Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ ΝΘʹ Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σηκίμων, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν, καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-58
Not analysed yet
Εἴδετε χθὲς καὶ τοῦ κοινοῦ τῶν ἁπάντων Δεσπότου τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, καὶ τῶν μαθητῶν τὴν φιλοσοφίαν, καὶ τῶν Ἰουδαίων τὴν ἀγνωμοσύνην. Εἴδετε μεθ' ὅσης ἀνεξικακίας ἐπεστόμισεν αὐτῶν τὴν ἀναίσχυντον τόλμαν, τὴν ὑπὲρ τῶν μαθητῶν ἀπολογίαν ποιούμενος, καὶ δεικνὺς ὅτι αὐτοὶ οἱ τὸν νόμον ἐκδικεῖν ἐθέλοντες, ἀγνοοῦσι τοῦ νόμου τὸ βούλημα, καὶ ὅτι τῆς ἀληθείας φανείσης ἔτι τῇ σκιᾷ παρακαθῆσθαι ἤθελον. Εἴδετε πῶς ἄνωθεν καὶ ἐξ ἀρχῆς τὰς παρατηρήσεις νομικὰς ἀνελεῖν ἐσπούδαζε, διδάσκων αὐτοὺς ὅτι τοῦ ἡλίου τῆς δικαιοσύνης φανέντος οὐκ ἔτι δυνατὸν τὸ λυχνιαῖον ἐνεργεῖν φῶς· ἡ γὰρ αὐγὴ τοῦ φωτὸς τοῦ ἡλιακοῦ προσβάλλουσα ἀποκρύπτει τούτου τὴν χρείαν. Ἐμάθετε πῶς δυνατὸν ἀεὶ ἑορτάζειν, καὶ ἀπηλλάχθαι τῆς τῶν καιρῶν παρατηρήσεως. Διὰ γὰρ τοῦτο παρεγένετο ὁ Δεσπότης ὁ ἡμέτερος, ἵνα ἡμᾶς ἐλευθερώσῃ τῆς τῶν καιρῶν ἀνάγκης, καὶ παρασκευάσῃ ὑψηλότερα πέτεσθαι, καὶ ἐν οὐρανῷ λοιπὸν ἔχειν τὸ πολίτευμα, καὶ ἀνθρώπους ὄντας τὴν τῶν ἀγγέλων μιμεῖσθαι πολιτείαν, καὶ καταγελᾷν πάντων τῶν ἀνθρωπίνων πραγμάτων. Φέρε δὴ σήμερον, εἰ δοκεῖ, ἐπὶ τὴν ἀκολουθίαν τῶν πρώην ἡμῖν εἰρημένων ἐκ τῶν τοῦ μακαρίου Μωϋσέως ῥημάτων ἐπανελθόντες, ἐκεῖθεν ὑμῖν παραθῶμεν ἑστίασιν. Ἴστε γὰρ ὅτι ἐπανελθόντος ἐκ Μεσοποταμίας τοῦ Ἰακὼβ, καὶ τὴν πρὸς τὸν ἀδελφὸν συντυχίαν ποιησαμένου, καὶ μετὰ τοῦτο διαχωρισθέντος, καὶ ἐκείνου μὲν εἰς τὴν Σηεὶρ ὁρμήσαντος, τοῦ δὲ Ἰακὼβ τὰς σκηνὰς πηξαμένου, καὶ τὸν τόπον ἀπὸ τοῦ συμβάντος ὀνομάσαντος Σκηνὰς, ἐνταῦθα τὸν λόγον κατελύσαμεν· διὸ χρὴ τὰ ἑξῆς ἐπελθόντες κατὰ δύναμιν τὴν ἡμετέραν τὴν διδασκαλίαν ὑμῖν παραθεῖναι τὴν πνευματικήν. Ἐν ἀδείᾳ γὰρ λοιπὸν γεγονὼς ὁ δίκαιος, καὶ ἐλευθερωθεὶς πάσης ἀγωνίας, Ἦλθε, φησὶν, εἰς πόλιν Σηκίμων, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν· καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ. Μὴ ἁπλῶς παρατρέχωμεν τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα. Εἰ γὰρ οἱ τὰ ψήγματα τοῦ χρυσίου ἐκ τῆς γῆς ἀνορύττοντες, πάντα πόνον ὑπομένουσι, καὶ πάντων ἀνέχονται τῶν δυσχερῶν, ὥστε δυνηθῆναι τῆς γῆς χωρίσαι τὸ χρυσίον· πολλῷ μᾶλλον ἡμᾶς δίκαιον ἂν εἴη τὰ λόγια τοῦ Πνεύματος διερευνᾶσθαι, καὶ τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπωσαμένους, οὕτως ἐντεῦθεν ἐξιέναι. Ἐννόει μοι τοίνυν τοῦ θαυμαστοῦ τούτου ἀνδρὸς τὴν φιλοσοφίαν, ὅπως τοσαύτης ἀπολαύων τῆς ἄνωθεν ῥοπῆς, καὶ ὁρῶν ἑαυτοῦ τὴν περιουσίαν αὐξομένην, τὴν τῶν θρεμμάτων λέγω, καὶ τοσούτων παίδων χορὸν αὐτῷ περιεστῶτα, οὐ περὶ οἰκοδομὰς λαμπρὰς ἑαυτὸν ἐξέδωκεν, οὐδὲ ἀγροὺς καὶ κώμας ὠνήσασθαι ἐσπούδασε δυναμένους ἀρκέσαι πρὸς τὴν διανομὴν τῶν παίδων. