Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΝΕʹ Καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· Ὅτι γὰρ ἀδελφός μου εἶ σὺ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-54
Not analysed yet
Ἱκανῶς ἡμᾶς χθὲς τὰ προοίμια τῆς ἀποδημίας τοῦ δικαίου τῆς φιλοσοφίας αὐτοῦ τὸ μέγεθος ἐπαίδευσε, δι' ἣν αἰτίαν τοσαύτης τῆς ὑποσχέσεως ἠξιώθη παρὰ τοῦ Θεοῦ. Θαρσήσας πάλιν, διὰ τῆς αἰτήσεως καὶ τῆς εὐχῆς, ἣν ἐποιήσατο πρὸς τὸν τῶν ὅλων Θεὸν, ἀρκοῦσαν ἡμῖν ἅπασι διδασκαλίαν παρεῖχεν, εἰ βουληθείημεν πρὸς μίμησιν διεγερθῆναι τῆς ἀρετῆς τοῦ δικαίου. Καὶ γὰρ θαυμάσαι ἄξιον, ὅπως καὶ τὴν δύναμιν εἰδὼς τοῦ ὑποσχομένου, καὶ τῶν ἐπαγγελθέντων αὐτῷ τὸ μέγεθος ἀκηκοὼς, οὐδὲ οὕτω μέγα τι καὶ ὑπέρογκον αἰτῆσαι κατεδέξατο· ἀλλ' ἐκεῖνα μόνον αἰτήσας, ἅπερ χθὲς ἠκούσατε, ὅσα πρὸς τὴν ἐφήμερον αὐτῷ τροφὴν ἀρκεῖν ἠδύνατο, καὶ τὴν τοῦ σώματος περιβολὴν παρασχεῖν, ὑπισχνεῖται, εἰ τὴν ἐπάνοδον αὐτῷ τὴν εἰς τὰ οἰκεῖα χαρίσαιτο, καθάπερ ὑπέσχετο, πάντων αὐτῷ δεκάτας δώσειν, ὧν ἂν λάβοι παρ' αὐτοῦ· διὰ πάντων δεικνὺς αὐτοῦ τὸ φιλόθεον, καὶ αὐτὸν ἐπιγραφόμενος τῶν ἁπάντων χορηγὸν, καὶ διδάσκων ἡμᾶς μόνῳ αὐτῷ πάντων εἰδέναι χάριν. ᾜδει γὰρ ὁ δίκαιος, εἰδὼς τῆς ἀφάτου αὐτοῦ φιλανθρωπίας τὴν ὑπερβολὴν, καὶ ἐννοῶν τοῦτο ἐξ ὧν εἰς τὸν αὐτοῦ πατέρα ἐπεδείξατο, ὅτι καὶ αὐτὸν ἐν πολλῇ καταστήσει τῇ περιουσίᾳ· καὶ τούτων μὲν αὐτὸς οὐδὲν αἰτεῖ παρὰ τοῦ Δεσπότου, οὐδὲ ἀνέχεται περὶ τούτων ἱκεσίαν προσαγαγεῖν, ἀλλὰ δι' ὧν ὑπέσχετο τὰς δεκάτας δώσειν, ἔδειξεν ὅπως ἐν ἅπασι θαῤῥεῖ τῇ τοῦ ὑποσχομένου δυνάμει. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς, ἡνίκα αὐτῷ διελέγετο, ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ τοῦ πατρός σου· μὴ φοβοῦ. Ἐννόησον, φησὶν, ὅτι καὶ ὁ πατριάρχης, καθάπερ ξένος καὶ ἄγνωστος εἰς τὴν γῆν ταύτην παραγεγονὼς, εἰς τοσαύτην ἦλθε περιφάνειαν, ὡς ἐν τοῖς ἁπάντων εἶναι στόμασι. Καὶ τὸν πατέρα δὲ τὸν σὸν λογίζου, ὅτι ἐν ἐσχάτῳ γήρᾳ τῷ πατρὶ τεχθεὶς, οὕτως ηὐξήθη, ὡς ἐπίφθονον γενέσθαι τοῖς ἐγχωρίοις αὐτόν. Ταῦτα οὖν καὶ αὐτὸς προσδοκῶν, πάντα φόβον καὶ ἀγωνίαν ἀποσεισάμενος, ἔχου τῆς ἀποδημίας. Ταῦτα ὁ δίκαιος λογισάμενος, καὶ οὐ πρὸς τὴν ἐν τῷ παρόντι κατάστασιν ἀπιδὼν (οὐδὲν γὰρ ὅλως ἐπεφέρετο· πῶς γὰρ, μόνος ὢν καὶ ὁδοιπορεῖν ἀναγκαζόμενος;) ,ἀλλ' ἤδη τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὴν μετ' οὐ πολὺ μέλλουσαν αὐτῷ ἔσεσθαι εὐπορίαν προορῶν, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται, καὶ μηδέπω λαβὼν ὑπισχνεῖται, ἀξιοπιστοτέραν αὐτῆς τῆς πείρας τῶν πραγμάτων εἶναι νομίζων τὴν ἐπαγγελίαν τοῦ Δεσπότου. Οὐδὲ γὰρ οὕτω τοῖς ὁρωμένοις καὶ ἐν χερσὶ κρατουμένοις