Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΜΗʹ Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ τοῦ Χὲτ πρὸς Ἀβραὰμ, καὶ εἶπαν· Βασιλεὺς παρὰ Θεοῦ εἶ σὺ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-47
Not analysed yet
Εἴδετε χθὲς, ἀγαπητοὶ, τοῦ πατριάρχου τὴν ἀνδρείαν· εἴδετε ψυχὴν ἀδάμαντος στεῤῥοτέραν, πῶς, τὸ ἧκον εἰς αὐτὸν, διὰ τὸν περὶ τὸν Θεὸν πόθον ἱερεὺς τοῦ παιδὸς ἐγένετο, καὶ τῇ μὲν γνώμῃ ᾕμαξε τὴν δεξιὰν, καὶ τὸ ἱερεῖον προσήνεγκε· διὰ δὲ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν σῶον καὶ ὑγιῆ τὸν παῖδα λαβὼν ἐπανῄει, καὶ ἀπὸ τῆς προαιρέσεως ἀνεκηρύττετο ὁ πατριάρχης καὶ τὸν στέφανον λαμπρὸν ἀνεδήσατο, καὶ τοῦτον τὸν τελευταῖον ἀγῶνα ἠγωνίσατο, καὶ διὰ πάντων τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης ἐπεδείξατο. Ἴδωμεν καὶ σήμερον τοῦ δικαίου τούτου τὸ φιλόστοργον, ὅσην ποιεῖται τοῦ παιδὸς τὴν κηδεμονίαν. Ἐπειδὴ γὰρ μετὰ τὸ ἀπὸ τῆς θυσίας ταύτης ἐπανελθεῖν τῆς καινῆς καὶ παραδόξου διεδέξατο αὐτὸν τῆς Σάῤῥας τὸ πένθος, αἰτήσας παρὰ τῶν υἱῶν Χὲτ κτῆσιν τάφου, καὶ πριάμενος τὸν τόπον, ἀπέθετο τὸν νεκρὸν, καὶ ταύτην πρώτην ἀρχὴν κτήσεως ποιεῖται ὁ πατριάρχης διὰ τὴν τῆς Σάῤῥας τελευτήν. Δεικνῦσα γὰρ ἡμῖν ἡ θεία Γραφὴ διὰ πάντων τοῦ δικαίου τὴν ἀρετὴν, καὶ ὅτι ὡς πάροικος καὶ παρεπίδημος ἅπαντα διῆγε τὸν χρόνον, καὶ τοῦτο ἐπεσημήνατο, ἵνα μάθωμεν, ὅτι ὁ τοσαύτης ἀπολαύων τῆς ἄνωθεν συμμαχίας, καὶ οὕτω περιφανὴς γεγονὼς, καὶ ἐπὶ τοσοῦτον πλῆθος ἐκταθεὶς, οἰκεῖον τόπον οὐκ ἐκτήσατο, καθάπερ νῦν πολλοὶ ποιοῦσιν, ἀγροὺς καὶ κώμας, καὶ πολλήν τινα καὶ ἄφατον περιουσίαν κατακτᾶσθαι σπουδάζοντες. Εἶχε γὰρ ἀρκοῦντα πλοῦτον τὸν ἀπὸ τῆς γνώμης, καὶ οὐδεμίαν περὶ ταῦτα ἐποιεῖτο τὴν σπουδήν. Ἀκουέτωσαν οἱ ἀθρόον γαὶ ἐν μιᾷ καιροῦ ῥοπῇ τὰ πάντων περιβαλλόμενοι, καὶ πανταχοῦ, ὡς εἰπεῖν, τῆς οἰκείας πλεονεξίας τὴν ἐπιθυμίαν ἐκτείνοντες, καὶ μιμείσθωσαν τὸν πατριάρχην, τὸν οὐδὲ ὅπου καταθῇ τῆς Σάῤῥας τὸ λείψανον ἐσχηκότα, μέχρις ὅτε, καὶ ὑπ' αὐτῆς τῆς ἀνάγκης ὠθούμενος, ὠνήσατο τὸν ἀγρὸν καὶ τὸ σπήλαιον παρὰ τῶν υἱῶν Χέτ. Ὅτι γὰρ περίβλεπτος ἦν παρὰ τοῖς τὴν Χαναναίαν οἰκοῦσιν, ἄκουε τῶν υἱῶν Χὲτ πρὸς αὐτὸν λεγόντων· Βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσῃ τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ. Ἀλλ' ὅρα τὸν δίκαιον, ὅπως κἀκείνους παιδεύει δι' αὐτῶν τῶν ἔργων τὴν οἰκείαν φιλοσοφίαν, καὶ οὐ πρότερον ἀνέχεται λαβεῖν τὸ μνημεῖον, πρὶν ἂν τὴν δικαίαν καταβάλλῃ τιμήν. Εἰ γὰρ καὶ ὑμεῖς, φησὶν, οὕτω περὶ ἐμὲ εὐγνώμονες γεγόνατε, ἀλλ' ἐγὼ οὐκ ἀνέξομαι, εἰ μὴ πρότερον τὴν δέουσαν τιμὴν καταβάλλοιμι, λαβὼν παρ' ὑμῶν τὸ μνημεῖον. Καὶ δοὺς, φησὶ, τὸ ἀργύριον, ἔλαβε τὸ μνημεῖον· καὶ ἔθαψε Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ. Καὶ ὁ οὕτω περιφανὴς καὶ περίβλεπτος, καὶ τοσαύτην παῤῥησίαν παρὰ τῷ Θεῷ ἔχων, καὶ παρὰ πάντων, ὡς εἰπεῖν, τῶν αὐτόθι τοσαύτης ἀπολαύων θεραπείας, ὡς καὶ τοὺς υἱοὺς Χὲτ βασιλέα αὐτὸν ὀνομάζειν, οὐδὲ βῆμα ποδὸς ἐκέκτητο. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἀνακηρύττων τοῦ δικαίου τούτου τὴν ἀρετὴν, γράφων ἔλεγε· Πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. Εἶτα διδάσκων ἡμᾶς πῶς πίστει παρῴκησεν, ἐπήγαγεν· Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Τῇ ἐλπίδι, φησὶ, τῶν μελλόντων ὑπερεώρα τῶν παρόντων, καὶ τῇ προσδοκίᾳ τῶν μειζόνων ἔλαττον ἐφρόντιζε τούτων τῶν ἐν τῷ παρόντι βίῳ· καὶ ταῦτα πρὸ τοῦ νόμου, καὶ πρὸ τῆς χάριτος. Ποίαν οὖν ἕξομεν ἡμεῖς ἀπολογίαν, εἰπέ μοι, οἱ μετὰ τοσαύτας ἐπαγγελίας καὶ τὰς ὑποσχέσεις τῶν ἀποῤῥήτων ἀγαθῶν πρὸς τὰ παρόντα ἐπτοημένοι, καὶ ὠνούμενοι ἀγροὺς, καὶ πανταχοῦ φαιδρύνεσθαι σπουδάζοντες, καὶ ἀπὸ πλεονεξίας καὶ ἁρπαγῆς ταῦτα ἅπαντα συλλέγοντες, καὶ ὅπερ ὁ μακάριος προφήτης θρηνῶν ἔλεγε, τοῦτο διὰ τῶν ἔργων πληροῦντες· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι; Ἢ οὐχὶ ταῦτα καθ' ἑκάστην ἡμέραν ὁρῶμεν γινόμενα, καὶ χήρας μὲν ἁρπαζομένας, ὀρφανοὺς δὲ ἀποδυομένους, καὶ τοὺς ἀσθενεῖς ὑπὸ τῶν δυνατωτέρων πιεζομένους; Ἀλλ' οὐχ οὕτως ὁ δίκαιος οὗτος· ἀλλὰ καὶ μνημεῖον ὠνήσασθαι βουληθεὶς, ἐπειδὴ εἶδεν ἑτοίμους διαδοῦναι βουλομένους τοὺς αἰτηθέντας, οὐ πρότερον ἠνέσχετο, πρὶν ἢ τὴν δικαίαν κατέβαλε τιμήν. Ἅπερ ἐννοοῦντες, ἀγαπητοὶ, μιμησώμεθα οἱ ἐν τῇ χάριτι τὸν πρὸ τοῦ νόμου, καὶ μὴ περὶ τὴν τῶν πλειόνων ἐπιθυμίαν ἐκκαιόμενοι, μεῖζον ἑαυτοῖς καὶ σφοδρότερον ἐπισωρεύωμεν τὸ πῦρ τὸ ἄσβεστον, τὴν φλόγα τὴν ἀφόρητον. Ἀκουσόμεθα γὰρ, εἰ ἐπιμένοιμεν ταῖς τοιαύταις ἁρπαγαῖς καὶ πλεονεξίαις, τὰ πρὸς τὸν πλούσιον ἐκεῖνον εἰρημένα Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἐπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Τίνος γὰρ ἕνεκεν, ἀγαπητὲ, τοσαῦτα συλλέγειν σπουδάζεις, ἅπερ μετ' οὐ πολὺ μέλλων ἐντεῦθεν ἀφαρπάζεσθαι καταλείψεις ἐνταῦθα, οὐ μόνον οὐδὲν ἀπ' αὐτῶν καρπώσασθαι δυνηθεὶς, ἀλλὰ καὶ τὸ φορτίον τῶν ἁμαρτημάτων ἐπὶ τῶν οἰκείων ὤμων ἐπιφερόμενος, καὶ ἄπρακτα λοιπὸν μεταγινώσκων; Καὶ τὰ μὲν παρὰ σοῦ μετὰ πλεονεξίας συλλεγέντα πολλάκις καὶ εἰς τὰς τῶν ἐχθρῶν χεῖρας ἐλεύσεται· αὐτὸς δὲ τὴν ἐπὶ τούτοις δίκην ἀπαιτηθήσῃ. Ποίας οὖν οὐκ ἂν εἴη τοῦτο παραφροσύνης, τὸ ἑτέροις πονεῖσθαι, καὶ αὐτὸς τὴν ἐπὶ τούτοις δίκην διδόναι;