Ancient Greek · ~21 min
ΟΜΙΛΙΑ ΝΔʹ Καλέσασα δὲ Ῥεβέκκα τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, εἶπεν αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-54
Not analysed yet
Διὰ γὰρ τοῦτο καθ' ἑκάστην ἡμέραν τὴν πρὸς ὑμᾶς διδασκαλίαν ποιούμεθα, ἵνα καὶ ὑμεῖς κερδάναντές τι χρήσιμον ἐντεῦθεν ἀπέλθητε, καὶ τὰ τῆς ἀρετῆς ὑμῖν αὐξάνηται, καὶ ἡμεῖς ὁρῶντες ὑμῶν τὴν προκοπὴν εὐφραινώμεθα. Μὴ γὰρ ἁπλῶς καὶ εἰκῆ λέγειν βουλόμεθα, ὥστε τὸν παρ' ὑμῶν ἔπαινον καρπώσασθαι, καὶ ἵνα κροτήσαντες ὑμεῖς ἀναχωρήσητε; Οὐ διὰ τοῦτο, μὴ γένοιτο, ἀλλὰ διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν. Ἐμοὶ μέγιστος ἔπαινος καὶ ἀρκετὸς, εἴ τις ἀπὸ τῆς κακίας ἐπὶ τὴν ἀρετὴν μεταβάλλοιτο, εἴ τις πρὸ τούτου ῥᾴθυμος ὢν, σπουδαῖος ἐκ τῆς παρ' ἡμῶν ὑπομνήσεως γένηται· τοῦτο καὶ ἐμοὶ μέγιστον φέρει τὸν ἔπαινον καὶ τὴν παραμυθίαν, καὶ ὑμῖν πολὺ τὸ κέρδος καὶ τὸν πλοῦτον τὸν πνευματικόν. Ἀλλὰ καὶ ὅτι μὲν πολλὴν ἐπιδείξεσθε τὴν σπουδὴν, οὐκ ἀμφιβάλλω· οἶδα γὰρ ὅτι θεοδίδακτοί ἐστε, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Διὰ τοῦτο ἐνταῦθα στήσας τὴν περὶ τούτου συμβουλὴν, τῆς συνήθους ἅψομαι διδασκαλίας ἐκ τῶν τοῦ μακαρίου Μωϋσέως ῥημάτων, μᾶλλον δὲ τῶν παρὰ τοῦ ἁγίου Πνεύματος δι' αὐτοῦ ἡμῖν εἰρημένων, μικρά τινα εἰς τὸ μέσον προσθεὶς, ἐκεῖθεν ὑμῖν σήμερον τὴν ἑστίασιν παραθήσομαι. Ἠκούσατε πρώην ὅπως κατὰ τὴν συμβουλὴν τῆς Ῥεβέκκας ἅπαντα διαπραξάμενος ὁ Ἰακὼβ, τὴν παρὰ τοῦ πατρὸς εὐλογίαν ἐπεσπάσατο, τὴν ἐπαινετὴν ἐκείνην κλοπὴν ἐπιδειξάμενος, δι' ὃ καὶ τῆς παρὰ τοῦ Θεοῦ συνεργίας ἀπήλαυσε, καὶ εἰς ἔργον ἐξῆλθεν αὐτῷ τὸ σπουδαζόμενον· ἀλλ' ἐπειδὴ ἐντεῦθεν αὐτῷ πολὺς ὁ φθόνος ἐτίκτετο παρὰ τοῦ Ἡσαῦ, καὶ πρὸς φόνον λοιπὸν παρεσκευάζετο· τοιοῦτον γὰρ τουτὶ τὸ ὀλέθριον πάθος· οὐ πρότερον ἵσταται, μέχρις ἂν τὸν ὑπὸ τοῦ πάθους ἁλόντα κατὰ κρημνῶν ἐνεχθῆναι παρασκευάσῃ, καὶ πρὸς τὴν τοῦ φόνου παρανομίαν δραμεῖν. Ῥίζα γὰρ τοῦ φόνου ὁ φθόνος. Οὕτω καὶ ἐξ ἀρχῆς