Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΞΔʹ Ἐξῆλθε δὲ Ἰωσὴφ ἀπὸ προσώπου Φαραὼ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου· καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα καὶ συνήγαγε σῖτον ὡς τὴν ἄμμον τῆς θαλάσσης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-63
Not analysed yet
Βούλεσθε καὶ σήμερον τὴν κατὰ τὸν Ἰωσὴφ ἱστορίαν ἐπεξέλθωμεν, καὶ ἴδωμεν πῶς τὴν ἀρχὴν τῆς Αἰγύπτου πάσης δεξάμενος ὁ θαυμάσιος οὗτος, διὰ τῆς προσούσης αὐτῷ συνέσεως ἅπαντας παρεμυθήσατο; Ἐξῆλθε γὰρ, φησὶν, ἀπὸ προσώπου Φαραὼ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου· καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα καὶ συνήγαγε σῖτον ὡς τὴν ἄμμον τῆς θαλάσσης. Παραλαβὼν παρὰ τοῦ βασιλέως τὴν ἐξουσίαν ἅπασαν, συνήγαγε, φησὶ, τὰ γεννήματα, καὶ ἐν ταῖς πόλεσιν ἀπετίθετο, προπαρασκευάζων ἱκανὴν παραμυθίαν τῇ μελλούσῃ γίνεσθαι ἐνδείᾳ. Εἶδες οἵας ἀμοιβὰς τῆς καρτερίας καὶ τῆς ὑπομονῆς καὶ τῆς ἄλλης ἀρετῆς καὶ ἐνταῦθα ἐδέξατο ὁ δίκαιος, ἀπὸ δεσμωτηρίου εἰς τὰ βασίλεια ἀνελθών; Ἐγένοντο δὲ αὐτῷ, φησὶ, δύο υἱοὶ, πρὶν ἢ παραγενέσθαι τὰ ἔτη τῆς ἐνδείας· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ πρώτου, Μανασσῆ· ὅτι ἐπιλαθέσθαι με, φησὶν, ἐποίησεν ὁ Θεὸς πάντων τῶν πόνων μου, καὶ τῶν τοῦ πατρός μου. Σκόπει τοῦ ἀνδρὸς τὸ φιλόθεον, ὅπως τῇ προσηγορίᾳ τοῦ παιδὸς ἐναποτίθεται τὴν μνήμην ἁπάντων, ὥστε διηνεκῆ αὐτὸν ποιεῖσθαι τὴν εὐχαριστίαν, ἵνα καὶ ὁ ἐξ αὐτοῦ γεννηθεὶς διὰ τῆς οἰκείας προσηγορίας εἰδέναι ἔχῃ τοὺς πειρασμοὺς καὶ τὴν ὑπομονὴν, ἣν ἐπιδειξάμενος ὁ δίκαιος εἰς τοσαύτην ἀνῆλθε περιφάνειαν. Ὅτι ἐπιλαθέσθαι με ἐποίησε πάντων τῶν πόνων μου, καὶ τῶν τοῦ πατρός μου. Τί ἐστι, Πάντων τῶν πόνων μου; Ἐνταῦθα αἰνίττεσθαί μοι δοκεῖ τήν τε προτέραν δουλείαν καὶ τὴν δευτέραν, καὶ τὴν ἐν τῷ δεσμωτηρίῳ ταλαιπωρίαν. Καὶ πάντων τῶν τοῦ πατρός μου· τὸν χωρισμὸν, ὃν ὑπέμεινεν ἔξω τῶν ἀγκαλῶν