Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΝΔʹ Καλέσασα δὲ Ῥεβέκκα τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, εἶπεν αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-53
Not analysed yet
Εἴδετε χθὲς καὶ τοῦ τελώνου τὴν πολλὴν εὐγνωμοσύνην, καὶ τοῦ Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν, καὶ τῶν Ἰουδαίων τὴν ὑπερβάλλουσαν ἀναισθησίαν; Εἴδετε πῶς ἅπαντας ἡμᾶς ἐπαίδευσεν ὁ μακάριος Ματθαῖος, δι' ὧν οὕτω ταχέως ὑπήκουσε, δι' ὧν τοσαύτην ἐπεδείξατο τὴν μεταβολὴν, ὅτι ἐν τῇ προαιρέσει κεῖται τῇ ἡμετέρᾳ, μετὰ τὴν ἄνωθεν χάριν, τὰ τῆς ἀρετῆς καὶ τῆς κακίας· καὶ ὅτι καὶ σπουδάσαντες δυνάμεθα γενέσθαι ἐνάρετοι, καὶ ῥᾳθυμήσαντες πάλιν εἰς τὸν τῆς ἁμαρτίας κρημνὸν καταφερόμεθα; Τοῦτο γάρ ἐστιν ᾧ τῶν ἀλόγων διεστήκαμεν, τὸ λόγῳ τετιμῆσθαι ἡμᾶς παρὰ τοῦ φιλανθρώπου Θεοῦ, καὶ ἐν τῇ φύσει τῇ ἡμετέρᾳ ἐναποκεῖσθαι τὴν γνῶσιν τοῦ καλοῦ καὶ τοῦ πονηροῦ. Μηδεὶς τοίνυν προφασιζέσθω ὡς δι' ἄγνοιαν ἀρετῆς ἀμελῶν, ἢ διὰ τὸ μὴ ἔχειν τὸν ὑποδεικνύντα τὴν ταύτης ὁδόν. Ἀρκοῦντα γὰρ ἔχομεν διδάσκαλον τὸ συνειδὸς, καὶ οὐχ οἷόν τέ τινα ἀπεστερῆσθαι τῆς ἐκεῖθεν βοηθείας. Καὶ γὰρ ἅμα τῇ πλάσει τοῦ ἀνθρώπου καὶ ἡ γνῶσις τῶν πρακτέων αὐτῷ ἐναπετέθη, ἵνα τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξάμενος, καθάπερ ἐν παλαίστρᾳ τινὶ, τῷ παρόντι βίῳ ἐγγυμνασάμενος πρὸς τοὺς τῆς ἀρετῆς πόνους, τὰ ὑπὲρ τῆς ἀρετῆς βραβεῖα κομίσηται, καὶ ἐν βραχεῖ χρόνῳ πονήσας, ἐν διηνεκεῖ τῷ αἰῶνι τῶν στεφάνων ἀξιωθείη, καὶ ἐν τῷ ἐπικήρῳ τούτῳ αἰῶνι τὴν ἀρετὴν ἑλόμενος, ἐν τοῖς ἀπείροις καὶ ἀϊδίοις αἰῶσι τῶν ἀθανάτων ἀγαθῶν ἀπολαύῃ. Ὅπερ εἰδότες, ἀγαπητοὶ, μὴ προδῶμεν ἡμῶν τὴν εὐγένειαν, μὴ ἀγνώμονες περὶ τὴν τοσαύτην εὐεργεσίαν γενώμεθα, μηδὲ τὸ πρόσκαιρον τῆς δοκούσης ἡδονῆς μεταδιώξαντες, διηνεκῆ τὴν ὀδύνην ἑαυτοῖς κατασκευάσωμεν· ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενον διηνεκῶς προορώμενοι, οὕτως ἅπαντα τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, καὶ τοῖς ὅπλοις τοῦ Πνεύματος φραξάμενοι, καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξάμενοι, ἐπισπασώμεθα τὴν ἄνωθεν ῥοπὴν, ἵνα τῆς ἐκεῖθεν ἀπολαύοντες συμμαχίας, καὶ τοῦ ἐχθροῦ καὶ πολεμίου περιγενόμενοι, καὶ ἄκυρα αὐτοῦ καταστήσαντες τὰ μηχανήματα, τῶν ἀγαθῶν ἐκείνων ἀπολαῦσαι δυνηθῶμεν, ὧν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτὸν ὁ Κύριος. Μὴ τοίνυν πρὸς τὸν πόνον τις ὁράτω τῆς ἀρετῆς, ἀλλὰ τὸ ἐντεῦθεν κέρδος λογιζόμενος ἑτοίμως τοὺς ὑπὲρ ταύτης πόνους καταδεχέσθω. Εἰ γὰρ οἱ περὶ τὰ βιωτικὰ στρεφόμενοι, καὶ περὶ τὴν τῶν χρημάτων συλλογὴν μεμηνότες, ἅπαντα προθύμως καταδέχονται, καὶ τοὺς κατὰ θάλατταν κινδύνους, καὶ τὰ ναυάγια, καὶ τὰς τῶν πειρατῶν ἐφόδους προορῶντες, οὐδὲ οὕτως ὀκνηρότεροι γίνονται, καὶ ταῦτα οὐδὲ θαῤῥεῖν περὶ τοῦ τέλους δυνάμενοι· ποίαν ἡμεῖς ἕξομεν ἀπολογίαν, τῶν ἀθανάτων ἐκείνων ἕνεκεν πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἀποδυόμενοι; Τίνος ἕνεκεν οὕτως ἀγνώμονες περὶ τὸν εὐεργέτην γινόμεθα, καὶ οὔτε τὰ ἤδη δωρηθέντα λογιζόμεθα, οὔτε τὰ ἐπαγγελθέντα ἐννοοῦμεν, ἀλλὰ πάντων, ὡς εἰπεῖν, λήθην ποιησάμενοι, ἁπλῶς καὶ εἰκῆ βοσκημάτων δίκην βίον ἅπαντα παρατρέχομεν, τῆς μὲν ψυχῆς οὐδεμίαν ἐπιμέλειαν ποιούμενοι, τὴν δὲ γαστέρα μόνην διαῤῥηγνύντες, καὶ πολλὴν διὰ ταύτης τῷ ταλαιπώρῳ τούτῳ σώματι τὴν λύμην κατασκευάζοντες, καὶ τοῦτο μὲν διὰ τῆς ἀμετρίας, καὶ τῆς πολλῆς ἀδηφαγίας μυρία πράγματα κατασκευάζειν ἡμῖν παρασκευάζομεν, τὴν δὲ ψυχὴν λιμῷ τήκεσθαι συγχωροῦμεν; καίτοι ψυχὴ σώματος κυριώτερον, καὶ ἐκείνης ἀπειρηκυίας νεκρὸν τοῦτο καταλείπεται. Δέον οὖν κἀκείνῃ τὴν κατάλληλον καὶ ἁρμόττουσαν παρέχειν τροφὴν ἡμᾶς, ἑκατέροις λυμαινόμεθα, ἀμετρίαν καὶ ἐνταῦθα κἀκεῖ πολλὴν ἐπιδεικνύμενοι, καὶ τὸ μὲν ὑπὲρ τὴν χρείαν πιαίνοντες, τὴν δὲ ὑπὸ λιμοῦ διαφθείρεσθαι καταναγκάζοντες. Καὶ ὅπερ ὁ τῶν ὅλων Δεσπότης ἐν τάξει μεγίστης ἀγανακτήσεως ἠπείλησέ ποτε τῷ τῶν Ἰουδαίων δήμῳ, λέγων, Δώσω ὑμῖν οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου, διδάσκων ἡμᾶς ὅτι ἐκεῖνος μὲν ὁ λιμὸς τὸ σῶμα κατατείνειν δύναται, οὗτος δὲ ὁ λιμὸς αὐτῆς καθικνεῖται τῆς ψυχῆς· τοῦτ' αὐτὸ νῦν, ὅπερ ἀντὶ τιμωρίας ἐκείνοις ἐπάγειν τότε ἠπείλησεν ὁ Δεσπότης, ἡμεῖς ἑκόντες ἐπισπώμεθα, καὶ ταῦτα τοῦ Θεοῦ τοσαύτην περὶ ἡμᾶς κηδεμονίαν ἐπιδειξαμένου, καὶ οἰκονομήσαντος μετὰ τῆς ἀπὸ τῶν Γραφῶν ἀναγνώσεως, ἔχειν ἡμᾶς καὶ τὴν ἀπὸ τῶν διδασκάλων νουθεσίαν. Δι' ὃ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, πᾶσαν ῥᾳθυμίαν ἀποτινάξασθαι καὶ διεγερθῆναι μικρὸν, καὶ πᾶσαν τὴν σπουδὴν μεταθεῖναι ἐπὶ τὴν τῆς ψυχῆς σωτηρίαν. Οὕτω γὰρ ἂν καὶ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν μετὰ δαψιλείας ἐπισπάσησθε, καὶ ἡμεῖς προθυμότερον τὴν πρὸς ὑμᾶς διδασκαλίαν ποιησώμεθα, ὁρῶντες εἰς ἔργον ἡμῶν ἐκβαίνουσαν τὴν συμβουλήν. Ἐπεὶ καὶ γεωργὸς, ἐπειδὰν ἴδῃ τῆς γῆς τὴν ἐπιτηδειότητα πολλὴν παρέχουσαν αὐτῷ τῶν καρπῶν τὴν φορὰν, καὶ αὐτὸς μετὰ πλείονος τῆς σπουδῆς πρὸς τοὺς τῆς γεωργίας πόνους ἐπαποδύεται· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς ἂν θεασοίμεθα τὴν κατὰ Θεὸν ὑμῶν προκοπὴν, καὶ ὅτι τὰ παρ' ἡμῶν λεγόμενα διὰ τῶν ἔργων ἐνδείκνυσθαι σπουδάζετε, πλείονα καὶ αὐτοὶ τὸν πόνον τὸν διδασκαλικὸν ἐπιδειξόμεθα· ἅτε εἰδότες ὅτι οὐ κατὰ πετρῶν σπείρομεν, ἀλλ' εἰς λιπαρὰν καὶ βαθύγεων καταβάλλομεν τὰ σπέρματα.