Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΜΕʹ Καὶ ἐκίνησεν ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σοὺρ, καὶ παρῴκησεν ἐν Γεράροις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-44
Not analysed yet
Χαίρω ὁρῶν ὑμᾶς συντρέχοντας ἐπὶ τὴν ἀκρόασιν, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς δεχομένους τὴν παρ' ἡμῶν διδασκαλίαν· καὶ διὰ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προθυμίας καθ' ἑκάστην ἡμέραν ὑμῖν τὴν πτωχὴν ἡμῶν ταύτην καὶ εὐτελῆ τράπεζαν παρατιθέναι σπουδάζω. Ἡ γὰρ ἐπιτεταμένη ὑμῶν ὄρεξις ἀποκρύπτει τῆς τραπέζης τὴν εὐτέλειαν, καὶ τὰ μικρὰ μεγάλα ποιεῖ φαίνεσθαι. Τοῦτο καὶ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμάτων ἔστιν ἰδεῖν. Ὥσπερ γὰρ ὁ κεκορεσμένους λαβὼν τοὺς δαιτυμόνας, κἂν μεγάλα καὶ πολυτελῆ παραθῇ τὰ ἐδέσματα, ὁ τῶν ἑστιωμένων κόρος ὑποτέμνεται τῶν παρατεθέντων τὴν πολυτέλειαν, καὶ τὰ μεγάλα πολλάκις οὐδενὸς ἄξια λόγου φαίνεται, διὰ τὸ μὴ μεθ' ἡδονῆς προσβάλλειν αὐτοῖς τοὺς ἑστιωμένους· οὕτως ὁ πεινῶντας καὶ ὄρεξιν ἔχοντας παραλαβὼν τοὺς ἑστιᾶσθαι μέλλοντας, κἂν εὐτελῆ παραθῇ τὴν τράπεζαν, μεγάλη αὐτὴ φανεῖται, τῆς προθυμίας τῶν ἑστιωμένων μετὰ πολλῆς ἡδονῆς καταναλισκόντων τὰ παρατιθέμενα. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς θαῤῥοῦντες ὑμῶν τῇ ὀρέξει τῇ πνευματικῇ οὐκ ὀκνοῦμεν, κἂν εὐτελῆ καὶ πτωχὴν ἔχοντες τράπεζαν, ταύτην παρατιθέναι συνεχῶς τῇ ὑμετέρᾳ ἀγάπῃ. Τοῦτο καὶ σοφός τις ἔλεγε· Κρείσσων ξενισμὸς λαχάνων μετὰ ἀγάπης, ἢ βοῦς ἀπὸ φάτνης μετὰ ἔχθρας· δεικνὺς ὅτι ἡ ἀγάπη ἑτέρως ὁρᾷ τὰ παρατιθέμενα, καὶ τοῖς ἐκείνης ὀφθαλμοῖς καὶ τὰ εὐτελῆ πολυτελῆ δείκνυται, καὶ τὰ μικρὰ μεγάλα. Τί οὖν ἂν εἴη μακαριστότερον ἡμῶν ἐπὶ τοσούτων ἀκροατῶν διαλεγομένων, οὕτω θερμὴν καὶ διεγηγερμένην κεκτημένων ἀγάπην; Οὐδενὸς γὰρ οὕτω μάλιστα δεῖ τῷ λέγοντι, ὡς εὐνοίας ἀκροατοῦ. Ὅταν γὰρ ἴδῃ τὴν προθυμίαν ζέουσαν τῶν ἀκροατῶν, νευροῦται καὶ αὐτὸς, καὶ πολλὴν, ὡς εἰπεῖν, τὴν ἰσχὺν προσλαμβάνει, εἰδὼς ὅτι ὅσῳ ἂν πλείονα παραθῇ τὴν τράπεζαν ταύτην τὴν πνευματικὴν, τοσούτῳ τὰ τῆς εὐπορίας αὐτῷ αὔξεται. Ἀπ' ἐναντίας γὰρ τοῖς αἰσθητοῖς τὰ πνευματικά. Ἐκεῖ μὲν ἡ δαψίλεια τῆς τραπέζης δαπάνην ἐργάζεται, καὶ τὴν οὐσίαν ἐλαττοῖ τοῦ ἑστιάτορος· ἐνταῦθα δὲ ἅπαν τοὐναντίον, ὅσῳ ἂν πλείους ὦσιν οἱ μετέχοντες, τοσούτῳ αὔξεται ἡμῖν τὰ τῆς περιουσίας. Οὐδὲ γὰρ τὰ ἡμέτερα λέγομεν, ἀλλ' ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις διὰ τὴν οἰκείαν φιλανθρωπίαν καὶ τὴν ὑμετέραν οἰκοδομὴν χορηγήσῃ. Φέρε οὖν, ἐπειδὴ μετὰ τοσαύτης ἡδονῆς καὶ προθυμίας τῇ ἀκροάσει προσβάλλετε, πάλιν τῶν προσφάτως ἡμῖν ἀναγνωσθέντων ἔρευναν ποιήσωμεν, καὶ τὸ ἐντεῦθεν κέρδος καρπωσώμεθα. Ἐπειδὴ γὰρ κατὰ τὴν μεγάλην παραίνεσιν τοῦ Χριστοῦ λέγοντος, Ἐρευνᾶτε τὰς Γραφὰς, θησαυρός ἐστι πολὺς ἐναποκείμενος ταῖς Γραφαῖς, καὶ ἐν τῷ βάθει κρυπτόμενος, διὰ τοῦτο ἐρεύνης χρεία, ἵνα τὴν δύναμιν τὴν ἐν τῷ βάθει κρυπτομένην καταμαθόντες, πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν εὑρεῖν δυνηθῶμεν. Διὰ γὰρ τοῦτο καὶ τὰς ἀρετὰς τῶν δικαίων ἁπάντων ἡ τοῦ Πνεύματος χάρις Γραφῇ παραδοθῆναι ᾠκονόμησε, ἵνα ἡμεῖς ἔχωμεν διηνεκῆ διδασκαλίαν, καὶ πρὸς ζῆλον καὶ μίμησιν τῶν δικαίων τὸν ἑαυτῶν βίον οἰκονομῶμεν. Ἀκούσωμεν τοίνυν τῆς θείας Γραφῆς, τί καὶ σήμερον ἡμῖν περὶ τοῦ πατριάρχου διηγήσασθαι βούλεται. Καὶ ἐκίνησε, φησὶν, ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σοὺρ, καὶ παρῴκησεν ἐν Γεράροις. Καὶ ἐκίνησε, φησὶν, ἐκεῖθεν. Πόθεν ἐκίνησεν; Ἀπὸ τοῦ τόπου ἔνθα ἦν ἐνσκηνούμενος, ὅπου καὶ τὸν τῶν ἁπάντων Δεσπότην μετὰ τῶν ἀγγέλων ὑποδέξασθαι κατηξιώθη. Ἐκεῖθεν, φησὶ, κινήσας, Παρῴκησεν ἐν Γεράροις. Ὅρα τῶν δικαίων τὴν διαγωγὴν, ὅπως ἦν συνεσταλμένη καὶ ἀπέριττος, ὅπως μετ' εὐκολίας τὰς μεταναστάσεις ἐποιοῦντο, καὶ καθάπερ οἱ πάροικοι καὶ παρεπίδημοι, οὕτω τὸν ἑαυτῶν βίον ᾠκονόμουν, καὶ ποτὲ μὲν ὧδε, ποτὲ δὲ ἐκεῖ τὰς σκηνὰς ἐπήγνυντο, καθάπερ ἐν ξένῃ διάγοντες· οὐ καθάπερ ἡμεῖς ποιοῦμεν, τὴν ξένην ὡς πατρίδα οἰκοῦντες, καὶ οἰκίας οἰκοδομοῦντες λαμπρὰς, καὶ στοὰς καὶ περιπάτους, καὶ ἀγροὺς κεκτημένοι, καὶ λουτρὰ κατασκευάζοντες, καὶ ἕτερα μυρία. Ἀλλ' ὅρα τὸν δίκαιον καὶ ἐν τοῖς οἰκογενέσι μόνοις καὶ τοῖς ποιμνίοις τὴν οὐσίαν ἅπασαν κεκτημένον, καὶ οὐδαμοῦ ἱστάμενον, ἀλλὰ ποτὲ μὲν εἰς τὴν Βεθὴλ τὴν σκηνὴν πηγνύντα, ποτὲ δὲ παρὰ τὴν δρῦν Μαμβρῆ, καὶ ποτὲ μὲν εἰς Αἴγυπτον κατιόντα, νυνὶ δὲ ἐν Γεράροις κατασκηνοῦντα, καὶ πάντα μετ' εὐκολίας ὑπομένοντα, καὶ τὴν εὐγνωμοσύνην τὴν πρὸς τὸν οἰκεῖον Δεσπότην διὰ πάντων σαφῶς ἐπιδεικνύμενον. Καὶ μετὰ τοσαύτας ὑποσχέσεις καὶ ἐπαγγελίας τὰς παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένας, ὁρῶν ἑαυτὸν τοσαύταις περιστάσεσι κυκλούμενον, καὶ ποικίλοις καὶ διαφόροις πειρασμοῖς ἐμπίπτοντα, καθάπερ ἀδάμας τις ἀπερίτρεπτος εἱστήκει, τὴν φιλόθεον αὐτοῦ γνώμην δεικνὺς, καὶ οὐδενὶ τῶν ἐν τῷ μέσῳ κωλυμάτων νωθρότερος γινόμενος. Ὅρα γὰρ καὶ νῦν, ἀγαπητὲ, οἷος αὐτὸν πειρασμὸς εἰς τὰ Γέραρα καταλαμβάνει, καὶ θαύμασον τοῦ δικαίου τῆς ἀρετῆς τὴν ἀνδρείαν, ὅπως τὸ πᾶσιν ἀφόρητον, καὶ ὃ οὐδὲ ἀκοῇ τις παραδέξασθαι ἀνάσχοιτο, τοῦτο οὗτος ὑπέμεινεν, οὐ δυσχεραίνων, οὐδὲ ἀπαιτῶν εὐθύνας τῶν γινομένων τὸν Δεσπότην, καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων ποιοῦσι, καὶ ταῦτα μυρίοις ἁμαρτημάτων φορτίοις πιεζόμενοι· ἐπειδὰν δυσχερέσι τισὶ περιπέσωσιν, εὐθέως πολυπραγμονοῦντες καὶ περιεργαζόμενοι λέγουσι· Διὰ τί τὸ καὶ τὸ συνέβη; καὶ τίνος ἕνεκεν τόδε συνεχωρήθη; Ἀλλ' οὐχ ὁ δίκαιος οὗτος· δι' ὃ καὶ πλείονος ἀπήλαυσε τῆς ἄνωθεν ῥοπῆς. Τοῦτο γὰρ ἀληθῶς εὐγνώμονος οἰκέτου, μηδὲν τῶν ὑπὸ τοῦ δεσπότου γινομένων πολυπραγμονεῖν, ἀλλὰ σιγῇ πάντα καταδέχεσθαι, καὶ μετὰ πολλῆς τῆς εὐχαριστίας.