Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ Νʹ Ἐν γαστρὶ δὲ ἔλαβεν ἡ Ῥεβέκκα, καὶ ἐσκίρτων τὰ παιδία ἐν αὐτῇ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-49
Not analysed yet
Βούλεσθε σήμερον τὰ λείψανα τῶν χθὲς ἡμῖν εἰρημένων ἀποδῶμεν ὑμῶν τῇ ἀγάπῃ; Οὐδὲ γὰρ ἅπασαν τὴν ὑπόθεσιν εἰς τέλος ἀγαγεῖν ἠδυνήθημεν· ἀλλ' ὅτι διὰ τῆς οἰκείας εὐχῆς καὶ τῆς πολλῆς προσεδρίας ἴσχυσεν ὁ Ἰσαὰκ τὴν μήτραν τῆς Ῥεβέκκας πρὸς παιδοποιίαν διεγεῖραι, καὶ τὴν φύσιν αὐτὴν πεπηρωμένην, ὡς εἰπεῖν, διανοῖξαι, ταῦτα ἅπαντα χθὲς ἱκανῶς ὑμᾶς ἐδιδάξαμεν, δείξαντες τῶν ἐτῶν τὸν ἀριθμὸν, ὃν δεόμενος καὶ ἱκετεύων τὸν Θεὸν διετέλεσεν ὑπὲρ τούτου ὁ μακάριος ἐκεῖνος· καὶ εἰς τὸν περὶ τῶν στειρῶν λόγον ἐξελθόντες, καὶ τὴν αἰτίαν ὑμῖν εἰπόντες, δι' ἣν αἱ τῶν δικαίων ἐκείνων γαμεταὶ στεῖραι γεγόνασιν, ἐνταῦθα κατελύσαμεν τὸν λόγον. Δεῖ δὲ σήμερον ἡμᾶς μαθεῖν καὶ τῆς Ῥεβέκκας τὸ φιλόθεον, ἵνα μὴ μόνον ἀπὸ τῆς τοῦ δικαίου ἀρετῆς κερδάνωμεν, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ τὴν Ῥεβέκκαν διηγήσεως εἰς ζῆλον διεγεῖραι δυνηθῶμεν τοὺς ἀκούοντας. Ἐπειδὴ γὰρ ἤκουσεν ὁ Θεὸς τῆς τοῦ δικαίου προσευχῆς, Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ Ῥεβέκκα, ἐσκίρτων, φησὶ, τὰ παιδία ἐν αὐτῇ, καὶ πολὺν αὐτῇ πόνον αἱ ὠδῖνες παρεῖχον. Εἶπε γὰρ, φησὶ, Εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; Οὐδὲ γὰρ εἷς ἦν ὁ μέλλων τίκτεσθαι, ἀλλὰ δύο κατ' αὐτὸ ἐν τῇ γαστρὶ παιδία περιέφερε, καὶ ἡ στενοχωρία πολλὴν αὐτῇ τὴν ὀδύνην κατεσκεύαζεν. Ἀλλ' ὅρα μοι ἐντεῦθεν τῆς γυναικὸς τὸ φιλόθεον. Οὐ καθάπερ πολλαὶ τῶν νῦν γυναικῶν τῶν ῥᾳθύμως ζῇν βουλομένων διαπράττονται, ἐπὶ ἀνθρωπίνην τινὰ συμμαχίαν ἔδραμεν, οὐδὲ πρὸς τοὺς τὰ τοιαῦτα στοχασμοῖς τισι καὶ παρατηρήσεσι διὰ τῶν οἰκείων λογισμῶν κρίνειν βουλομένους, οὐδὲ τῇ ἀπάτῃ τῶν περιέργων καὶ τὰ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἐπαγγέλλεσθαι βουλομένων ἑαυτὴν ἐξέδωκεν, ἀλλ' ὅτι Ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου. Ὅρα γυναικὸς σύνεσιν. Ἐπειδὴ εἶδεν, ὅτι ὁ τῆς φύσεως Δεσπότης ἦν ὁ τὴν μήτραν αὐτῆς διανοίξας, καὶ τὴν ἄγονον γαστέρα ἀθρόον οὕτω γόνιμον ἀπεργασάμενος, καὶ ἑώρα τῆς γαστρὸς τὸν ὄγκον μεγάλα τινὰ αὐτῇ ἐγγυώμενον, Ἐπορεύθη, φησὶ, πυθέσθαι παρὰ Κυρίου. Τί ἐστιν, Ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου; Ἔδραμεν ἐπὶ τὴν ἀληθῆ γνῶσιν, καὶ ἐπὶ τὸν ἱερέα τὸν τοῦ Θείου θεραπευτὴν, σπεύσασα διὰ τούτων λανθανόντως μαθεῖν τὴν γνῶσιν, καὶ διηγησαμένη πάντα τὰ καθ' ἑαυτὴν, ἐμάνθανεν ἅπαντα μετὰ ἀκριβείας, τοῦ φιλανθρώπου Θεοῦ διὰ τῆς τοῦ ἱερέως γλώττης ἐκκαλύπτοντος αὐτῇ ἅπαντα σαφῶς, καὶ ταύτῃ προθυμοτέραν αὐτὴν ἐργαζομένου. Καὶ ἵνα μάθῃς ὅσον ἦν τότε τῶν