Ancient Greek · ~21 min
ΟΜΙΛΙΑ ΝΘʹ Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σηκίμων, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν, καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-59
Not analysed yet
Ἢ οὐκ ἀκούεις τοῦ Χριστοῦ, ὅτι Ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λογισμὸν, καὶ ἄκαρπος γίνεται· ἃς καὶ ἀκάνθας ὠνόμασεν; Εἰπὼν γὰρ τὸ ἓν μὲν τοῦ σπόρου εἰς τὰς ἀκάνθας ἐμπεπτωκέναι, εἶτα ἑρμηνεύων τοῖς μαθηταῖς τίνες εἰσὶν αἱ ἄκανθαι, φησίν· Ἡ μέριμνα τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λογισμὸν, καὶ ἄκαρπος γίνεται. Καὶ καλῶς ἀκάνθαις παρείκασε τὴν μέριμναν τοῦ αἰῶνος τούτου. Καθάπερ γὰρ αἱ ἄκανθαι οὐκ ἐῶσι προκύψαι τὸν σπόρον, ἀλλὰ τῇ πυκνότητι συμπνίγουσι τὸ καταβληθέν· οὕτω καὶ αἱ μέριμναι αἱ βιωτικαὶ τὸν σπόρον τὸν πνευματικὸν, ἐπειδὰν εἰς τὴν ψυχὴν καταβληθῇ, οὐκ ἀφιᾶσι καρπὸν ἐνεγκεῖν, ἀλλὰ συγκαίουσαι καὶ συμπνίγουσαι, καθάπερ αἱ ἄκανθαι, οὐκ ἐῶσι προκύψαι τὸν σπόρον τὸν πνευματικόν. Καὶ ἡ ἀπάτη, φησὶ, τοῦ πλούτου. Καλῶς εἶπεν ἀπάτην τοῦ πλούτου· καὶ γὰρ ὄντως ἀπάτη ἐστί. Τί γὰρ ὄφελος τῶν τοσούτων ταλάντων, καὶ τῆς τοσαύτης τῶν χρημάτων περιβολῆς; Ναὶ, φησί· πολλὴν τὴν εὐφροσύνην παρέχει τὸ κεκτῆσθαι. Ποίαν εὐφροσύνην; Καὶ τί λέγω εὐφροσύνην; Οὐχὶ τοῦτο μάλιστα τὰς ἀκαίρους ἀθυμίας, τὰς πολλὰς ἀηδίας τίκτεσθαι παρασκευάζει; Καὶ οὔπω λέγω τὴν διὰ ταῦτα κόλασιν ἐπηρτημένην, ἀλλ' ἁπλῶς τὰ ἐν τῷ παρόντι βίῳ, ὅτι οὐδὲ ἡδονὴν τὸ πρᾶγμα ἔχειν δύναται, ἀλλὰ καθημερινὰς ταραχὰς καὶ ἀηδίας. Καὶ οὐχ οὕτω τὴν θάλατταν ἔστιν ἰδεῖν πρὸς τὰ κύματα κορυφουμένην, ὡς τὴν τοιαύτην ψυχὴν ὑπὸ τῶν λογισμῶν καὶ τῶν παθῶν πολιορκουμένην, καὶ πρὸς ἅπαντας καὶ οἰκείους καὶ ἀλλοτρίους ἀηδῶς διακειμένην. Καὶ ἐάν ποτε κἂν μέρος τι τούτων ὑφέληταί τις (πολλὰ γὰρ τὰ συμπίπτοντα, καὶ πολλοὶ οἱ ἐφεδρεύοντες, καὶ οἰκετῶν κακουργίαι, καὶ δυναστευόντων ἐπήρειαι), τότε δὴ, τότε εὑρήσεις