Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΜΓʹ Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-43
Not analysed yet
Καὶ ἵνα μὴ νομίσωμεν ὅτι καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἔσται τινὰ τοιαῦτα, καὶ οἱ ἐνάρετοι καὶ παῤῥησίαν ἔχοντες τοὺς μετὰ ῥᾳθυμίας ἐνταῦθα διάγοντας ἐλευθερῶσαι τῆς ἐκεῖ τιμωρίας δυνήσονται τοὺς αὑτῶν ἐπιτηδείους· διὰ τοῦτο τοὺς δικαίους τούτους παρήγαγεν ἡμῖν, τὸν φόβον ἡμῖν ἀνατεινόμενος, καὶ παιδεύων ἐν τοῖς οἰκείοις κατορθώμασι μετὰ τὴν ἄνωθεν χάριν τὰς ἐλπίδας τῆς σωτηρίας ἡμῶν ἔχειν, καὶ μήτε ἐπὶ προγόνων ἀρετῇ μέγα φρονεῖν, εἰ αὐτοὶ ἐν κακίᾳ τυγχάνομεν ὄντες, μήτε ἐπ' ἄλλῳ τινὶ, ἀλλ' ἓν τοῦτο μόνον σπουδάζειν· κἂν προγόνους ὦμεν ἐναρέτους ἐσχηκότες, μιμεῖσθαι αὐτῶν τὴν ἀρετήν· κἂν τὸ ἐναντίον πάλιν συμβαίη, καὶ φαύλων ὦμεν προγόνων, μὴ νομίζειν ἐκ τούτου τι παραβλάπτεσθαι, ἀλλὰ πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἐπαποδύεσθαι· οὐδὲν γὰρ ἡμῖν ἐκ τούτου βλάβος ἔσται. Ἕκαστος γὰρ ἐξ ὧν διεπράξατο, ἢ στεφανοῦται, ἢ κατακρίνεται, καθάπερ καὶ ὁ μακάριος Παῦλός φησιν, Ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν· καὶ πάλιν, Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἅπερ ἅπαντα εἰδότες καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξάμενοι, πολὺν τῆς ἀρετῆς ποιησώμεθα λόγον. Καὶ ὡς ἔτι ἐν τῷ σκάμματί ἐσμεν, πρὶν ἢ διαλυθῆναι τὸ θέατρον, φροντίσωμεν ἡμῶν τῆς σωτηρίας, ἵνα ἐν τῷ βραχεῖ τούτῳ χρόνῳ τὴν ἀρετὴν μετελθόντες, ἐν τῷ διηνεκεῖ αἰῶνι τὰς ὑπὲρ ταύτης ἀμοιβὰς κομισώμεθα· καθάπερ καὶ ὁ δίκαιος οὗτος, ὁ μεταξὺ τοσούτων πονηρῶν οἰκῶν, καὶ οὐδένα ἔχων ζηλοῦντα αὐτοῦ τὴν ἀρετὴν, ἀλλὰ καὶ πάντας ὁρῶν χλευάζοντας, κωμῳδοῦντας, οὐ μόνον ὀκνηρότερος οὐκ ἐγένετο, ἀλλὰ καὶ οὕτω διέλαμψεν, ὡς καταξιωθῆναι καὶ ἀγγέλους ὑποδέξασθαι· καὶ πάντων ἄρδην ἀπολλυμένων, αὐτὸς μόνος σὺν ταῖς θυγατράσι διέφυγε τὴν ἐπενεχθεῖσαν δίκην. Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανέλθωμεν. Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. Ὁ καιρὸς μάλιστα δείκνυσιν ἡμῖν τοῦ δικαίου τούτου τὴν ὑπερβάλλουσαν ἀρετὴν, ὅτι καὶ ἑσπέρας καταλαβούσης παρέμενε, καὶ οὐκ ἀφίστατο. Ἐπειδὴ γὰρ ᾔδει τὸ ἐντεῦθεν αὐτῷ τικτόμενον κέρδος, διὰ τοῦτο ἐπιθυμῶν ἐπιτυχεῖν τοῦ πλούτου, πολλῇ τῇ προσεδρίᾳ ἐκέχρητο, καὶ τῆς ἡμέρας πληρωθείσης οὐκ ἀνεχώρει. Τοιοῦτον γὰρ ψυχὴ ζέουσα καὶ διεγηγερμένη· οὐχ ὑπό τινων κωλυτικῶν ἐμποδίζεται τὴν οἰκείαν ἀρετὴν ἐπιδείξασθαι, ἀλλὰ καὶ δι' αὐτῶν μάλιστα τῶν κωλυόντων ἐπιπλεῖον αἴρεται, καὶ μείζονα τὴν φλόγα τῆς ἐπιθυμίας ἀνάπτει. Ἰδὼν δὲ, φησὶ, Λὼτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς. Ἀκουέτωσαν οἱ καὶ παραγινομένους πολλάκις καὶ καθικετεύοντας, καὶ πολλὴν τὴν προσεδρίαν ἐπιδεικνυμένους διακρουόμενοι, καὶ πολλὴν τὴν ἀπανθρωπίαν ἐπιδεικνύμενοι. Ὅρα γὰρ τὸν δίκαιον τοῦτον, ὅπως οὐκ ἀνέμεινε παραγενέσθαι πρὸς αὐτὸν, ἀλλὰ καθάπερ ὁ πατριάρχης, οὐκ εἰδὼς τίνες ἦσαν οἱ παραγεγονότες, ἀλλ' ὁδίτας τινὰς αὐτοὺς εἶναι ὑπολαμβάνων, θεασάμενος μονονουχὶ ἐσκίρτησε, καὶ περιχαρὴς γέγονεν, ὡς ἐπιτυχὼν τῆς θήρας, καὶ μὴ διαμαρτὼν τοῦ σπουδαζομένου. Ἰδὼν γὰρ, φησὶν, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν. Ηὐχαρίστησε τῷ Θεῷ, ὅτι κατηξίωσεν αὐτὸν ὑποδέξασθαι τοὺς παριόντας. Σκόπει ψυχῆς ἀρετήν. Μεγάλην εὐεργεσίαν παρὰ τοῦ Θεοῦ ταύτην ἡγήσατο, τὸ ἐπιτυχεῖν τῶν ἀνδρῶν, καὶ διὰ τῆς εἰς τούτους δεξιώσεως τὸν οἰκεῖον πόθον ἀποπληρῶσαι. Μὴ γάρ μοι λέγε, ὅτι ἄγγελοι ἦσαν· ἀλλ' ἐκεῖνο λογίζου, ὅτι ὁ δίκαιος οὗτος οὐδέπω τοῦτο ἠπίστατο, ἀλλ' ὡς ἀνθρώπους ἀγνῶτας παροδεύοντας ὑποδεχόμενος, οὕτω διέκειτο. Καὶ εἶπεν· Ἰδοὺ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν, καὶ καταλύσατε, καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. Ἱκανὰ τὰ ῥήματα ταῦτα τὴν ἐναποκειμένην ἀρετὴν τῇ τοῦ δικαίου ψυχῇ ἐκκαλύψαι. Τί γὰρ ἄν τις ἐκπλαγείη τὴν ταπεινοφροσύνην ὑπερβάλλουσαν, τὴν θερμότητα, ἣν περὶ τὴν φιλοξενίαν ἐπεδείκνυτο; Ἰδοὺ, φησὶ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν. Κἀκείνους κυρίους καλεῖ, καὶ ἑαυτὸν παῖδα αὐτῶν ὀνομάζει. Ἀκούσωμεν, ἀγαπητοὶ, τῶν ῥημάτων τούτων μετὰ ἀκριβείας, καὶ παιδευθῶμεν καὶ ἡμεῖς τὰ ὅμοια διαπράττεσθαι. Ὁ ἐπίδοξος, ὁ περιφανὴς, ὁ ἐν τοσαύτῃ περιουσίᾳ τυγχάνων, ὁ οἰκοδεσπότης, τοὺς ὁδίτας, τοὺς ξένους, τοὺς ἀγνῶτας, τοὺς εὐτελεῖς τὸ φαινόμενον, τοὺς παριόντας, τοὺς οὐδαμόθεν αὐτῷ προσήκοντας κυρίους ὀνομάζει καί φησιν· Ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε. Ἑσπέρα γὰρ, φησὶ, κατέλαβε. Πείσθητέ μοι, καὶ τὸν κάματον τῆς ἡμέρας παραμυθήσασθε, εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καταλύσαντες. Μὴ γὰρ, φησὶ, μέγα τι ὑμῖν ἐπαγγέλλομαι; Νίψασθε τοὺς πόδας ὑμῶν τοὺς ὑπὸ τῆς ὁδοιπορίας κεκμηκότας, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε τὴν ὁδὸν ὑμῶν. Χαρίσασθε οὖν μοι ταύτην τὴν χάριν, καὶ μὴ ἀνανεύσητέ μου πρὸς τὴν παράκλησιν. Καὶ εἶπαν, φησίν· Οὐχὶ, ἀλλ' ἐν τῇ πλατείᾳ καταλύσομεν. Καὶ μετὰ τοσαύτην παράκλησιν ἰδὼν αὐτοὺς ἀνανεύοντας οὐκ ἐνάρκησεν, οὐκ ἀπέστη τοῦ σπουδαζομένου, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον ἡμεῖς πολλάκις ποιοῦμεν· καὶ ἐὰν ἄρα ποτέ τινα προτρέψασθαι βουληθείημεν, εἶτα θεασώμεθα πρὸς ὀλίγον ἀνανεύοντα, εὐθὺς ἀφιστάμεθα· καὶ τοῦτο συμβαίνει ἀπὸ τοῦ μὴ θερμότητι καὶ πόθῳ τοῦτο ποιεῖν, ἀλλὰ μάλιστα καὶ νομίζειν ἀρκοῦσαν ἀπολογίαν ἔχειν, τὸ λέγειν ὅτι τό γε ἑαυτῶν πεποιήκαμεν.