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα οἱ νῦν ἡμῖν προβάλλονται, καὶ ἕνα πολλάκις τις ἐσχηκὼς υἱὸν μυρία τὰ τάλαντα χρυσίου συλλέγειν σπουδάζει, καὶ ἀγροὺς ὠνήσασθαι καὶ οἰκοδομὰς περιφανεῖς κατασκευάζειν. Καὶ εἴθε ἐκ δικαίων πόνων, καὶ ἄνευ ἀδικίας τούτων τὴν περιουσίαν συνέλεγεν· ἀλλὰ τὸ βαρὺ καὶ πάντων δεινότερον, ὅτι ἑτέρους ἁρπάζων, καὶ πλεονεκτῶν, καὶ πράγματα συῤῥάπτων, οὕτω τὰς ἑτέρων οὐσίας εἰς ἑαυτὸν μεθίστησι. Καὶ ἐάν τις ἔρηται· Τίνος ἕνεκεν ἡ τοσαύτη τῶν χρημάτων μανία; εὐθέως τὸν παῖδα προβάλλεται, καὶ διὰ τὴν περὶ ἐκεῖνον εὔνοιαν ταῦτά φησι διαπράττεσθαι. Καὶ οὗτος μὲν κἂν παῖδα προβαλλόμενος ταῦτα ἀφοσιοῦται, εἰκῆ καὶ μάτην. Εἰσὶ δὲ οἳ μηδὲ παῖδας ἔχοντες μεμήνασι περὶ τὴν τῶν χρημάτων συλλογὴν, καὶ μυριάκις ἂν ἕλοιντο τὰ ἀνήκεστα ὑπομεῖναι, ἢ ἕνα ὀβολὸν προέσθαι τινὶ τῶν δεομένων. Ἀλλ' ὁ δίκαιος οὗτος οὐδὲν τοιοῦτον ἐβουλεύσατο, οὐδὲ ἐνενόησεν, ἀλλὰ καὶ ἡνίκα ἔδει βραχὺν ἀγρὸν ὠνήσασθαι, ἑκατὸν ἀμνοὺς δοὺς, οὕτω τοῦ ἀγροῦ τὴν μερίδα ὠνήσατο παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχέμ. Καὶ ὅρα τοῦ ἀνδρὸς τὸ φιλόθεον, καὶ τίνος ἕνεκεν ἀγρὸν λαβεῖν ἐσπούδασε. Καὶ ἔστησεν ἐκεῖ, φησὶ, θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ· καὶ τοῦ ἀγροῦ τὴν μερίδα δι' οὐδὲν ἕτερον ὠνήσατο, ἢ ἵνα τὰς εὐχαριστίας ἀνενέγκῃ τῷ κοινῷ πάντων Δεσπότῃ. Τοῦτον ἅπαντας ἐχρῆν ζηλοῦν τοὺς ἐν τῇ χάριτι τὸν πρὸ τοῦ νόμου, καὶ μὴ οὕτω μαίνεσθαι περὶ τὴν τῶν χρημάτων συλλογήν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, καὶ ἑαυτῷ τοσαῦτα φορτία ἀκανθῶν συνάγεις, καὶ τοῖς παιδίοις τοῖς σοῖς ὕλην κακίας καὶ ὑπόθεσιν καταλιμπάνων οὐκ αἰσθάνῃ· Οὐκ οἶδας ὅτι σοῦ μᾶλλον κήδεται τοῦ σοῦ παιδὸς, σὺ δὲ ὡς πλείονα τὴν περὶ αὐτὸν ἐπιδεικνύμενος πρόνοιαν, ἀφορμὰς αὐτῷ καταλιπεῖν σπουδάζεις τὰς δυναμένας ὑποβρύχιον αὐτοῦ τὴν ψυχὴν ἐργάσασθαι; Ἢ οὐκ οἶσθα ὅτι ἡ νεότης καὶ καθ' ἑαυτὴν μὲν εὐόλισθόν ἐστι πρᾶγμα καὶ ὀξύῤῥοπον πρὸς κακίαν; Ὅταν δὲ καὶ χρημάτων περιουσίαν προσλάβῃ, πολλῷ μᾶλλον ἐπιῤῥεπέστερον τὸ κακὸν γίνεται. Καθάπερ γὰρ πῦρ ὕλην προσλαβὸν, σφοδροτέραν ἀνάπτει τὴν φλόγα· οὕτω καὶ ἡ νεότης καθάπερ πυρὰν τὴν ὕλην τῶν χρημάτων δεξαμένη, τοσαύτην ἀνάπτει τὴν κάμινον, ὡς ὁλόκληρον ἐμπρῆσαι τοῦ νέου τὴν ψυχήν. Πότε γὰρ ὁ τοιοῦτος δυνήσεται σωφροσύνης ἐπιμελήσασθαι, καὶ ἀκολασίαν φυγεῖν, καὶ τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους ἀναδέξασθαι, ἤ τι ἕτερον πνευματικόν;