τοὺς τοιούτους ἀβίωτον τὸν βίον ἡγουμένους. Ποίων οὖν οὐκ ἂν εἶεν θρήνων οἱ τοιοῦτοι ἄξιοι, οἱ καθ' ἑαυτῶν ἅπαντα πράττειν σπουδάζοντες, καὶ ἐπὶ λύμῃ τῆς ἑαυτῶν ψυχῆς ταῦτα συλλέγειν βουλόμενοι; Ἀλλ', εἰ δοκεῖ, τούτους καταλιπόντες, ἐπὶ τὴν κατὰ τὸν δίκαιον ἱστορίαν ἐπανέλθωμεν, καὶ ἴδωμεν τῶν ἑξῆς τὴν ἀκολουθίαν. Ἔστησε, φησὶ, θυσιαστήριον ἐν τῇ μερίδι τοῦ ἀγροῦ, καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραὴλ, καὶ λοιπὸν ἐν Σηκίμοις τὴν οἴκησιν ἐβουλεύσατο ποιήσασθαι. Ἀλλ' ὅρα πάλιν ὅπως ὁ δίκαιος καὶ ἐνταῦθα τὴν οἰκείαν ἐπιείκειαν ἐπιδείκνυται. Τί γάρ; Ἐξῆλθε, φησὶ, Δεῖνα ἡ θυγάτηρ Λείας, ἰδεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων. Καὶ ἰδὼν αὐτὴν Συχὲμ ὁ υἱὸς Ἐμὼρ, ἐκοιμήθη μετ' αὐτῆς, καὶ ἠγάπησε, φησὶ, τὴν παρθένον, καὶ ἐλάλησεν αὐτῇ κατὰ τὴν διάνοιαν τῆς παρθένου. Εἶδες ὅσον ἐστὶν ἡ νεότης κακὸν, ἐπειδὰν μὴ ἔχῃ χαλινὸν, τὸν εὐσεβῆ λογισμόν; Εἶδε γὰρ, φησὶ, τὴν κόρην, καὶ ὅλος ὑπὸ τῆς ὄψεως ἔρωτος γεγονὼς, τὴν ἐπιθυμίαν εἰς ἔργον ἐξήγαγε, Καὶ ἐλάλησεν αὐτῇ κατὰ τὴν διάνοιαν τῆς παρθένου. Τί ἐστι, Κατὰ τὴν διάνοιαν τῆς παρθένου; Ἐπειδὴ νέα ἦν ἡ κόρη, ἐκεῖνα, φησὶν, αὐτῇ διελέχθη, ἃ ἦν ἱκανὰ ἐπισπάσασθαι καὶ ἑλεῖν αὐτήν. Καί φησι πρὸς τὸν πατέρα· Λάβε μοι τὴν παιδίσκην ταύτην εἰς γυναῖκα. Ἤκουσε δὲ ὁ Ἰακὼβ τὸ γεγονὸς, καὶ τέως πράως ἔφερεν, ἀναμένων τῶν ἀδελφῶν αὐτῆς τὴν παρουσίαν. Ἦσαν γὰρ ἐν τοῖς ποιμνίοις. Καὶ παρεσιώπησε, φησὶν, Ἰακὼβ ἕως τοῦ ἐλθεῖν αὐτούς. Παραγενομένου δὲ τοῦ Ἐμὼρ πρὸς τὸν Ἰακὼβ, ἦλθον καὶ οἱ ἀδελφοὶ τῆς Δείνας· καὶ ἀκούσαντες τὰ γεγενημένα εἰς τὴν ἀδελφὴν αὐτῶν, κατενύγησαν. Τί ἐστι, Κατενύγησαν; Ἐλυπήθησαν, οὐκ ἀνεκτὸν αὐτοῖς ὤφθη, ἀλλὰ καὶ πάνυ χαλεπὸν, καὶ λύπης αὐτοῖς ὑπόθεσις γέγονε. Λυπηρὸν γὰρ, φησὶν, ἦν αὐτοῖς σφόδρα, ὅτι ἄσχημον ἐποίησεν ἐν Ἰσραὴλ Συχὲμ, κοιμηθεὶς μετὰ τῆς θυγατρὸς Ἰακώβ. Ὁρᾷς τῶν παίδων τὴν σωφροσύνην; Μεγίστην ὕβριν τὸ πρᾶγμα