Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΜΖʹ Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-47
Not analysed yet
Ἀλλὰ τούτων μὲν οὐδὲν ἐλογίσατο ὁ δίκαιος οὗτος, ἀλλὰ καθάπερ εὐγνώμων οἰκέτης, πάντα λογισμὸν ἀνθρώπινον παρωσάμενος, ἑνὸς μόνου ἐγίνετο, τοῦ τὸ ἐπιταχθὲν εἰς ἔργον ἀγαγεῖν, καὶ ὥσπερ ἐκτὸς γεγονὼς τῆς ἀνθρωπείας φύσεως, καὶ πᾶσαν συμπάθειαν καὶ πατρικὴν φιλοστοργίαν δευτέραν ἡγησάμενος τῶν τοῦ Θεοῦ προσταγμάτων, ἐπὶ τὴν ἐκπλήρωσιν ἔσπευδε. Καὶ ἀναστὰς, φησὶν, Ἀβραὰμ τὸ πρωῒ, ἐπέσαξε τὴν ὄνον αὐτοῦ. Παρέλαβε δὲ μεθ' ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Ὅρα τὸν φιλάνθρωπον Δεσπότην, πῶς καὶ ἐν τῷ διαστήματι βασανίζει τοῦ δικαίου τὴν ἀρετήν. Ἐννόησον δὲ καὶ τὸν δίκαιον τί εἰκὸς ἦν ὑπομένειν ταῖς τρισὶν ἡμέραις, αὐτὸν καθ' ἑαυτὸν μὲν ἀναλογιζόμενον τὸ ἐπίταγμα, καὶ ὅτι αὐτὸς μέλλει ταῖς οἰκείαις χερσὶ τὸν οὕτω ποθούμενον σφάζειν υἱὸν ἐνθυμούμενον, οὐδενὶ δὲ τὸ πρᾶγμα κοινώσασθαι ἔχοντα· καὶ καταπλάγηθι τὴν γνώμην αὐτοῦ τὴν φιλόθεον καὶ τὴν σύνεσιν. Ἐπειδὴ γὰρ ᾔδει τὸ μέγεθος τοῦ ἐπιτάγματος, οὐδενὶ ὅλως τοῦτο γνώριμον ποιεῖ, οὔτε τοῖς παισὶν, οὔτε αὐτῷ τῷ Ἰσαὰκ, ἀλλὰ μόνος καθ' ἑαυτὸν τὸν ἀγῶνα τοῦτον ἠγωνίζετο, καὶ καθάπερ ἀδάμας τις οὕτως ἀκαταγώνιστος ἔμενε, τὴν ἀνδρείαν τῶν λογισμῶν ἐπιδεικνύμενος, οὐδὲ πολυπραγμονῶν, ἀλλ' εἴκων μετὰ πολλοῦ τοῦ πόθου τῷ τοῦ Θεοῦ νεύματι. Καὶ ἐπειδὴ περὶ τὸν τόπον ἔφθασεν, Ἀναβλέψας, φησὶν, Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου. Ὅρα καὶ ἐνταῦθα τοῦ δικαίου τὴν πολλὴν σύνεσιν· καὶ τοὺς παῖδας λαθεῖν ἐβούλετο, διὰ πάντων δεικνὺς ὅτι μετὰ προθυμίας ζεούσης καὶ ἐπιτεταμένου πόθου πληροῦν ἐβούλετο τὸ τῷ Θεῷ δοκοῦν. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι καινὸν καὶ παράδοξον ἦν, καὶ οὐ πρότερον ὑφ' ἑτέρου γεγονὸς τὸ παρ' αὐτοῦ μέλλον γίνεσθαι, κρύπτει τοὺς παῖδας καὶ καταλιπὼν αὐτοὺς μετὰ τῆς ὄνου, φησίν· Ἐνταῦθα ἀναμείνατε, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀνακάμψομεν πρὸς ὑμᾶς. Οὐκ εἰδὼς ὅτι τοῦτο ἔσται, ὃ ἔλεγεν, ἀλλὰ προεφήτευσε μὲν, ἴσως τοῦτο ἀγνοῶν. Ἔλεγε δὲ τοῖς παισὶ, τάχα ἐξαπατῶν αὐτοὺς καὶ παρασκευάζων αὐτόθι μένειν· καὶ λοιπὸν ἦν ὁ πατριάρχης μετὰ τοῦ παιδός. Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Ἔλαβε δὲ μετὰ χεῖρας τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Ὢ ψυχῆς ἀνδρεία. ὢ φρονήματος στεῤῥότης. Ἐπέθηκε, φησὶ, τῷ Ἰσαὰκ τὰ ξύλα τῆς ὁλοκαρπώσεως· αὐτὸς δὲ τὴν μάχαιραν καὶ τὸ πῦρ ἔλαβε, καὶ ἐπορεύοντο οἱ δύο ἅμα. Ποίοις ὀφθαλμοῖς ἑώρα τὸ παιδίον τὰ ξύλα ἐπιφερόμενον, οἷς ἔμελλεν αὐτὸν μετ' οὐ πολὺ ἐπιθύειν; πῶς ἡ χεὶρ φέρειν ἠδύνατο τὸ πῦρ καὶ τὴν μάχαιραν; Καὶ ἡ μὲν χεὶρ ἐπεφέρετο τὸ πῦρ τὸ αἰσθητὸν, τὸ δὲ ἔνδοθεν πῦρ κατέφλεγεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἐδαπάνα τὸν λογισμὸν, πεῖθον νικᾷν τῷ πρὸς τὸν Θεὸν πόθῳ, καὶ παρασκευάζον λογίζεσθαι, ὅτι ὁ ἤδη παρασχὼν καὶ ὑπὲρ φύσιν ἀνθρωπίνην πατέρα γενέσθαι παρασκευάσας δυνήσεται καὶ νῦν τὰ ὑπερβαίνοντα τὸν ἀνθρώπινον λογισμὸν ἐργάσασθαι. Ἀλλ' ὅρα μοι λοιπὸν πρὸ τοῦ αἰσθητοῦ πυρὸς τὴν ἔνδοθεν κατὰ μικρὸν ἐξαπτομένην κάμινον καὶ φλέγουσαν τοῦ δικαίου τὴν ψυχήν. Εἶπε δὲ, φησὶν, Ἰσαὰκ πρὸς Ἀβραὰμ τὸν πατέρα αὐτοῦ· Πάτερ. Ἱκανὸν τὸ ῥῆμα τῶν σπλάγχνων αὐτῶν τοῦ δικαίου καθάψασθαι. Ὁ δὲ εἶπε· Τί ἐστι, τέκνον; Πατέρα καλεῖς τὸν μετὰ μικρὸν ἄπαιδα ἐσόμενον, κἀγὼ τέκνον προσαγορεύω τὸν μετ' οὐ πολὺ μέλλοντα ἐπὶ τὸν βωμὸν ἀνιέναι, καὶ ὃν ταῖς οἰκείαις χερσὶ μέλλω σφάζειν. Εἶτα ὁ παῖς φησιν· Ἰδοὺ τὸ πῦρ ἐπιφέρῃ, κἀγὼ τὰ ξύλα· ποῦ ἔστι τὸ θῦμα τὸ μέλλον προσάγεσθαι; Ποῦ ἔστι τὸ πρόβατον τὸ εἰς τὴν ὁλοκάρπωσιν; Ἐννόει μοι ἐνταῦθα τοῦ δικαίου τὴν βάσανον· πῶς ἤνεγκε τὴν ἀκοὴν, πῶς ἴσχυσε ἀποκρίνασθαι τῷ παιδὶ, πῶς οὐ συνεχύθη, πῶς ἤνεγκε ταμιεύσασθαι, καὶ μὴ κατάδηλον ποιῆσαι τῷ παιδὶ τὸ μέλλον ἔσεσθαι, ἀλλά φησι γενναίῳ φρονήματι καὶ ἀνδρείᾳ τῇ ψυχῇ· Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ὅρα καὶ ἐνταῦθα πῶς οὐκ εἰδὼς πάλιν μηνύει τὸ μέλλον ἔσεσθαι. Ἔδοξε γὰρ διὰ τῆς ἀποκρίσεως παραλογίζεσθαι τὸν Ἰσαὰκ, ἀλλ' ἐκεῖνον μὲν διὰ τῶν ῥημάτων πρὸς τὸ παρὸν ἔπεισεν, αὐτὸς δὲ μείζονα τὴν ὀδύνην καὶ ἐπιτεταμένην ὑπέμενε, τὰ ῥήματα αὐτὰ στρέφων ἐν τῇ διανοίᾳ, καὶ ἐννοῶν τοῦ παιδὸς τὴν εὐμορφίαν τὴν ἔξωθεν, τῆς ψυχῆς τὸ κάλλος, τὸ πειθήνιον, τὸ ἐπέραστον, αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος. Πορευθέντες δὲ ἀμφότεροι ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. Παρεγένοντο, φησὶν, ἐπὶ τὸ ὄρος τὸ ὑψηλὸν, ὅπερ αὐτῷ ὁ Θεὸς ἐγνώρισε· Καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστήριον. Πάλιν ἐκπλήττομαι τοῦ δικαίου τὴν ἀνδρείαν, πῶς ἠδυνήθη τὸ θυσιαστήριον οἰκοδομῆσαι, πῶς ἴσχυσε, πῶς οὐ διελύθη ὑπὸ τῆς ἀγωνίας. Ἀλλὰ καὶ τὸ θυσιαστήριον ᾠκοδόμησε, καὶ ἐπέθηκε τὰ ξύλα. Καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον. Καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ, λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ.