Ancient Greek · ~17 min
ΟΜΙΛΙΑ ΝΕʹ Καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· Ὅτι γὰρ ἀδελφός μου εἶ σὺ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-55
Not analysed yet
Καὶ μαθὼν ὁ Λάβαν ἅπαντα παρ' αὐτοῦ μετ' ἀκριβείας, Εἶπε, φησὶν, αὐτῷ· Ἐκ τῶν ὀστέων μου καὶ ἐκ τῶν σαρκῶν μου εἶ σύ. Τῆς ἀδελφῆς, φησὶ, τῆς ἐμῆς τυγχάνων υἱὸς, οὐδὲν ἕτερον, ἢ σὰρξ ἡμῶν τυγχάνεις, καὶ ἀδελφὸς ἡμέτερος. Καὶ ἦν μετ' αὐτοῦ, φησὶ, μῆνα ἡμερῶν. Λοιπὸν ὡς ἐν οἰκίᾳ ἰδίᾳ, οὕτω διῆγεν ὁ δίκαιος, ἐν ἀδείᾳ τυγχάνων καὶ πάσης ἀπηλλαγμένος φροντίδος. Ἀλλ' ἐπειδὴ Θεὸς ἦν ὁ τὰ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν τῷ δικαίῳ τούτῳ, καὶ ἐν ἅπασιν αὐτῷ τὴν παρ' ἑαυτοῦ συνεργίαν χαριζόμενος, οὗτος καὶ τοῦ Λάβαν τὴν προθυμίαν διήγειρε, καὶ ὁρῶν τοῦ ἀνδρὸς τὴν ἐπιείκειαν, φησὶ πρὸς αὐτόν· Ὅτι γὰρ ἀδελφός μου εἶ σὺ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστίν. Ὅρα πῶς μὲν αὐτὸς ἐπεζήτησεν οὐδὲν, ὁ δὲ Λάβαν μόνον ἀφ' ἑαυτοῦ τοῦτο προτίθησι τῷ δικαίῳ. Καὶ σκόπει μοι πῶς, ἐπειδὰν ὑπὸ τῆς ἄνωθεν χειρός τις βοηθῆται, πάντα αὐτῷ κατὰ ῥοῦν πρόεισιν. Οὐ δουλεύσεις μοι, φησὶ, δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστί. Καίτοι ἀγαπητῶς εἶχεν ὁ μακάριος οὗτος, καὶ τὸ ἁπλῶς τῆς ἐφημέρου τροφῆς ἀπολαύειν, καὶ πολλὴν καὶ ὑπὲρ τούτου ἤθελεν αὐτῷ χάριν ἔχειν· ἀλλ' ἐπειδὴ αὐτὸς πολλὴν τὴν ἐπιείκειαν ἐπεδείξατο, προλαβὼν ὁ Λάβαν μισθὸν αὐτῷ τελέσειν ὑπισχνεῖται, ὃν ἂν αὐτὸς προθῇ. Τί οὖν ὁ δίκαιος; Ὅρα μοι καὶ ἐνταῦθα τῆς συνέσεως αὐτοῦ τὴν ὑπερβολὴν, καὶ πῶς οὐδεμίαν ἔχει περὶ χρημάτων συλλογὴν ἐπιθυμίαν, οὐδὲ καθάπερ μισθωτός τις ἀκριβολογεῖται πρὸς τὸν Λάβαν, καὶ ἕτερόν τι ἀπαιτεῖ, ἀλλὰ μεμνημένος τῆς μητρὸς καὶ τῶν ἐντολῶν τοῦ πατρὸς, καὶ τῆς οἰκείας σωφροσύνης δεικνὺς τὴν ὑπερβολὴν, φησὶ πρὸς τὸν Λάβαν· Δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας. Ταύτην γὰρ ἐξ ἀρχῆς θεασάμενος ἐπὶ τοῦ φρέατος, ἠγάπησα. Καὶ ὅρα εὐγνωμοσύνην ἀνδρός. Ἑαυτῷ καὶ τὸν χρόνον ὁρίζει, καὶ διὰ τοῦ χρόνου τῶν ἐτῶν ἱκανὴν βάσανον τῆς οἰκείας σωφροσύνης παρέχει. Καὶ τί θαυμάζεις, ἀγαπητὲ, ἀκούων ὅτι ἑπτὰ ἔτη δουλεύειν ὑπέσχετο ὑπὲρ τῆς ἀγαπωμένης κόρης; Ἵνα γὰρ δείξῃ ἡ θεία Γραφὴ, ὅπως ὁ πόθος ὁ πολὺς ἐπετέμετο καὶ τὸν κάματον αὐτῷ καὶ τοῦ χρόνου τὸ μῆκος, φησί· Καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν. Ὁ τῶν ἑπτὰ, φησὶν, ἐτῶν ἀριθμὸς ὀλίγαι ἡμέραι ἐνομίζοντο διὰ τὴν ἀγάπην τὴν ὑπερβάλλουσαν τὴν περὶ τὴν κόρην. Ὅταν γὰρ τρωθῇ τις τῷ πόθῳ τῆς ἀγάπης, οὐδὲν ὁρᾷ τῶν δυσχερῶν, ἀλλ' ἅπερ ἂν ᾖ κινδύνων μεστὰ, καὶ πολλῆς ἑτέρας ταλαιπωρίας, πάντα κούφως φέρει, πρὸς ἓν ὁρῶν μόνον, ὥστε τὸν οἰκεῖον ἀποπληρῶσαι πόθον. Ἀκούωμεν οἱ ῥᾴθυμοι καὶ ἀναπεπτωκότες, οἱ πολλὴν περὶ τὸν Δεσπότην ἀγνωμοσύνην ἐπιδεικνύμενοι. Εἰ γὰρ ὁ δίκαιος οὗτος διὰ τὸν τῆς κόρης πόθον ἑπτὰ ἐτῶν ἀριθμὸν δουλεῦσαι κατεδέξατο, καὶ τὴν ἀπὸ τῆς ποιμενικῆς ταλαιπωρίαν ὑπομεῖναι, καὶ οὐδὲ αἴσθησιν ἐλάμβανεν οὐ τῶν πόνων, οὐ τοῦ μήκους τοῦ χρόνου, ἀλλὰ πάντα αὐτῷ κοῦφα καὶ ῥᾴδια ἐφαίνετο, καὶ τῇ προσδοκίᾳ τῆς ἀπολαύσεως τρεφόμενος, ὡς ἡμέρας ὀλίγας τὸν πολὺν ἐκεῖνον εἶναι χρόνον ἐνόμιζε· ποίαν ἡμεῖς ἕξομεν ἀπολογίαν μηδὲ τὸν ὅμοιον πόθον περὶ τὸν Δεσπότην τὸν ἡμέτερον, τὸν εὐεργέτην, τὸν κηδεμόνα, τὸν πάντα ἡμῖν γινόμενον ἐπιδεικνύμενοι; Ἀλλ' ἂν μὲν βιωτικὸν κέρδος πρόκειται, πάντα προθύμως ὑπομένειν αἱρούμεθα, κἂν κάματον ἔχῃ, κἂν ἄλλην τινὰ ταλαιπωρίαν, κἂν αἰσχύνην, κἂν κόλασιν τὴν ἐν τῷ παρόντι, τὴν ἐν τῷ μέλλοντι· διὰ δὲ τὴν ἡμετέραν σωτηρίαν, καὶ ὑπὲρ τοῦ τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπὴν, χαῦνοι καὶ ἀναπεπτωκότες καὶ διαλελυμένοι φαινόμεθα. Καὶ ποία ἡμῖν ἔσται συγγνώμη, τίς δὲ ἀπολογία οὕτω ῥᾳθύμως διακειμένοις, καὶ οὐδὲ ὅσον ὁ μακάριος οὗτος περὶ κόρην τὸν πόθον ἐπεδείξατο, τοσαύτην ἀγάπην περὶ τὸν Θεὸν ἐπιδείξασθαι βουλομένοις, καὶ ταῦτα τοσαύτας ἔχοντες ἀριθμεῖν εὐεργεσίας εἰς ἡμᾶς γεγενημένας, καὶ καθ' ἑκάστην ἡμέραν γινομένας; Ἀλλ' εἰ καὶ ἡμεῖς οὕτως ἀγνώμονες, ἀλλ' οὐχ ὁ Παῦλος οὕτως, ὁ τοσοῦτον ζέων τῷ πνεύματι, καὶ πεπυρωμένος εἰς τὸν περὶ τὸν Θεὸν πόθον, ὡς ἐκεῖνα τὰ τῆς ψυχῆς αὐτοῦ ἄξια φθέγξασθαι ῥήματα καὶ ἀναβοῆσαι, καὶ εἰπεῖν· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Ὅρα λέξεως ἔμφασιν· ὅρα πόθου τυραννικοῦ μανίαν· ὅρα ἀγάπην πεπυρωμένην. Τίς ἡμᾶς χωρίσει; Τί, φησὶν, ἐστὶν, ὃ δύναται τῆς ἀγάπης ἡμᾶς ἀποστερῆσαι τῆς πρὸς τὸν Θεόν; τί τῶν ὁρωμένων, τί τῶν μὴ ὁρωμένων;