ἐπὶ τοῦ Κάϊν καὶ ἐπὶ τοῦ Ἄβελ γέγονεν. Οὐδὲν γὰρ ἔχων οὐδὲ ἐκεῖνος, οὐ μικρὸν, οὐ μέγα ἐγκαλέσαι τῷ ἀδελφῷ, ἐπειδὴ εἶδεν εὐδοκιμοῦντα παρὰ τῷ Δεσπότῃ τῶν ὅλων ἀπὸ τῆς προσκομιδῆς τῶν δώρων, καὶ ἑαυτὸν ἀπόβλητον γεγενημένον διὰ τὴν οἰκείαν ῥᾳθυμίαν, εἰς φθόνον εὐθὺς διηγείρετο, καὶ τὴν ῥίζαν τοῦ φόνου τεκὼν ἐν τῇ διανοίᾳ, παραχρῆμα καὶ τὸν καρπὸν ἐκεῖνον τὸν ὀλέθριον ἐπεδείξατο, καὶ τὸν φόνον εἰς ἔργον ἤγαγεν. Οὕτω δὴ καὶ νῦν ὁ Ἡσαῦ ἰδὼν τὸν ἀδελφὸν τὰς εὐλογίας παρὰ τοῦ πατρὸς δεξάμενον, καὶ ὑπὸ τοῦ θυμοῦ καὶ τῆς βασκανίας εἰς φόνον ἐξενεχθεὶς, ἐμελέτα τοῦ ἀδελφοῦ τὴν ἀναίρεσιν. Ἀλλ' ἡ θαυμασία μήτηρ τοῦτο αἰσθομένη, πάλιν τὴν μητρικὴν φιλοστοργίαν περὶ τὸν παῖδα ἐπιδείκνυται καὶ συμβουλὴν εἰσάγει τὴν δυναμένην αὐτὸν ἐξαρπάσαι τῶν τοῦ ἀδελφοῦ χειρῶν. Καλέσασα γὰρ, φησὶ, τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, εἶπεν αὐτῷ· Ἰδοὺ Ἡσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι ἀποκτεῖναί σε. Νῦν οὖν ἄκουσόν μου τῆς φωνῆς. Ἡ πεῖρά σε διδασκέτω, φησὶν, ὅτι τὰ λυσιτελῆ σοι συμβουλεύω, καὶ καθάπερ ἤδη τῆς ἐμῆς φωνῆς ἀκούσας, τὰς μεγάλας ἐκείνας εὐλογίας ἐπεσπάσω παρὰ τοῦ πατρὸς, οὕτω δὴ καὶ νῦν ἄκουσόν μου τῆς φωνῆς, ἵνα διαφυγεῖν δυνηθῇς τοῦ ἀδελφοῦ τὰς χεῖρας. Οὕτω γὰρ ἑαυτὸν ἐλευθερώσεις τῶν κινδύνων, κἀμὲ τοῦ πένθους. Εἰκὸς γὰρ ἐκεῖνον, εἰ τοῦτο τολμήσειε, δίκην ἀπαιτηθῆναι, καὶ πανταχόθεν ἐμοὶ τῆς ὀδύνης τὴν ἐπίτασιν αὔξεσθαι. Ἄκουσον οὖν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι πρὸς τὸν ἀδελφόν μου Λάβαν εἰς Χαῤῥὰν, καὶ οἴκησον μετ' αὐτοῦ ἡμέρας τινὰς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ· καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μήποτε ἀτεκνωθῶ ἐκ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ. Ἄπιθι, φησὶ, πρὸς τὸν ἀδελφόν μου Λάβαν, καὶ οἴκει ἐκεῖ μετ' αὐτοῦ. Εἰκὸς γὰρ καὶ τὸν χωρισμὸν καὶ τὸν ἐν μέσῳ χρόνον ἰσχῦσαί τι πλέον, καὶ παραμυθήσασθαι τὸ πάθος, καὶ τὴν βασκανίαν λωφῆσαι, καὶ λήθην αὐτῷ γενέσθαι τῶν ὑπὸ σοῦ γεγενημένων περὶ τὴν τῆς εὐλογίας κλοπήν. Καὶ ἐπιλάθηται, φησὶν, ἃ πεποίηκας αὐτῷ. Εἰκότως, φησὶν, ὀργίζεται· δι' ὃ προσήκει ἐκκλῖναι αὐτοῦ τὴν ὁρμὴν, ὅπως ἀπὸ τοῦ χρόνου λήθης ἐγγενομένης αὐτῷ, μετὰ ἀσφαλείας λοιπὸν δυνηθῇς τὴν ἐνταῦθα οἴκησιν ποιήσασθαι. Καὶ ἵνα μὴ δυσχεράνῃ ὁ παῖς ἐπὶ τὴν ἀλλοτρίαν ἀπιέναι καταναγκαζόμενος, ὅρα πῶς παραμυθεῖται τοῦ νέου τὴν ψυχὴν, πρῶτον μὲν εἰποῦσα· Ἄπιθι πρὸς Λάβαν τὸν ἀδελφόν μου. Μὴ γὰρ πρὸς ξένον τινὰ, φησὶ, κατεπείγω σε ἀπελθεῖν; Πρὸς τὸν ἀδελφὸν τὸν ἐμὸν, καὶ οἴκει μετ' αὐτοῦ ἡμέρας τινάς. Βραχὺν, φησὶ, χρόνον, ὀλίγας ἡμέρας, ἕως τοῦ παύσασθαι τὴν ὀργήν. Νῦν γὰρ καὶ ἀκμάζει αὐτῷ, φησὶν, ὁ θυμὸς, καὶ οὔτε τοῦ πατρὸς αἰδώ τινα ποιεῖται, καθάπαξ τυραννούμενος ὑπὸ τοῦ πάθους, οὔτε τὴν ἀδελφικὴν στοργὴν ἐν διανοίᾳ λαμβάνει, ἀλλ' ἑνὸς μόνου γίνεται, τοῦ τὸν θυμὸν ἀποπληρῶσαι. Καὶ ἀποστείλασα μεταπέμψομαί σε ταχέως, φησὶν, ἐκεῖθεν. Σὲ ἐπανάξω. Ἄπιθι τοίνυν θαῤῥῶν, ὅτι Ἀποστείλασα μεταπέμψομαί σε· περὶ γὰρ τοῦ παντός ἐστί μοι ὁ ἀγὼν, καὶ περὶ ἀμφοτέρων δέδοικα, μήποτε ἀποστερηθῶ ἀμφοτέρων. Ὅρα σύνεσιν μητρός· πῶς οἴκοθεν κινουμένη, μᾶλλον δὲ τῇ τοῦ Θεοῦ προῤῥήσει καὶ νῦν ὑπηρετουμένη, ἐκεῖνα συμβουλεύει τῷ παιδὶ, ἅπερ ὁ Χριστὸς παρῄνει τοῖς μαθηταῖς, συμβουλεύων μὴ ὁμόσε χωρεῖν τοῖς κινδύνοις, ἀλλὰ διὰ τῆς ἀναχωρήσεως παραμυθεῖσθαι τοῦ πάθους τὴν μανίαν. Τοῦτο τοίνυν καὶ αὕτη εἰσηγουμένη τῷ παιδὶ, πρότερον αὐτῷ συμβουλεύσασα καὶ παραθαῤῥύνασα αὐτοῦ τὸν λογισμὸν, ὥστε μὴ δυσχερᾶναι πρὸς τὸν χωρισμὸν, τότε λοιπὸν καὶ ἀφορμὴν εὔλογον τῇ ἀποδημίᾳ περιθεῖναι βούλεται, ὥστε μὴ προφανῶς δόξαι διὰ τὴν τοῦ ἀδελφοῦ βασκανίαν ἀναχωρεῖν, μηδὲ τὸν πατέρα γνῶναι τὴν ἀληθῆ τῆς ἀποδημίας αἰτίαν, μήτε τοῦ Ἡσαῦ τὴν κατὰ αὐτοῦ ἀγανάκτησιν. Καὶ εἰσελθοῦσα, φησὶ, πρὸς τὸν Ἰσαὰκ ἡ Ῥεβέκκα εἶπε· Προσώχθισα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ. Εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῇν;