀνελεῖν ἐπεχείρει τοὺς Χαλδαίους, καὶ τοὺς Μάγους καὶ τοὺς Γαζαρηνούς.