θαῤῥεῖν ὀφείλομεν, ὡς ταῖς παρὰ τοῦ Θεοῦ ὑποσχέσεσι, κἂν μὴ παρ' αὐτὸν τὸν καιρὸν εἰς ἔργον ἐκβῶσι. Θάρσος τοίνυν μέγιστον λαβὼν ἐκ τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων ὁ δίκαιος, εἴχετο τῆς ἀποδημίας. Πῶς γὰρ οὐκ ἔμελλε θαῤῥεῖν, ἀκούσας, ὅτι Ἰδοὺ ἐγὼ μετὰ σοῦ εἰμι, διαφυλάττων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορεύσῃ, καὶ πληθυνῶ τὸ σπέρμα σου, καὶ ἀποστρέψω σε πάλιν εἰς τὴν γῆν ταύτην, καὶ οὐ μή σε ἐγκαταλίπω, ἕως οὗ πάντα εὐδοκήσω εἰς ἔργον ἀγαγεῖν τὰ ἐπαγγελθέντα; Ἀλλ', ὅπερ χθὲς ἔλεγον, ἐννόει καὶ τοῦ Θεοῦ τὴν εὐμήχανον σοφίαν, καὶ τοῦ δικαίου τούτου τὴν πολλὴν ὑπομονὴν καὶ εὐγνωμοσύνην. Μετὰ γὰρ ταύτας τὰς ὑποσχέσεις ἀναστὰς, ὥρμησεν ἐπὶ τὴν Χαῤῥὰν, καὶ πάλιν ἀλήτου καὶ ξένου τρόπον ποιεῖται τὴν ἀποδημίαν, καὶ διὰ πάντων ἀπολαύει τῆς ἄνωθεν εὐνοίας, τοῦ φιλανθρώπου Θεοῦ ἅπαντα αὐτῷ προοδοποιοῦντος, καὶ τὴν οἰκείαν ὑπόσχεσιν διὰ τῶν ἔργων ἐπιδεικνυμένου. Ὁ γὰρ εἰπὼν, ὅτι Μετὰ σοῦ εἰμι, διαφυλάττων σε ἐν τῇ ὁδῷ, οὗ ἐὰν πορεύσῃ, οὗτος ὡδήγησε καὶ ἤγαγε τὸν δίκαιον ἐπὶ τὸ φρέαρ τοῦ ὕδατος, ἔνθα ἐπότιζον τὰ ποίμνια οἱ ἐγχώριοι· παρ' ὧν πυθόμενος τὰ περὶ τοῦ Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ μαθὼν τὰ κατ' αὐτὸν ἅπαντα, εἶτα καὶ τὴν τούτου θυγατέρα καὶ τὰ ποίμνια θεασάμενος, ὁρῶν τε τοὺς ἐγχωρίους οὐ δυναμένους αὐτοῖς ἀρκέσαι πρὸς τὸ μετακινῆσαι τὸν λίθον τοῦ φρέατος, καὶ ποτίσαι τὰ πρόβατα, ἐπιδραμὼν οὗτος, ὅπερ ἐκεῖνοι ποιῆσαι οὐκ ἴσχυον, αὐτὸς ὑπὸ τῆς ἄνωθεν συμμαχίας δυναμούμενος, προφθάνει ταῖς εὐεργεσίαις τὸν Λάβαν, καὶ μετακινήσας τὸν λίθον, ποτίζει τὰ πρόβατα, ἅπερ ἔνεμεν ἡ Ῥαχήλ. Εἶτα ἀσπασάμενος τὴν κόρην, καὶ γνωρίσας τίς τε εἴη, καὶ πόθεν παραγέγονεν, ἔμενεν ἐφ' ἑαυτοῦ. Ἀλλ' ἐπειδὴ Θεὸς ἦν ὁ ἅπαντα τῷ δικαίῳ προοδοποιῶν, οὗτος καὶ τὴν κόρην διήγειρε μετὰ πολλοῦ τοῦ τάχους δραμεῖν καὶ ἀναγγεῖλαι ταῦτα τῷ πατρὶ, ὃς ἀδελφὸς ἐτύγχανε τῆς τούτου μητρὸς, καὶ διηγήσασθαι τήν τε εὐεργεσίαν τὴν παρ' αὐτοῦ γενομένην εἴς τε αὐτὴν καὶ τὰ ποίμνια, καὶ ὅτι οὐ ξένος τίς ἐστιν οὐδὲ ἄγνωστος, ἀλλὰ τῆς ἀδελφῆς υἱός. Σκόπει μοι, ἀγαπητὲ, τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, ὅπως ἡμῖν ἅπαντα σαφῶς διηγεῖται, παιδεύουσα ἡμᾶς τῶν παλαιῶν τοὺς τρόπους, καὶ ὅσην ἐπεδείκνυντο τὴν προθυμίαν περὶ τὴν φιλοξενίαν. Ἵνα γὰρ δείξῃ καὶ τῆς κόρης τὸ πρόθυμον, οὐχ ἁπλῶς εἶπεν, ὅτι Ἀπῆλθε, καὶ ἀπήγγειλε τὰ γεγενημένα, ἀλλὰ Δραμοῦσα, ἀντὶ τοῦ, μετὰ πολλῆς τῆς περιχαρείας. Εἶτα καὶ περὶ τοῦ Λάβαν, ὃς πατὴρ αὐτῆς ἐτύγχανε, φησὶν, ὅτι ταῦτα ἀκούσας παρὰ τῆς κόρης, ἔδραμε καὶ αὐτὸς εἰς συνάντησιν τοῦ Ἰακὼβ, καὶ ἀσπασάμενος αὐτὸν εἰσήγαγεν εἰς τὸν οἶκον αὐτοῦ.