ἱερέων τὸ ἀξίωμα, οὐδαμοῦ φησιν, ὅτι ὁ ἱερεὺς ταῦτα ἀπεκρίνατο, ἀλλ' ἐπειδὴ εἶπεν, Ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου, ἐπήγαγε, Καὶ εἶπε Κύριος αὐτῇ, διὰ τοῦ ἱερέως, Δύο ἔθνη ἐν τῇ γαστρί σου περιέχεις. Καὶ γὰρ καὶ ἑτέρωθι ἄγγελον καλεῖ τὸν ἱερέα ἡ θεία Γραφὴ, δεικνῦσα ὅτι ἐκεῖνα φθέγγεται ἅπερ ἂν ἐνηχήσῃ ἡ τοῦ Πνεύματος χάρις. Εἶπεν οὖν Κύριος αὐτῇ διὰ τοῦ ἱερέως· Δύο ἔθνη ἐν τῇ γαστρί σου ἐστὶ, καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάττονι. Ὅρα πρόῤῥησιν ἅπαντα σαφῶς αὐτῇ μηνύουσαν τὰ μέλλοντα γενήσεσθαι. Ἁλλόμενοι γὰρ οἱ παῖδες ἐν τῇ γαστρὶ καὶ σκιρτῶντες, ἤδη προανεφώνουν ἅπαντα μετὰ ἀκριβείας· καὶ λοιπὸν ἐμάνθανεν ἡ γυνὴ, οὐχ ὅτι δύο μόνον τέξεται παῖδας, ἀλλ' ὅτι καὶ εἰς ἔθνη οὗτοι ἐκταθήσονται, καὶ ὅτι ὁ ἐλάσσων κυριεύσει τοῦ μείζονος. Καὶ ὅτε, φησὶν, ἤγγισεν ὁ καιρὸς τοῦ τόκου, Ἐξῆλθεν ὁ πρωτότοκος πυῤῥάκης, ὡσεὶ δορὰ, δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Ἡσαῦ. Καὶ μετὰ ταῦτα ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰακώβ· μονονουχὶ ἤδη καὶ ἐκ προοιμίων δεικνύντος τοῦ Θεοῦ, ὅτι περιέσται, κατὰ τὰ ῥηθέντα, ὁ ἐλάττων τοῦ μείζονος. Κατεῖχε γὰρ φησὶ, τῇ χειρὶ τὴν πτέρναν Ἡσαῦ, ὅπερ ἦν σημεῖον καταγωνιζομένου τὸν ἰσχυρὸν εἶναι δοκοῦντα. Καὶ σκόπει μοι τὴν θείαν Γραφὴν, ὅπως διὰ τὰ μέλλοντα ὕστερον συμβήσεσθαι, ἤδη προαναφωνεῖ, καὶ δείκνυσιν ἡμῖν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἑκάστου τὸ ἐπιτήδευμα· καὶ ὅτι ὁ μὲν περὶ τὸ κυνηγεῖν ἠσχολεῖτο, ὁ δὲ ἄγροικος ἦν ἄνθρωπος, ἄπλαστος, οἰκίαν οἰκῶν. Διὸ ἡ μὲν Ῥεβέκκα ἠγάπα τὸν Ἰακὼβ, ὁ δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, Ἐπειδὴ ἡ θήρα αὐτοῦ, φησὶ, βρῶσις ἦν αὐτῷ. Ὅρα πῶς τοὺς παῖδας διενείμαντο· καὶ ἡ μὲν διὰ τὸ ἐπὶ τῆς οἰκίας διατρίβειν ὁρῶσα τοῦ παιδὸς τὸ ἄπλαστον, πλείονα τὴν εὔνοιαν περὶ αὐτὸν ἐπεδείκνυτο· ὁ δὲ πατὴρ διά τε τὸ πρωτότοκον ἐκεῖνον γεγενῆσθαι, καὶ διὰ τὴν θήραν ἠγάπα τὸν Ἡσαῦ. Ἀλλ' οὗτοι μὲν τῇ φυσικῇ φιλοστοργίᾳ κατακολουθοῦντες ταῦτα ἐποίουν· ἡ δὲ πρόῤῥησις κατὰ μικρὸν εἰς ἔργον ἐξῄει, ἡ λέγουσα, ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Ὅρα γὰρ εὐθέως. Ἥψησε, φησὶν, Ἰακὼβ ἕψημα· ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων. Καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ· Γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυῤῥοῦ τούτου, ὅτι ἐκλείπω. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Ἐδώμ. Καὶ εἶπεν Ἰακὼβ, Ἀπόδος μοι τὰ πρωτοτόκια. Ὁ δέ φησι, Τί μοι τούτων ὄφελος, τῆς τελευτῆς ἤδη με καταλαμβανούσης, εἰ μὴ μετάσχοιμι τῆς τροφῆς; Ὁ δὲ καὶ τὸν ὅρκον ἀπαιτεῖ, ὥστε βεβαίαν αὐτῷ γενέσθαι τούτων τὴν παραχώρησιν. Καὶ ὤμοσε, φησὶν, Ἡσαῦ.