Ancient Greek · ~9 min
ΟΜΙΛΙΑ ΜΘʹ Αὗται δὲ αἱ γενέσεις, φησὶν, Ἰσαὰκ τοῦ υἱοῦ Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4
Not analysed yet
Ἀλλ' ἀναγκαῖον ἐπὶ τὸ προκείμενον τὸν λόγον ἀναγαγεῖν καὶ γνωρίσαι τοῦ δικαίου τούτου τὴν ἀρετὴν, ὅπως διὰ τῆς εὐχῆς τὴν στείρωσιν τῆς Ῥεβέκκας ἔλυσε, καὶ τῶν δεσμῶν τῆς φύσεως περιεγένετο. Ἐδέετο γὰρ, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν, καὶ ἐπήκουσεν αὐτοῦ ὁ Θεός. Μὴ ἐπειδὴ εὐθέως οὕτω γέγραπται, νομίσῃς καὶ παραχρῆμα αὐτὸν τετυχηκέναι τοῦ σπουδαζομένου. Καὶ γὰρ εἴκοσιν ἐτῶν ἀριθμὸν διέμενε δεόμενος καὶ παρακαλῶν τὸν Θεὸν, καὶ τότε ἐπέτυχε τοῦ ποθουμένου. Καὶ πόθεν εἰσόμεθα τοῦτο; Ἐὰν μετὰ ἀκριβείας ἐπέλθωμεν τὰ ἐν τῇ θείᾳ Γραφῇ κείμενα. Οὐδὲ γὰρ τὸν χρόνον ἡμᾶς ἀπέκρυψεν, ἀλλ' ἐσήμανε μὲν, λανθανόντως δὲ, ὥστε διεγεῖραι ἡμῶν τὴν προθυμίαν, καὶ πρὸς ζήτησιν παρορμῆσαι. Ὥσπερ γὰρ ἐδίδαξεν ἡμᾶς τῶν ἐτῶν τὸν ἀριθμὸν ὅσον ἦν, ἡνίκα τὴν Ῥεβέκκαν ἠγάγετο· οὕτω καὶ τοῦτο ἡμῖν δῆλον καθίστησιν. Ἦν γὰρ, φησὶν, Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ἡνίκα ἔλαβε Ῥεβέκκαν τὴν θυγατέρα Βαθουὴλ τοῦ Σύρου. Ἔμαθες ἀκριβῶς τὸν χρόνον. Εἶτα εἰπὼν, ὅτι Ἐδέετο Ἰσαὰκ περὶ τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν, ἵνα μάθωμεν τῶν ἐτῶν τὸν ἀριθμὸν, σημαίνει ἡμῖν πόσων ἐτῶν ἦν ὁ Ἰσαὰκ, ἡνίκα ἐτέχθησαν αὐτῷ οἱ παῖδες παρὰ τῆς Ῥεβέκκας. Ἦν δὲ Ἰσαὰκ, φησὶν, ἐτῶν ἑξήκοντα, ἡνίκα ἔτεκε Ῥεβέκκα. Εἰ τοίνυν τεσσαράκοντα ἐτῶν ἦν, ὅτε ἠγάγετο αὐτὴν, ἑξήκοντα δὲ ἐτῶν, ὅτε ἔτεκεν ἡ γυνὴ, δηλονότι ἐν τοῖς εἴκοσιν ἔτεσι δεόμενος τοῦ Θεοῦ διέμενεν, καὶ οὕτω τὴν πήρωσιν τῆς μήτρας τῆς Ῥεβέκκας εἰς παιδοποιίαν διήγειρεν. Εἴδετε εὐχῆς δύναμιν, πῶς καὶ αὐτῆς περιγενέσθαι τῆς φύσεως ἴσχυσε; Τοῦτον καὶ ἡμεῖς πάντες μιμώμεθα, καὶ οὕτω ταῖς εὐχαῖς προσεδρεύωμεν μετὰ νηφούσης ψυχῆς, μετὰ κατεσταλμένης διανοίας· καὶ ἀκούσωμεν Παύλου παραινοῦντος καὶ λέγοντος· Ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· καὶ σπουδάσωμεν πάντοτε μὲν ἀπηλλάχθαι ταραχῆς, καὶ ἐν γαλήνῃ ἔχειν τὸν λογισμὸν, μάλιστα δὲ κατὰ τὸν καιρὸν τῆς εὐχῆς, ὅτε πολλῆς ἡμῖν χρεία τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας. Ἐὰν γὰρ ἴδῃ κατὰ τοὺς ὑπ' αὐτοῦ κειμένους νόμους ταύτην ἡμᾶς ποιουμένους, ταχεῖαν ἡμῖν τῶν παρ' ἑαυτοῦ δωρεῶν χαρίζεται τὴν φιλοτιμίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.