Ancient Greek
ΟΜΙΛΙΑ ΞΑʹ Αὕται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-60
Not analysed yet
Πάλιν ἐπὶ τὴν συνήθη τράπεζαν ὑμᾶς ἀγαγεῖν βούλομαι, καὶ τῆς ἀκολουθίας τῶν πρώην ἡμῖν εἰρημένων λαβόμενος, ἐκ τῶν πρόσφατον ἀναγνωσθέντων τὴν ἑστίασιν ὑμῖν παραθεῖναι ταύτην τὴν πνευματικήν. Ἱκανὰ γὰρ τὰ σήμερον ἀναγνωσθέντα διδάξαι πάντας ἡμᾶς, ὅση τῆς βασκανίας ἐστὶν ἡ λύμη, καὶ ὅπως τὸ ὀλέθριον τοῦτο πάθος τὸ τοῦ φθόνου καὶ μέχρι τῆς συγγενείας αὐτῆς ἐκταθὲν τὴν οἰκείαν ἰσχὺν ἐπεδείξατο. Ἀλλ' ἵνα δόξῃ κατὰ ἀκολουθίαν ὁ λόγος προϊέναι, ἀναγκαῖον αὐτῆς ἅψασθαι τῆς ἀρχῆς τοῦ ἀναγνώσματος. Αὗται δὲ, φησὶν, αἱ γενέσεις Ἰακώβ. Ὅρα τὸν θαυμαστὸν τοῦτον προφήτην, ὅπως ἐπαγγειλάμενος ἡμῖν διηγεῖσθαι τοῦ Ἰακὼβ τὴν γενεαλογίαν, εὐθέως ἐπὶ τὴν ἱστορίαν τοῦ παιδὸς ἀνέδραμε· καὶ εἰπὼν, Αὗται αἱ γενέσεις Ἰακὼβ, καὶ καταλιπὼν διηγεῖσθαι ἡμῖν ἀκολούθως τούς τε ἐξ αὐτοῦ τεχθέντας, τούς τε ἐξ ἐκείνων πάλιν γεννωμένους (καθάπερ καὶ ἐπὶ τοῦ Ἡσαῦ τοῦτο πεποίηκεν), ἐπὶ τὸν Ἰωσὴφ εὐθέως ἔσπευσε, τὸν νέον, τὸν πάντων τῶν ἀδελφῶν, ὡς εἰπεῖν, ἔσχατον, καί φησιν· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα. Τίνος ἕνεκεν καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν ἡμῖν σημαίνει; Ἵνα μάθῃς ὡς οὐδὲν ἡ νεότης κώλυμα γίνεται πρὸς ἀρετὴν, καὶ ἵνα ἐκ περιουσίας γνῷς καὶ τοῦ νέου τὴν πρὸς τὸν πατέρα ὑπακοὴν, καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ὁμόνοιαν, κἀκείνων τὸ ἀνήμερον· καὶ πῶς οὐδὲ πρὸς τὸν οὕτω περὶ αὐτοὺς διακείμενον, καὶ ἀπὸ τῆς ἡλικίας αὐτῆς εἰς συμπάθειαν αὐτοὺς ἐφελκύσασθαι δυνάμενον παραφυλάξασθαι τὴν ἀγάπην ἠβουλήθησαν, ἀλλ' ἐξ αὐτῶν τῶν προοιμίων ὁρῶντες καὶ τοῦ παιδὸς τὸ πρὸς τὴν ἀρετὴν ἐπιῤῥεπὲς, καὶ τοῦ πατρὸς τὴν περὶ αὐτὸν εὔνοιαν, εἰς τὴν κατ' αὐτοῦ βασκανίαν διηγείροντο. Κατήνεγκαν γὰρ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτῶν. Ὅρα κακίας ὑπερβολήν· καὶ τὴν τοῦ πατρὸς ἀγάπην διασαλεῦσαι ἐπεχείρουν, καὶ τὰ μὴ ὄντα πλάττονται κατὰ τοῦ ἀδελφοῦ, τοσοῦτο μόνον ἀνύοντες, ὅσον τὸν οἰκεῖον φθόνον κατάδηλον ποιῆσαι. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο μόνον ἐκέρδαινον, τὸ φανερὰν ἑαυτῶν ποιῆσαι τὴν λανθάνουσαν γνώμην, ὅρα τὸν πατέρα καὶ μετὰ τὴν παρ' αὐτῶν διαβολὴν ἐξεχόμενον τοῦ παιδὸς, καὶ πάντων αὐτὸν προκρίνοντα. Ἰακὼβ δὲ, φησὶν, ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. Τί ἐστιν, Ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ; Ἐπειδὴ πρὸς τῷ τέλει, φησὶ, καὶ ἐν αὐτῷ τῷ γήρᾳ ἦν τεχθεὶς, διὰ τοῦτο μᾶλλον ἁπάντων αὐτὸν ἠγάπα. Καὶ γὰρ ποθεινά πως εἶναι δοκεῖ τὰ παιδία τὰ πρὸς αὐτῷ τῷ γήρᾳ τικτόμενα, καὶ μᾶλλον ἐπισπάσασθαι δύνανται τὴν πατρικὴν εὔνοιαν. Ἀλλ' ἵνα μάθωμεν ὅτι οὐ τοῦτο μόνον ἦν τὸ τὸν πατέρα ἐπισπώμενον προτιμᾷν τε αὐτὸν τῶν ἀδελφῶν παρασκευάζον, διδάσκει ἡμᾶς ἡ θεία Γραφὴ, ὅτι καὶ μετὰ τοῦτον ἕτερος ἐτέχθη· καὶ εἰ κατὰ τὴν φυσικὴν ἀκολουθίαν τὰ τῆς ἀγάπης ἐγίνετο, ἐκεῖνος ἂν μᾶλλον ἠγαπήθη, ἅτε δὴ ἀληθῶς υἱὸς γήρως ὢν, καὶ τότε τεχθεὶς, ἡνίκα πρὸς ἔσχατον γῆρας ἤλασεν ὁ δίκαιος. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι χάρις τις ἦν ἄνωθεν ἡ τὸν νέον ἐπέραστον ποιοῦσα, καὶ διὰ τὴν τῆς ψυχῆς ἀρετὴν πάντων αὐτὸν προτιμότερον ἐργαζομένη· ταύτην δὲ προσκεῖσθαι τὴν αἰτίαν ἐν τῇ Γραφῇ, ὅτι ἐπειδὴ υἱὸς γήρως ἦν αὐτῷ, διὰ τοῦτο αὐτὸν ἠγάπα πλέον, ἵνα μὴ φανερῶς αὐξήσῃ τῶν ἀδελφῶν τὸν φθόνον. Δεινὸν γὰρ τουτὶ τὸ πάθος, καὶ ἐπειδὰν ἐπιλάβηται ψυχῆς, οὐ πρότερον αὐτὴν ἀνίησι, μέχρις ἂν εἰς ἐσχάτην αὐτὴν ἀτοπίαν ἀγάγῃ, καὶ λυμαινόμενον τὴν τεκοῦσαν αὐτὸ ψυχὴν, τὸ ἐναντίον ἢ βούλεται τὸν φθονούμενον διατίθησι, λαμπρότερον, ἐνδοξότερον, περιφανέστερον, ὅπερ πάλιν ἑτέρα πληγὴ βαρυτέρα τῷ βασκάνῳ γίνεται. Σκόπει γοῦν ἐνταῦθα, πῶς ὁ μὲν θαυμάσιος οὗτος οὐδὲν τῶν γινομένων εἰδὼς, ἅτε δὴ καθάπερ ἀδελφοῖς καὶ τὰς αὐτὰς ὠδῖνας αὐτῷ λύσασιν οὕτω προσφέρεται, θαῤῥῶν ἅπαντα καὶ διαλεγόμενος μετὰ πολλῆς τῆς ἁπλότητος· ἐκεῖνοι δὲ ὑπὸ τοῦ τῆς βασκανίας πάθους ἁλόντες, μισεῖν αὐτὸν παρεσκευάζοντο. Ἰδόντες γὰρ, φησὶν, οἱ ἀδελφοὶ, ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἠδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. Ὅρα πῶς τὸν οὐδὲν ἠδικηκότα μισεῖν ἐπεχείρουν. Καὶ οὐδὲν, φησὶν, ἠδύναντο λαλεῖν αὐτῷ εἰρηνικόν. Τί ἐστιν, Οὐδὲν ἠδύναντο λαλεῖν αὐτῷ εἰρηνικόν; Ἐπειδὴ γὰρ ἐκυρίευσεν αὐτῶν τὸ πάθος, καὶ τὸ μῖσος ηὔξετο καθ' ἑκάστην ἡμέραν, καθάπερ αἰχμάλωτοι γενόμενοι καὶ τυραννούμενοι ὑπὸ τοῦ πάθους, μετὰ δόλου προσεφέροντο, οὐδὲν εἰρηνικὸν αὐτῷ λαλεῖν δυνάμενοι. Καὶ σκόπει πῶς τὴν αἰτίαν ταύτην ἐσήμανε τοῦ μίσους, ὅτι ἀπὸ τοῦ φθόνου τὴν ἀρχὴν ἐλάμβανεν. Ἰδόντες γὰρ οἱ ἀδελφοὶ αὐτοῦ, φησὶν, ὅτι ὁ πατὴρ αὐτὸν φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ. Τὸ φίλτρον τοῦ πατρὸς τὸν φθόνον αὐτῷ ἔτεκεν, ἀλλὰ τὴν τοῦ πατρὸς εὔνοιαν ἡ ἀρετὴ τοῦ παιδὸς ἐπεσπάσατο. Δέον τοίνυν ἐκείνους μιμήσασθαι τὸν ἀδελφὸν καὶ ζηλῶσαι τὸν τρόπον, ἵν' οὕτω καὶ αὐτοὶ τὸν πατέρα ἐπισπάσωνται, τοῦτο μὲν οὐδὲ εἰς ἔννοιαν λαμβάνουσιν, ἀλλὰ κοινὸν μῖσος περὶ τὸν ὑπὸ τοῦ πατρὸς ἀγαπώμενον ἐπεδείκνυντο. Καὶ ἐκεῖνοι μὲν, καθάπερ ἐκπολεμούμενοι, οὕτω λανθάνουσαν ἔσωθεν τὴν πονηρίαν τίκτοντες, οὐδὲν εἰρηνικὸν αὐτῷ διελέγοντο, ἀλλὰ μετὰ δόλου προσεφέροντο· ὁ δὲ θαυμάσιος οὗτος τὴν ἀδελφικὴν εὔνοιαν πρὸς αὐτοὺς ἀποσώζων, καὶ οὐδὲν ὑπιδόμενος, ἅτε δὴ ὡς ἀδελφοῖς ἐθάῤῥει, καὶ τὰ καθ' ἑαυτὸν ἅπαντα ἀνετίθετο.