Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΞΑʹ Αὕται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-61
Not analysed yet
Τοῦτο τὸ πάθος καὶ ἐξ ἀρχῆς τὸν Κάϊν εἰς τὸν κατὰ τοῦ ἀδελφοῦ φόνον ὁρμῆσαι παρεσκεύασε. Καὶ καθάπερ οὗτοι διὰ τὴν εὔνοιαν τοῦ πατρὸς, ἣν περὶ τὸν παῖδα ἐπεδείκνυτο, μισεῖν αὐτὸν παρεσκευάζοντο, καὶ πολεμεῖν ἐπεχείρουν, καὶ καθ' ἑκάστην ἡμέραν ὤδινον τὴν κατ' αὐτοῦ σφαγήν· τὸν αὐτὸν δὴ τρόπον κἀκεῖνος θεασάμενος ὅτι τὰ παρὰ τοῦ ἀδελφοῦ δῶρα μᾶλλον δεκτὰ γέγονεν, εἰς τὸν κατὰ τοῦ ἀδελφοῦ φόνον ἐκινήθη, καί φησιν, Ἐξέλθωμεν εἰς τὸ πεδίον. Ὁρᾷς καὶ τοῦτον μηδὲν ὑφορώμενον, ἀλλ' οἷα δὴ ἀδελφῷ πειθόμενον, κατεξιόντα καὶ πάρεργον γινόμενον τῆς μιαρᾶς ἐκείνης δεξιᾶς; Οὕτω δὴ καὶ ὁ θαυμάσιος Ἰωσὴφ, οὐκ εἰδὼς τὴν κακὴν τῶν ἀδελφῶν ὁμόνοιαν, ὡς ἀδελφοῖς προσεφέρετο, καὶ τὰ ἐνύπνια, ἅπερ αὐτῷ ὁ Θεὸς ἀπεκάλυπτε, προμηνύων αὐτῷ τὴν περιφάνειαν ἐν ᾗ γίνεσθαι ἔμελλε, καὶ τῶν ἀδελφῶν τὴν ὑποταγὴν εἰς μέσον προετίθει. Ἐνυπνιασθεὶς γὰρ, φησὶν, ἐνύπνιον ἀπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Ἀκούσατέ μου τοῦ ἐνυπνίου τούτου. ᾬμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ἀνωρθώθη, περιστραφέντα δὲ τὰ ὑμέτερα δράγματα προσεκύνησαν τὸ ἐμὸν δράγμα. Εἶπαν δὲ αὐτῷ οἱ ἀδελφοί· Μὴ βασιλεύων βασιλεύσεις ἐφ' ἡμᾶς, ἢ κυριεύων κυριεύσεις ἡμῶν; Καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ τῶν ῥημάτων αὐτοῦ. Διὰ τοῦτο καὶ προέλαβε καὶ ἐδίδασκεν ἡμᾶς, ὅτι ἄνωθεν τὸ μῖσος τὸ πρὸς αὐτὸν ἐπεδείκνυντο, ἵνα μὴ νομίσωμεν ἐντεῦθεν ἀρχὴν αὐτοὺς εἰληφέναι τοῦ κατ' αὐτὸν πολέμου. Προσέθεντο γὰρ ἔτι μισεῖν αὐτὸν, ἀντὶ τοῦ, Πολλῷ πλέον ηὔξανον τὸ μῖσος καὶ τὴν ἔχθραν τὴν κατ' αὐτοῦ. Καὶ ὅρα τῆς πηρώσεως τὴν ὑπερβολήν· αὐτοὶ τὸ ὄναρ διακρίνουσιν. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι δι' ἄγνοιαν τῶν μελλόντων ἔσεσθαι ἐφθόνουν κατ' αὐτοῦ· ἀλλὰ μαθόντες ἐκ τῶν ὀνειράτων τὰ ἐσόμενα, προσθήκην τοῦ μίσους εἰργάζοντο. Ὢ ἀνοίας ὑπερβολή. Δέον τοῦτο γνόντας μᾶλλον εὔνοιαν περὶ αὐτὸν ἐπιδείξασθαι, καὶ ἐκποδὼν ποιῆσαι τοῦ μίσους τὴν αἰτίαν, καὶ τῆς βασκανίας τὸ πάθος ἐξορίσαι, σκοτωθέντες τὸν λογισμὸν, καὶ οὐ συνορῶντες ὅτι καθ' ἑαυτῶν ἅπαντα διαπράττονται, ἐπὶ πλέον ηὔξανον τὸ κατ' αὐτοῦ μῖσος. Τίνος ἕνεκεν, ὦ ἄθλιοι καὶ ταλαίπωροι, τοσαύτην ἐπιδείκνυσθε τὴν βασκανίαν, οὐκ ἀγνοοῦντες οὔτε τὴν ἀδελφικὴν σχέσιν, οὔτε ὅτι ἡ τῶν ἐνυπνίων ἀποκάλυψις φανερὰν δείκνυσι τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν; Μὴ γὰρ δὴ νομίσητε λοιπὸν τὰ παρὰ τοῦ Θεοῦ μηνυθέντα αὐτῷ δυνατὸν εἶναι ἀνατραπῆναι. Καθάπερ γὰρ τοῦ ὀνείρου τὴν διάκρισιν ἐποιήσασθε, οὕτως ἔσται μετ' οὐ πολὺ, κἂν μυρία ἐπινοῆσαι βουληθῆτε. Εὐμήχανος γὰρ ὢν καὶ σοφὸς ὁ τῶν ἁπάντων Δεσπότης, καὶ τῆς οἰκείας δυνάμεως δεικνὺς τὴν περιουσίαν, πολλὰ πολλάκις ἀφίησιν ἐν τῷ μεταξὺ κωλύματα γενέσθαι, ἵν' οὕτω τὰ πάλαι αὐτῷ δόξαντα εἰς ἔργον ἀγαγὼν, μεγίστην ἀποφήνῃ τῆς δυνάμεως αὐτοῦ τὴν ὑπερβολήν. Ἀλλὰ τοιοῦτον ἡ βασκανίας οὐδὲν τούτων λογίζεσθαι δύναται, ἀλλ' ὅλως, ὡς εἰπεῖν, αἰχμάλωτος γεγονὼς κατὰ τῆς οἰκείας σωτηρίας ἅπαντα διαπράττεται. Καὶ οὗτοι μὲν προσθήκην μίσους εἰργάζοντο διὰ τὴν ἐνυπνίου διήγησιν· ὁ δὲ θαυμάσιος Ἰωσὴφ καὶ ἕτερον ἐνύπνιον θεασάμενος οὐκ αὐτοῖς μόνον, ἀλλὰ καὶ τῷ πατρὶ διηγεῖται, καί φησιν· Ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. Καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Τί τὸ ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης; Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Ἐζήλωσαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὁ δὲ πατὴρ διετήρησε τὸ ῥῆμα. Εἰδὼς τὸν τικτόμενον αὐτῷ φθόνον παρὰ τῶν ἀδελφῶν ὁ πατὴρ, διὰ τοῦτο ἐπετίμησε τῷ παιδὶ, καὶ διακρίνει καὶ αὐτὸς τὸ ὄναρ, καὶ στοχαζόμενος παρὰ τοῦ Θεοῦ τὴν ἀποκάλυψιν αὐτῷ γεγενῆσθαι, διετήρει τὸ ῥῆμα. Ἀλλ' οὐχ οἱ ἀδελφοὶ οὕτως. Ἀλλὰ τί; Πάλιν πολλῷ πλέον ἐζήλωσαν. Τί μεμήνατε; τί ἐξεστηκότων πράγματα διαπράττεσθε; Οὐχ ὁρᾶτε ὅτι ἡ τῶν ἐνυπνίων δευτέρωσις οὐχ ἁπλῶς οὐδὲ εἰκῆ γεγένηται, ἀλλ' ἵνα μαθόντες ὅτι πάντως ἔσται τὰ προμηνυθέντα, παύσησθε τῆς φονικῆς ὁρμῆς, ἐννοήσαντες ὅτι ἀδυνάτοις ἐπιχειρεῖτε; Ἐχρῆν μὲν οὖν τὴν ἀδελφικὴν σχέσιν καὶ διάνοιαν ἀναλαβόντας, καὶ οἰκείαν κρίνειν εὐδοκίμησιν τὴν τοῦ ἀδελφοῦ μέλλουσαν ἔσεσθαι περιφάνειαν. Ἐπειδὴ δὲ ταύτης ὑμῖν οὐδεὶς λόγος, κἂν ἐκεῖνο λογίσασθαι ἦν ἀκόλουθον, ὅτι οὐ πρὸς αὐτὸν ὑμῖν ὁ πόλεμος, ἀλλὰ πρὸς τὸν ἁπάντων Δεσπότην τὸν ταῦτα αὐτῷ ἤδη ἐκκαλύψαντα. Ἀλλ' οὗτοι μὲν, καθάπερ ἔφθην εἰπὼν, οὐδὲ τὴν φύσιν αὐτὴν αἰδούμενοι, οὔτε τὴν ἄνωθεν γινομένην περὶ αὐτὸν εὔνοιαν ἐν νῷ λαβόντες, τὸ μῖσος καθ' ἑκάστην ἡμέραν ἐπέτεινον, καὶ λανθανόντως τὴν πυρὰν παρ' ἑαυτοῖς ἀνῆπτον, οὐδὲν οὔτε τοῦ πατρὸς, οὔτε τοῦ νέου τοιοῦτόν τι ὑποπτεύοντος, οὐδ' ὅτι πρὸς τοσαύτην μανίαν ἐλαύνειν ἔμελλον. Διὸ καὶ πορευθέντων τῶν ἀδελφῶν εἰς τὰ ποίμνια, Εἶπεν ὁ πατὴρ τῷ Ἰωσήφ· Οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν εἰς Συχέμ; Δεῦρο, ἀποστείλω σε πρὸς αὐτούς. Εἶπε δὲ αὐτῷ, Ἰδοὺ ἐγώ. Εἶδες πατρὸς πρὸς παῖδας φιλοστοργίαν; εἶδες παιδὸς ὑπακοήν; Εἶπε δὲ αὐτῷ· Πορευθεὶς ἴδε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου, καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι.