Ancient Greek · ~22 min
ΟΜΙΛΙΑ ΜΖʹ Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-46
Not analysed yet
Πολὺ τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων τὸ κέρδος, καὶ ἄφατος ὁ θησαυρὸς ὁ τοῖς βραχέσι τούτοις ῥήμασιν ἐγκεκρυμμένος. Τοιαῦτα γὰρ τὰ θεῖα λόγια· οὐκ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ' ἐν τῇ συντομίᾳ τῶν λόγων πολὺν ἐναποκείμενον ἔχει τὸν πλοῦτον. Φέρε οὖν, ἀναπτύξωμεν τὰ εἰρημένα, καὶ καταμάθωμεν ἀκριβῶς τῶν σήμερον ἀναγνωσθέντων τὴν δύναμιν. Οὕτω γὰρ πάλιν εἰσόμεθα καὶ τοῦ πατριάρχου τὴν πολλὴν ἀρετὴν, καὶ τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν. Καὶ ἐγένετο, φησὶ, μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ. Τί βούλεται ταυτὶ τὰ ῥήματα. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ; Σκόπει μοι τὴν θείαν Γραφὴν, πῶς ἐντεῦθεν ἤδη βούλεται ἐκκαλύψαι ἡμῖν τοῦ δικαίου τὴν ἀρετήν. Καὶ ἐπειδὴ μέλλει διηγεῖσθαι τὴν πεῖραν τὴν παρὰ τοῦ Θεοῦ ἐπαγομένην τῷ Ἀβραὰμ, πρότερον ἡμᾶς βούλεται τὸν καιρὸν διδάξαι, καθ' ὃν ταῦτα ὁ πατριάρχης ἐπετάττετο, καὶ πότε τὸν Ἰσαὰκ ἀνενεγκεῖν ἐκελεύετο, ἵνα μάθῃς τὴν πολλὴν τοῦ πατριάρχου ὑπακοὴν, καὶ ὅπως τῶν τῷ Θεῷ δοκούντων οὐδὲν προτιμᾷν ἠνέσχετο. Τί οὖν ἐστιν, Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα; Ἐπειδὴ γὰρ μετὰ τὸν τοῦ Ἰσαὰκ τόκον, ἡνίκα ἐθεάσατο ἡ Σάῤῥα τὸν Ἰσμαὴλ συναναστρεφόμενον τῷ Ἰσαὰκ, καθάπερ χθὲς πρὸς ὑμᾶς διελέχθημεν, δυσχεράνασα πρὸς τοῦτο ἡ Σάῤῥα ἔλεγε πρὸς τὸν Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου· ἐφάνη δὲ τοῦτο σκληρὸν τῷ πατριάρχῃ, βουλόμενος ὁ Θεὸς παραμυθήσασθαι τὸν δίκαιον, φησίν· Ὑπάκουσον Σάῤῥας τῆς γυναικός σου, καὶ ποίει τὸ παρ' αὐτῆς λεχθέν· καὶ μὴ σκληρόν σοι φαινέσθω τὸ περὶ τοῦ παιδίου καὶ τῆς παιδίσκης. Ἐν γὰρ τῷ Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, καὶ τοῦτον δὲ ποιήσω εἰς ἔθνος μέγα, ἐπειδὴ σπέρμα σόν ἐστι. Καὶ πᾶσα ἡ ὑπόσχεσις αὐτῷ καὶ ἡ παρὰ τοῦ Θεοῦ ἐπαγγελία αὕτη ἦν, ὥστε εἰς πολὺ πλῆθος ἐκτείνεσθαι τοὺς ἐκ τοῦ Ἰσαὰκ τεχθέντας. Ἐπειδὴ ταύταις ταῖς ἐλπίσι τρεφόμενος ὁ δίκαιος διετέλει, καὶ ὡς τῶν τοσούτων καὶ ἐπαλλήλων θλίψεων καὶ πειρασμῶν τὰς ἀμοιβὰς κομισάμενος, καὶ ἐν ἀσφαλείᾳ λοιπὸν γεγονὼς, καὶ ὁρῶν ἐν ὀφθαλμοῖς τὸν μέλλοντα διαδέχεσθαι αὐτοῦ τὸν κλῆρον, οὕτω μετὰ ἀδείας καθειστήκει, μεγίστην ἐντεῦθεν παραμυθίαν καρπούμενος. Ἀλλ' ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, βουλόμενος ἡμῖν ἐκκαλύψαι τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τὸν πολὺν πόθον, ὃν περὶ αὐτὸν ἐπεδείκνυτο, μετὰ τὰς τοσαύτας ὑποσχέσεις, καὶ ταύτην τὴν πρόσφατον γεγενημένην, καὶ ἧς τὴν μνήμην ἔναυλον εἶχεν, ὅτε λοιπὸν ἐν ἡλικίᾳ γέγονεν ὁ Ἰσαὰκ, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐτύγχανε, καὶ τὸν πόθον τοῦ πατρὸς τὸν περὶ αὐτὸν ἦν ἰδεῖν αὐξανόμενον, τότε μετὰ τὰ ῥήματα ταῦτα τῆς ἐπαγγελίας, καὶ μετὰ τὸ εἰπεῖν, ὅτι Ἐν αὐτῷ κληθήσεταί σοι σπέρμα, καὶ αὐτὸς ἔσται σου διάδοχος· Μετὰ τὰ ῥήματα ταῦτα ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ. Τί ἐστιν, Ἐπείραζεν; Οὐχ ὡς αὐτὸς ἀγνοῶν, ἀλλὰ προσῆγεν αὐτῷ τὴν πεῖραν, ἵνα καὶ οἱ τότε παρόντες, καὶ οἱ ἐξ ἐκείνου μέχρι τοῦ παρόντος παιδεύωνται τὸν αὐτὸν πόθον τῷ πατριάρχῃ, καὶ τὴν ὑπακοὴν ἐπιδείκνυσθαι περὶ τὰ τοῦ Δεσπότου προστάγματα. Καὶ εἶπε, φησὶ, πρὸς αὐτόν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Τί βούλεται ὁ τοῦ ὀνόματος διπλασιασμός; Τῆς πολλῆς εὐνοίας τῆς περὶ τὸν πατριάρχην σημεῖόν ἐστι, καὶ ἐδείκνυ αὐτῷ καὶ διὰ τῆς κλήσεως, ὅτι μέλλει τι τῶν ἀναγκαίων αὐτῷ ἐπιτάττειν. Παρασκευάζων τοίνυν αὐτὸν συντεῖναι ἑαυτὸν καὶ μετὰ σπουδῆς προσέχειν τοῖς παρ' αὐτοῦ λεγομένοις, τῷ διπλασιασμῷ τῆς κλήσεως ἐχρήσατο, καί φησιν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. Μέγας ὁ ὄγκος τοῦ ἐπιτάγματος, καὶ ὑπερβαῖνον ἀνθρωπίνην φύσιν τὸ πρᾶγμα. Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Ὅρα πῶς δι' αὐτῶν τῶν ῥημάτων μείζονα τὴν πυρὰν ἀνάπτει, καὶ τὴν κάμινον τῆς φιλοστοργίας τοῦ δικαίου, ἣν περὶ τὸν Ἰσαὰκ ἐκέκτητο, σφοδρότερον διεγείρει. Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Ἕκαστον καθ' ἑαυτὸ ἱκανὸν καθικέσθαι τῆς τοῦ δικαίου ψυχῆς. Οὐ γὰρ ἁπλῶς εἶπε, Τὸν Ἰσαὰκ, ἀλλὰ προσέθηκε, Τὸν υἱόν σου, ὃν παρὰ πᾶσαν προσδοκίαν ἐκτήσω, καὶ ἐν αὐτῷ τῷ γήρᾳ σχεῖν ἠδυνήθης, Τὸν ἀγαπητὸν, τὸν περιπόθητόν σου, ὃν μεθ' ὑπερβολῆς ἀγαπᾷς, τὸν Ἰσαὰκ, ὃν διάδοχον ἕξειν προσδοκᾷς, ἐξ οὗ καὶ τὸ σπέρμα σου αὔξεσθαι ἐπηγγειλάμην, καὶ τοσοῦτον αὔξεσθαι, ὡς τῷ πλήθει τῶν ἄστρων, καὶ τῇ ἄμμῳ τῇ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐξισωθῆναι. Τοῦτον οὖν αὐτὸν Λάβε, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν ἐκεῖ εἰς ὁλοκαύτωσιν ἐφ' ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. Θαυμάσαι μοι ἔπεισι, πῶς καὶ τὴν ἀκοὴν ἤνεγκεν ὁ δίκαιος. Τοῦτον γὰρ αὐτὸν, φησὶ, τὸν οὕτω σοι περιπόθητον, ἀνένεγκέ μοι εἰς ὁλοκαύτωσιν ἐφ' ἓν τῶν ὀρέων. Τί οὖν ὁ δίκαιος; Οὐκ ἐταράχθη τὸν λογισμὸν, οὐ συνεχύθη τὴν διάνοιαν, οὐκ ἠπόρησε πρὸς τὸ ξένον τοῦ ἐπιτάγματος, οὐκ ἐνενόησεν, οὐκ ἐλογίσατο πρὸς ἑαυτόν· Τί τοῦτο; ὁ παρὰ πᾶσαν προσδοκίαν σπέρμα χαρισάμενος, ὁ διὰ τὴν οἰκείαν φιλανθρωπίαν τὴν μήτραν τῆς Σάῤῥας ζωογονήσας νεκρωθεῖσαν, λοιπὸν μετὰ τὸ γαλακτοτροφηθῆναι καὶ αὐξηθῆναι, καὶ λοιπὸν ἐν ἡλικίᾳ γενέσθαι, σφαγῆναι τὸ τεχθέν μοι κελεύει, καὶ εἰς ὁλοκαύτωσιν ἀνενεχθῆναι· ὁ πρὸ βραχέως εἰπὼν, Ἐν αὐτῷ κληθήσεταί σοι σπέρμα, νῦν τὰ ἐναντία ἐπιτάττει; Καὶ πῶς ἂν εἰς ἔργον ἐξέλθοι ποτὲ τὰ παρ' αὐτοῦ ἐπαγγελθέντα; Πῶς γὰρ οἷόν τε τῆς ῥίζης ἐκτεμνομένης τοὺς κλάδους φυῆναί ποτε, ἢ τοῦ δένδρου ἐκκοπτομένου τὸν καρπὸν ἐνεχθῆναι, ἢ τῆς πηγῆς ξηρανθείσης ποταμοὺς ἀναδοθῆναι; Κατὰ μὲν τὴν ἀνθρωπίνην ἀκολουθίαν ταῦτα γενέσθαι ἀμήχανον· Θεοῦ δὲ βουληθέντος πάντα γενέσθαι δυνατόν.