γενόμενος τῶν πατρικῶν, ὅτι ἐν ἀώρῳ ἡλικίᾳ μετὰ τοσαύτης ἀνατραφεὶς ἐπιμελείας, δουλείαν ἀντὶ τῆς ἐλευθερίας ἠλλάξατο. Καὶ τὸ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Ἐφραῒμ, Ὅτι ηὔξησέ με, φησὶν, ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου Ὅρα καὶ τὴν τούτου προσηγορίαν εὐχαριστίας πεπληρωμένην. Οὐ μόνον γὰρ, φησὶ, τῶν λυπηρῶν λήθην ἐποιησάμην, ἀλλὰ καὶ ηὐξήθην ἐν τῇ γῇ, ἐν ᾗ τοσαύτην ὑπέμεινα τὴν ταπείνωσιν, ὡς ἐν τοῖς ἐσχάτοις γενέσθαι, καὶ τὸν περὶ τοῦ ζῇν ἐπικρεμασθῆναί μοι κίνδυνον. Ἀλλὰ λοιπὸν ἄξιον ἀκοῦσαι τῶν ἑπομένων. Μετὰ γὰρ τὴν εὐθηνίαν τῶν ἑπτὰ ἐτῶν, ἔφθασε καὶ τὰ ἔτη τοῦ λιμοῦ κατὰ τὴν προαγόρευσιν τοῦ Ἰωσήφ. Ἡ γὰρ τῶν πραγμάτων ἔκβασις λοιπὸν ἅπαντας ἐπαίδευσε τὴν προσοῦσαν τῷ ἀνδρὶ σοφίαν, καὶ πάντας ὑποκύπτειν αὐτῷ παρεσκεύαζε. Καὶ λιμοῦ σφοδροῦ γενομένου, τέως ἐν προοιμίοις οὐδεμίαν αὐτοὺς αἴσθησιν λαβεῖν τῆς ἐνδείας παρεχώρησεν. Ἐν πάσῃ γὰρ, φησὶ, τῇ Αἰγύπτῳ ἦσαν ἄρτοι. Ἀλλὰ τῆς στενοχωρίας ἐπιταθείσης ἔκραξεν ὁ λαὸς πρὸς Φαραὼ, οὐ φέροντες τὴν ἔνδειαν τὴν πολλήν· ὑπὸ τοῦ λιμοῦ καταναγκαζόμενοι ἐπὶ τὸν βασιλέα ἔτρεχον. Ἀλλ' ὅρα τούτου τὴν εὐγνωμοσύνην. Εἶπε δὲ Φαραὼ τοῖς Αἰγυπτίοις· Πορεύεσθε πρὸς τὸν Ἰωσήφ· καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιήσατε· μονονουχὶ λέγων· Τί πρὸς ἐμὲ κεχήνατε; Οὐχ ὁρᾶτε ὅτι ἐγὼ μὲν ἁπλῶς τὸ σχῆμα περίκειμαι, ἐκεῖνος δέ ἐστιν ὁ τῆς σωτηρίας ἅπασιν ἡμῖν αἴτιος γενόμενος; Μὴ τοίνυν ἐκεῖνον καταλιμπάνοντες ἐπ' ἐμὲ τρέχετε, ἀλλ' ἄπιτε πρὸς ἐκεῖνον· Καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιεῖτε. Ἀνέῳξε δὲ Ἰωσὴφ τοὺς σιτοβολῶνας, καὶ ἐπώλει τοῖς Αἰγυπτίοις. Καὶ ἐπειδὴ πάντας ἐπενέμετο τοῦ λιμοῦ ἡ ἀνάγκη, Πᾶσαι, φησὶν, αἱ χῶραι ἦλθον εἰς Αἴγυπτον ἀγοράζειν σῖτον· ἐπεκράτει γὰρ ὁ λιμὸς ἐν πάσῃ τῇ γῇ. Ὅρα μοι κατὰ μικρὸν ἀρχὴν λαμβάνουσαν τῶν ὀνειράτων τοῦ Ἰωσὴφ τὴν ἔκβασιν. Ἐπικρατήσαντος γὰρ τοῦ λιμοῦ, καὶ καταλαβόντος καὶ τὴν