Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΜΕʹ Καὶ ἐκίνησεν ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σοὺρ, καὶ παρῴκησεν ἐν Γεράροις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-45
Not analysed yet
Καὶ σκόπει, πῶς καὶ δι' αὐτῶν τῶν παρακολουθούντων πειρασμῶν ἡ τοῦ δικαίου ἀρετὴ μᾶλλον ἐξέλαμπε, τοῦ Θεοῦ φανερὸν αὐτὸν διὰ πάντων δεικνύντος. Ὥσπερ γὰρ ἡνίκα εἰς τὴν Αἴγυπτον κατῆλθεν, ὡς ἄγνωστος καὶ ξένος καὶ οὐδενὶ γνώριμος, ἀθρόον μετὰ πολλῆς τῆς τιμῆς ἐκεῖθεν ἐπανῄει· οὕτω καὶ νῦν παροικήσας ἐν Γεράροις, ἐν μὲν τοῖς προοιμίοις τὰ παρ' ἑαυτοῦ ἐπιδείκνυται· μετὰ δὲ ταῦτα τοσαύτης ἀπολαύει τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας, ὡς καὶ τὸν βασιλέα, καὶ τοὺς αὐτόθι πάντας οἰκοῦντας, περὶ τὴν θεραπείαν τοῦ δικαίου πᾶσαν ἐπιδείκνυσθαι τὴν σπουδήν. Εἶπε δὲ, φησὶν, Ἀβραὰμ περὶ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ· Ἀδελφή μου ἐστίν. Ἐφοβήθη γὰρ εἰπεῖν, ὅτι Γυνή μου ἐστὶ, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι' αὐτήν. Ὅρα πῶς ὑπὸ τυραννικωτάτων παθῶν ἐπολιορκεῖτο ἡ τοῦ δικαίου ψυχὴ, καὶ ὁ φόβος αὐτὸν ἐξωθεῖτο. Ἀλλὰ καίτοι σφόδρα χαλεπὸν ὄντα τὸν πρότερον φόβον, τὸν τῆς προδοσίας τῆς γυναικὸς, παρωθεῖτο ὁ τοῦ θανάτου φόβος. Ἵνα γὰρ τοῦτον διαφύγῃ, ὑπέμεινεν ὁρᾷν τοῖς οἰκείοις ὀφθαλμοῖς τὴν κοινωνὸν αὐτῷ τοῦ βίου ὑπὸ ταῖς τοῦ βασιλέως χερσὶ γενομένην. Ὅσον δὲ τοῦτό ἐστιν ἀφόρητον, ἴσασιν ὅσοι γυναῖκας ἔχουσι. Διὰ τοῦτο καὶ σοφός τις ἔλεγε· Μεστὸς ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν. Ἀλλὰ τὸ βαρὺ τοῦτο καὶ πᾶσιν ἀφόρητον ὅρα πῶς διὰ τὸν τοῦ θανάτου φόβον γενναίως ὁ δίκαιος ἤνεγκε. Τοῦτο δὲ καὶ ἐπὶ τῶν σωματικῶν παθῶν συμβαίνειν ἔθος· ἐπειδὰν γὰρ δύο κατὰ ταὐτὸ πάθη πολιορκῇ τὸ σῶμα τὸ ἡμέτερον, ἡ τοῦ ἑνὸς ἐπίτασις ἀποκρύπτει τὸ ἕτερον, καὶ ὅλοι τῆς ὀδύνης ἐκείνης γινόμεθα, καὶ πολλάκις οὐδὲ αἴσθησιν τοῦ ἑτέρου λαμβάνομεν, τῆς πολλῆς ὀδύνης περισπώσης ἡμᾶς, καὶ οὐκ ἀφιείσης τοῦ ἐλάττονος πάθους πεῖραν λαβεῖν. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος νῦν ὁρῶν τοῦ θανάτου τὸν φόβον ἐπικείμενον, πάντα τὰ λοιπὰ φορητὰ ἡγεῖτο. Ἀλλὰ ταῦτα ἀκούων, ἀγαπητὲ, μὴ καταγνῷς τοῦ δικαίου μικροψυχίαν, εἰ τὸν θάνατον ἐδεδοίκει· ἀλλὰ θαύμασον τοῦ πάντων ἡμῶν Δεσπότου τὴν ὑπερβάλλουσαν περὶ ἡμᾶς φιλανθρωπίαν, ὅτι τὸν θάνατον τὸν τοῖς δικαίοις ἐκείνοις καὶ ἁγίοις τότε φοβερὸν, τοῦτον νῦν εὐκαταφρόνητον εἰργάσατο ὁ Χριστὸς, καὶ ὃν ἐδεδοίκεισαν οἱ ἐνάρετοι ἐκεῖνοι καὶ τοσαύτην παῤῥησίαν πρὸς τὸν Θεὸν ἐσχηκότες, τοῦτον νῦν καταγελῶσι καὶ νέοι καὶ κόραι