ἐλογίσαντο. Εἶδες πῶς μὲν ὁ δίκαιος τοὺς ἑαυτοῦ παῖδας ἐπαίδευσεν εἰς τὴν ἀρετήν; πῶς δὲ ὁ τοῦ Ἐμὼρ υἱὸς εἰς ἔργον ἀγαγὼν αὐτοῦ τὴν ἐπιθυμίαν, τῷ πατρὶ καὶ πάσῃ τῇ πόλει ὀλέθρου ὑπόθεσις γίνεται; Ἀλλὰ πρότερον ἀκούσωμεν τὰ παρὰ τοῦ Ἐμὼρ πρὸς αὐτοὺς λεγόμενα, καὶ μετὰ ταῦτα εἴσεσθε τῶν ἀδελφῶν τῆς Δείνας τὴν πανουργίαν, καὶ ὅπως ἐκδικῆσαι τὰ εἰς τὴν ἀδελφὴν γεγενημένα σπουδὴν ἐποιήσαντο. Καὶ ἐλάλησε, φησὶν, αὐτοῖς Ἐμὼρ λέγων· Συχὲμ ὁ υἱός μου προείλετο τῇ ψυχῇ τὴν θυγατέρα ὑμῶν. Ὅρα πῶς ἤδη τὸν μέλλοντα καταλήψεσθαι αὐτὸν ὄλεθρον μηνύει. Προείλετο, φησὶ, τῇ ψυχῇ, ἀντὶ τοῦ, Τὴν ψυχὴν αὐτοῦ ἐξέδωκεν ὑπὲρ τῆς θυγατρὸς ὑμῶν. Ἐκεῖνος μὲν ἔλεγε, τὴν ἐπιθυμίαν αὐτοῦ τὴν ἐπὶ τὴν κόρην δηλῶν· μετὰ βραχὺ δὲ ἐμάνθανεν, ὅτι τῆς ἀπωλείας καὶ ἑαυτοῦ καὶ πάντων τῶν αὐτόθι τοῦτο ἔσται ὑπόθεσις. Ἐπεὶ οὖν, φησὶν, οὕτως ἐκκαίεται τῆς κόρης, Δότε αὐτὴν αὐτῷ γυναῖκα, καὶ ἐπιγαμβρεύσατε ἡμῖν. Τὰς θυγατέρας ὑμῶν δότε ἡμῖν· καὶ τὰς θυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν, καὶ ἐν ἡμῖν κατοικεῖτε. Καὶ ἰδοὺ ἡ γῆ πλατεῖα ἐναντίον ὑμῶν, κατοικεῖτε καὶ ἐμπορεύεσθε ἐπ' αὐτῆς, καὶ κτήσασθε ἐν αὐτῇ. Ὅρα τὸν πατέρα διὰ τὴν περὶ τὸν παῖδα φιλοστοργίαν ὅσην ποιεῖται πρὸς τοὺς ξένους τὴν φιλοφροσύνην, καὶ ὅπως αὐτοὺς ἐφελκύσασθαι βούλεται, πάσης αὐτοῖς τῆς χώρας τὴν ἐξουσίαν διδούς. Καὶ ταῦτα μὲν ὁ πατήρ· ὁ δὲ παῖς θεασάμενος τοῦ πατρὸς τὴν περὶ αὐτὸν κηδεμονίαν, καὶ ὅπως πάντα ποιεῖν ἕτοιμος ἦν, ὥστε αὐτῷ εἰς ἔργον ἀγαγεῖν τὸ σπουδασθὲν, προστίθησι καὶ παρ' ἑαυτοῦ, καί φησι τῷ Ἰακὼβ καὶ πρὸς τοὺς ἀδελφοὺς τῆς κόρης· Εὕροιμι χάριν ἐναντίον ὑμῶν, καὶ ὃ ἐὰν εἴπητε, δώσομεν. Πληθύνατε τὴν φερνὴν, καὶ δώσω, καθ' ὅ τι ἂν εἴπητέ μοι, καὶ δώσετέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα. Εἶδες καὶ τὸν πατέρα διὰ τὴν περὶ τὸν παῖδα κηδεμονίαν πολλὴν τὴν παράκλησιν ποιούμενον, καὶ τὸν νέον ἑτοίμως ἅπαντα προϊέμενον ὑπὲρ τοῦ τῆς κόρης ἐπιτυχεῖν·