Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΜΗʹ Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ τοῦ Χὲτ πρὸς Ἀβραὰμ, καὶ εἶπαν· Βασιλεὺς παρὰ Θεοῦ εἶ σὺ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-48
Not analysed yet
Ἀλλ' εἰ καὶ πρότερον οὕτω τὰ καθ' ἑαυτοὺς ῥᾳθύμως διεθήκαμεν, νῦν γοῦν τὸ δέον βουλευσώμεθα, καὶ μὴ ἁπλῶς περιβάλλεσθαι σπουδάζωμεν πολλὴν τὴν περιουσίαν, ἀλλὰ πολλὴν τοῦ δικαίου ποιώμεθα πρόνοιαν Οὐδὲ γὰρ μέχρι τοῦ παρόντος στήσεται τὰ ἡμέτερα, οὐδὲ ἐπὶ τῆς ξένης διὰ παντὸς ἐσόμεθα, ἀλλὰ μετ' οὐ πολὺ εἰς τὴν οἰκείαν ἐπανήξομεν πατρίδα. Πάντα οὖν ποιῶμεν, ὥστε μὴ ἐκεῖ ἐν ἐνδείᾳ ἡμᾶς γενέσθαι. Τί γὰρ ὄφελος ἐν ξένῃ μὲν πολὺν τὸν πλοῦτον καταλιπεῖν, ἐν δὲ τῇ οἰκείᾳ πατρίδι μηδὲ τῶν ἀναγκαίων τὴν χρείαν ἔχειν; Σπεύσωμεν οὖν, παρακαλῶ, ὡς ἔτι καιρὸς, καὶ τὰ ἐπὶ τῆς ξένης ἐκεῖ μεταθῶμεν. Εἰ γὰρ καὶ πολὺ τὸ διάστημα, ἀλλὰ σφόδρα εὔκολος ἡ μετακομιδή. Καὶ γὰρ οἱ μετακομίζοντες ἕτοιμοι, καὶ μετὰ ἀσφαλείας ἐκεῖσε βαδίζοντες, καὶ ἐν ἀσύλῳ θησαυρῷ ἀποτιθέμενοι ἅπερ ἂν δι' αὐτῶν προαποστεῖλαι δυνηθῶμεν. Αἱ γὰρ τῶν πενήτων χεῖρες εἰς ταμιεῖα τῶν οὐρανῶν ἀποτίθενται τὰ παρ' ἡμῶν διδόμενα. Ὅταν οὖν καὶ ἡ εὐκολία ᾖ τοσαύτη καὶ ἀσφάλεια, τίνος ἕνεκεν ἀναδυόμεθα, οὐχὶ δὲ μετὰ πάσης σπουδῆς τοῦτο διαπραττόμεθα, ἵνα ἐκεῖ ταῦτα εὕρωμεν, ἔνθα μάλιστα αὐτῶν χρῄζομεν; Διὰ τοῦτο καὶ ὁ πατριάρχης οὗτος ὡς ἀλλοτρίαν κατῴκει τὴν Χαναναίαν, ἐπειδὴ ἐκείνην Ἐδέχετο τὴν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐὰν τοίνυν βουληθῶμεν τὸν δίκαιον τοῦτον μιμήσασθαι, καὶ ἡμεῖς εἰς ἐκείνην καταντήσομεν ἂν, καὶ εἰς τοὺς κόλπους τοῦ πατριάρχου φθάσομεν. Ἡ γὰρ κοινωνία τῶν πράξεων καὶ τῆς ἀπολαύσεως τὴν κοινωνίαν ἡμῖν χαρίζεται. Ἀλλ', εἰ δοκεῖ, ἐπανέλθωμεν λοιπὸν ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου, καὶ ἴδωμεν μετὰ τὸν τῆς Σάῤῥας θάνατον, ὅσην ὁ δίκαιος ποιεῖται φροντίδα τοῦ παιδὸς, τοῦ Ἰσαὰκ λέγω. Ἀκούσωμεν τοίνυν τῆς θείας Γραφῆς διηγουμένης ἡμῖν. Καὶ Ἀβραὰμ, φησὶν, ἦν πρεσβύτερος, προβεβηκὼς ἡμερῶν. Καὶ Κύριος ηὐλόγησε τὸν Ἀβραὰμ κατὰ πάντα. Τίνος ἕνεκεν τοῦτο ἡμῖν ἐπεσημήνατο; Ἐπειδὴ μέλλει φροντίδα ποιεῖσθαι τοῦ Ἰσαὰκ καὶ σπουδὴν, ὥστε νύμφην αὐτῷ ἀγαγέσθαι, διὰ τοῦτο ἐσήμανεν ἡμῖν τὴν ἡλικίαν τοῦ πατριάρχου. Ἡνίκα γὰρ, φησὶ, πρὸς ἔσχατον γῆρας ἤλασε, βουλόμενος τὸν Ἰσαὰκ τῆς τῶν Χαναναίων συγγενείας ἀπαλλάξαι, ἵνα μὴ ἐκεῖθεν ἀγάγηται γυναῖκα, καλέσας, φησὶ, τῶν οἰκετῶν τὸν εὐνούστερον, ἐντέλλεται αὐτῷ περὶ τούτου, καί φησι· Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου. Τῇ μὲν Ἑλλάδι γλώττῃ οὕτω γέγραπται, Ὑπὸ τὸν μηρόν μου· ἐν δὲ τῇ Ἑβραΐδι φασὶν, Ὑπὸ τὴν ὀσφύν. Καὶ τίνος ἕνεκεν οὕτω φησίν; Ἰδίωμα τοῦτο τῶν παλαιῶν ἀνδρῶν ἦν. Ἄλλως δὲ καὶ ἐπειδὴ ἐντεῦθεν ἡ ἀρχὴ τῆς Ἰσαὰκ γεννήσεως γέγονε. Καὶ ἵνα μάθῃς ὅτι συνηθείας τινὸς ἦν τὸ γινόμενον, ὅρα αὐτὸν ἐπιτάττοντα τὴν μὲν χεῖρα αὐτόθι ἐπιθεῖναι, εὐθέως δὲ ἐπάγοντα· Καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς. Ὅρα πῶς καὶ τὸν οἰκέτην διδάσκει εἰδέναι τὸν τῶν ἁπάντων δημιουργόν. Εἰπὼν γὰρ Θεὸν οὐρανοῦ καὶ Θεὸν γῆς, ἅπασαν τὴν κτίσιν συμπεριέλαβε. Καὶ τίς ὁ ὅρκος; Ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων Χαναναίων, μεθ' ὧν ἐγὼ κατοικῶ ἐν αὐτοῖς· ἀλλ' εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν. Εἶδες τὴν ἐντολὴν τοῦ πατριάρχου τὴν πρὸς τὸν οἰκέτην γενομένην; Μὴ ἁπλῶς γὰρ παραδράμῃς τὰ εἰρημένα, ἀλλ' ἐννόησον τὸν σκοπὸν τοῦ δικαίου, καὶ λόγισαι ὅπως τὸ παλαιὸν ἐποιοῦντο σπουδὴν, οὐ χρημάτων ἐπιζητοῦντες περιουσίαν, οὐ πολὺν πλοῦτον, καὶ ἀνδράποδα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, οὐ τοῦ ἔξωθεν κάλλους τὴν εὐμορφίαν, ἀλλὰ τῆς ψυχῆς τὸ κάλλος ἐπεζήτουν, καὶ τρόπων εὐγένειαν. Ἐπειδὴ γὰρ εἶδε τῶν ἐν τῇ Χαναναίᾳ οἰκούντων τὴν πονηρίαν, εἰδὼς ὅσον ἐστὶν ἀγαθὸν ὁμότροπον ἔχειν σύζυγον, διατάττεται τῷ παιδὶ, καὶ ὅρκον προστίθησιν, ὥστε ἐκ τῆς συγγενείας αὐτοῦ ἀγαγέσθαι τῷ Ἰσαὰκ γυναῖκα· καὶ οὔτε τὸ διάστημα τῶν τόπων, οὔτε αἱ ἄλλαι δυσκολίαι ὀκνηρότερον αὐτὸν περὶ τοῦτο πεποιήκασιν· ἀλλ' εἰδὼς τοῦ πράγματος τὸ ἀναγκαῖον, πᾶσαν ποιεῖται τὴν σπουδὴν, καὶ ἀποστέλλει τὸν οἰκέτην. Ἀλλ' ὁ μὲν πατριάρχης ἐπιμελούμενος τῆς κατὰ ψυχὴν ἀρετῆς, καὶ φεύγων τῶν ἐγχωρίων τὴν πονηρίαν, τοῦτο ποιεῖ· οἱ δὲ νῦν ἅπαντες οὐκ ἄν ποτε ἀνάσχοιντο τοιοῦτόν τι ἐννοῆσαι· ἀλλὰ κἂν μυρίων ᾖ κακῶν ἀνάμεστος, ἓν μόνον ἐπιζητοῦσι, τῶν χρημάτων τὴν περιουσίαν, καὶ πάντα τὰ ἄλλα δεύτερα αὐτοῖς νενόμισται, οὐκ εἰδότες ὅτι γνώμης διεφθαρμένης οὔσης, κἂν ἄφατος ἐπιῤῥέῃ πλοῦτος, θᾶττόν τις εἰς ἐσχάτην πενίαν ἥξει, καὶ οὐδὲν ὄφελος ἔσται τῆς περιουσίας, οὐκ οὔσης τῆς οἰκονομεῖν ταῦτα δυναμένης δεόντως ψυχῆς.