Χαναὰν, ἔνθα κατῴκει ὁ Ἰακὼβ ὁ τούτου πατὴρ, Μαθὼν ὅτι ἔστι πρᾶσις σίτου ἐν Αἰγύπτῳ, εἶπε, φησὶ, τοῖς παισὶν αὐτοῦ· Ἵνα τί ῥᾳθυμεῖτε; Ἰδοὺ ἀκήκοα ὅτι ἔστι σῖτος ἐν Αἰγύπτῳ. Κατάβητε πρίασθαι ἡμῖν μικρὰ βρώματα, ἵνα ζῶμεν, καὶ μὴ ἀποθάνωμεν. Τί, φησὶν, ἐνταῦθα κάθησθε; Ἄπιτε εἰς τὴν Αἴγυπτον, καὶ τὰ πρὸς διατροφὴν ἡμῖν κομίζετε. Ταῦτα δὲ ἅπαντα ἐγίνετο, ἵνα τῇ ὄψει παραβάλλωσιν ἅπαντα οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ, καὶ τὴν σύγκρισιν τοῦ ἐνυπνίου, ἣν αὐτοὶ[ς] συνέκριναν, ἡνίκα ἤκουσαν τοῦ Ἰωσὴφ τὸ ὅραμα διηγουμένου, εἰς ἔργον ἀγάγωσι. Κατέβησαν γὰρ, φησὶν, οἱ δέκα ἀδελφοὶ, καὶ τὸν Βενιαμὶν οὐκ ἔλαβον, ὃς ἦν ἀδελφὸς τοῦ Ἰωσὴφ ὁμομήτριος. Εἶπε γὰρ ὁ πατὴρ αὐτοῦ· Μή ποτε συμβῇ αὐτῷ μαλακία· διὰ τὸ ἄωρον τῆς ἡλικίας ἐφείσατο τοῦ παιδός. Ἐλθόντες δὲ, καθάπερ ἄρχοντα τῆς Αἰγύπτου προσεκύνησαν τὸν Ἰωσὴφ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. Καὶ νῦν μὲν τέως ἀγνοοῦντες ἅπαντα ταῦτα ποιοῦσιν. Ἐπειδὴ γὰρ οὐκ ὀλίγος γέγονεν ὁ μεταξὺ χρόνος, οὐκέτι τὸν χαρακτῆρα τοῦ ἀδελφοῦ ἐπεγίνωσκον. Εἰκὸς γὰρ ἐν ἡλικίᾳ αὐτὸν γενόμενον ἐναλλαγήν τινα τοῦ χαρακτῆρος ἐργάσασθαι. Τὸ δὲ ὅλον οἶμαι καὶ οἰκονομίας εἶναι τοῦ τῶν ἁπάντων Θεοῦ, ὥστε μὴ δυνηθῆναι αὐτοὺς μήτε ἐκ τῆς διαλέξεως, μήτε ἐκ τῆς θέας ἐπιγνῶναι τὸν ἀδελφόν. Πόθεν γὰρ ἄν ποτε καὶ εἰς νοῦν τοῦτο ἐβά[λ]λοντο; Καὶ γὰρ ἐνόμιζον αὐτὸν παρὰ τοῖς Ἰσμαηλίταις οἰκέτην γενόμενον λοιπὸν τὴν παρὰ τοῖς βαρβάροις δουλείαν ὑπομένειν. Καὶ αὐτοὶ μὲν οὐδὲν τοιοῦτον οὐδὲ εἰς διάνοιαν λαβεῖν δυνηθέντες οὐκ ἐπεγίνωσκον τὸν Ἰωσήφ. Αὐτὸς δὲ παραχρῆμα θεασάμενος αὐτοὺς ἐπέγνω, καὶ λανθάνειν ἐσπούδαζε, καὶ ὡς ἀλλοτρίοις αὐτοῖς προσφέρεσθαι ἐβούλετο. Ἠλλοτριοῦτο γὰρ, φησὶν, ἀπ' αὐτῶν, καὶ ἐλάλησεν αὐτοῖς σκληρά· καὶ εἶπε· Πόθεν ἥκατε; Προσποιεῖται παντελῆ ἄγνοιαν, ἵνα πάντα μετὰ ἀκριβείας παρ' αὐτῶν μαθεῖν δυνηθῇ. Ἐπεθύμει γὰρ γνῶναι τὰ κατὰ τὸν πατέρα καὶ τὰ κατὰ τὸν ἀδελφόν.