ἁπαλαί. Οὐδὲ γὰρ θάνατός ἐστι λοιπὸν, ἀλλ' ὕπνος καὶ ἀποδημία, καὶ μετάστασις ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω. Ὁ γὰρ θάνατος τοῦ Δεσπότου τὴν ἀθανασίαν ἡμῖν ἐδωρήσατο, καὶ κατελθὼν εἰς τὸν ᾅδην ἐξέλυσεν αὐτοῦ τὰ νεῦρα, καὶ τὴν ἰσχὺν αὐτοῦ καθεῖλε· καὶ τὸν φοβερὸν πρὸ τούτου καὶ ἀμείλικτον, τοῦτον οὕτως εὐκαταφρόνητον εἰργάσατο, ὡς καὶ ἐπιπηδᾷν τινας καὶ ἐπείγεσθαι πρὸς τὴν ἐντεῦθεν μετάστασιν. Διὰ τοῦτο καὶ Παῦλος βοᾷ λέγων, Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον. Ἀλλὰ ταῦτα μὲν νῦν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, μετὰ τὸ συγκλασθῆναι τὰς πύλας τὰς χαλκᾶς, μετὰ τὸ πανταχοῦ τῆς οἰκουμένης τὸν ἥλιον τῆς δικαιοσύνης ἐκλάμψαι. Τότε δὲ ἔτι φοβερὰν εἶχε τὴν πρόσοψιν, καὶ κατέσειε τῶν δικαίων ἐκείνων ἀνδρῶν τὴν διάνοιαν· διὸ καὶ πάντα τὰ ἄλλα κούφως ἔφερον, κἂν ἀφόρητα ἐτύγχανεν ὄντα. Διὰ τοῦτο καὶ ὁ δίκαιος οὗτος φοβούμενος τῶν ἐν Γεράροις οἰκούντων τὴν ἐπιβουλὴν, οὐχ ὡς γυναῖκα, ἀλλ' ὡς ἀδελφὴν ἐπαγόμενος, οὕτω τὴν ἐνταῦθα παροίκησιν ποιεῖται. Καὶ καθάπερ εἰς τὴν Αἴγυπτον κατελθεῖν αὐτὸν συνεχώρησεν ὁ Θεὸς, βουλόμενος καὶ τοὺς ἀγνώμονας ἐκείνους καὶ ἀναισθήτους τοῦ δικαίου μαθεῖν τὴν ἀρετήν· οὕτω καὶ ἐνταῦθα τὴν οἰκείαν μακροθυμίαν ἐπιδείκνυται ὁ Δεσπότης, ἵνα καὶ τοῦ δικαίου ἡ ὑπομονὴ διὰ πάντων ἐκλάμψῃ, καὶ ἡ τοῦ Θεοῦ περὶ αὐτὸν εὔνοια πᾶσι κατάδηλος γένηται. Ἀπέστειλε δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Γεράρων, λαβεῖν τὴν Σάῤῥαν. Ἐννόησόν μοι τὸν χειμῶνα τῶν λογισμῶν, ὧν ὑπέμεινεν ὁ δίκαιος ὁρῶν αὐτοῦ τὴν γυναῖκα ἀπαγομένην, καὶ οὐδὲν δυνάμενος ἐπαμῦναι. Σιγῇ γὰρ ἅπαντα ἔφερεν, εἰδὼς ὅτι οὐ περιόψεται αὐτὸν ὁ Δεσπότης, ἀλλὰ ταχεῖαν παρέξει τὴν συμμαχίαν. Καὶ τῆς Σάῤῥας δὲ θαυμάσαι ἔστι τὴν πολλὴν φιλοστοργίαν, πῶς τοῦ κινδύνου τοῦ θανάτου τὸν δίκαιον ἐξαρπάσαι βουλομένη· ἐξῆν γὰρ αὐτὴν ἐκκαλύψασαν τὸ δρᾶμα, διαφυγεῖν τὴν ὁμολογουμένην ὕβριν· ἀλλ' ὑπέμεινεν ἅπαντα γενναίως, ἵνα τῷ δικαίῳ τὴν σωτηρίαν πραγματεύσηται. Καὶ ἐπληροῦτο ἐκεῖνο τὸ εἰρημένον, ὅτι Ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥσπερ γὰρ μία σὰρξ ὄντες, οὕτω τῆς ἀλλήλων σωτηρίας ἐκήδοντο, καὶ τοσαύτην ἐπεδείκνυντο τὴν ὁμόνοιαν, ὡς ἓν σῶμα τυγχάνοντες καὶ μία ψυχή. Ταῦτα ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες· γυναῖκες, ἵνα τοσαύτην περὶ τοὺς ἄνδρας τὴν φιλοστοργίαν ἐπιδεικνύωσι, καὶ μηδὲν ἕτερον προτιμῶσι τῆς ἐκείνων σωτηρίας· καὶ ἄνδρες, ἵν' οὕτω πολλὴν τὴν περὶ αὐτὰς εὔνοιαν ἔχωσι, καὶ ὡς μίαν ψυχὴν κεκτημένοι καὶ ἓν σῶμα ὄντες, οὕτω πάντα διαπράττωνται.