Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ ΞΔʹ Ἐξῆλθε δὲ Ἰωσὴφ ἀπὸ προσώπου Φαραὼ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου· καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα καὶ συνήγαγε σῖτον ὡς τὴν ἄμμον τῆς θαλάσσης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-64
Not analysed yet
Καὶ τέως μὲν πυνθάνεται ἐκ ποίας χώρας τυγχάνουσι, καί φασιν ἐκ τῆς Χαναὰν ἐλθεῖν ἀγοράσαι βρώματα. Ἡ τοῦ λιμοῦ, φασὶν, ἀνάγκη τῆς ὁδοιπορίας ἡμᾶς ταύτης ἀνασχέσθαι πεποίηκε, καὶ διὰ τοῦτο καταλιπόντες τὰ οἰκεῖα ἐνταῦθα παραγεγόναμεν. Καὶ ἐμνήσθη, φησὶν, Ἰωσὴφ τῶν ἐνυπνίων, ὧν εἶδεν αὐτός. Εἰς ἔννοιαν ἐλθὼν τῶν ὀνειράτων, καὶ εὑρὼν τὴν ἔκβασιν εἰς ἔργον ἐληλυθυῖαν, ἐβούλετο μετὰ ἀκριβείας ἅπαντα μαθεῖν. Διὸ καὶ μετὰ πολλῆς αὐτοῖς τῆς σφοδρότητος εὐθέως ἀποκρίνεται, καί φησι· Κατάσκοποί ἐστε, καὶ κατανοῆσαι τὰ ἴχνη τῆς γῆς ἥκατε. Οὐχ ὑγιεῖ, φησὶ, γνώμῃ παραγεγόνατε. Ἐοίκατε τέχνῃ τινὶ καὶ κακουργίᾳ τὴν ἐνταῦθα ἄφιξιν πεποιηκέναι. Οἱ δὲ ἐναγώνιοι γενόμενοι, φασίν· Οὐχὶ, κύριε. Καὶ ὅπερ μαθεῖν ἐσπούδαζεν ὁ Ἰωσὴφ, τοῦτο οἴκοθεν αὐτὸν διδάσκουσι, καί φασιν· Οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα. Πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου, εἰρηνικοί ἐσμεν, οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι. Ἔτι περὶ ἑαυτῶν μόνον ἀπολογούμενοι, καὶ ὑπὸ τοῦ φόβου κατασεισθέντες τὴν διάνοιαν, οὐδέπω τὰ τῷ Ἰωσὴφ σπουδαζόμενα εἰρήκασι. Διὸ ἐπέμενε λέγων· Οὐχὶ, ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθετε ἰδεῖν. Περιττῶς, φησὶ, ταῦτά μοι λέγετε· καὶ γὰρ αὐτὸ τὸ σχῆμα τῆς παρουσίας ὑμῶν δείκνυσιν, ὅτι κακουργίᾳ τινὶ χρώμενοι ἐνταῦθα παραγεγόνατε. Οἱ δὲ ὑπὸ τῆς ἀνάγκης αὐτῆς συνελαυνόμενοι, καὶ βουλόμενοι εἰς οἶκτον αὐτὸν ἐπικάμψαι, φασί· Δώδεκά ἐσμεν οἱ παῖδές σου ἀδελφοί. Ὢ τῆς τῶν ῥημάτων ἀπάτης. Καὶ τὸν τοῖς ἐμπόροις παρ' αὐτῶν διαπραθέντα τῷ ἀριθμῷ συνῆψαν· καὶ οὐ λέγουσι, Δώδεκα ἦμεν, ἀλλὰ, Δώδεκά ἐσμεν ἀδελφοί· καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν. Τοῦτο γὰρ ἦν αὐτῷ τὸ σπουδαζόμενον γνῶναι, εἰ μὴ καὶ τὸν ἀδελφὸν τὰ αὐτὰ διατεθείκασιν. Ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν· ὁ δὲ ἕτερος οὐχ ὑπάρχει. Καὶ οὐ λέγουσι τὴν αἰτίαν σαφῶς, ἀλλ' ἁπλῶς, Οὐχ ὑπάρχει. Ἐκ τούτου εἰς ὑποψίαν ἐλθὼν, μήποτε καὶ εἰς τὸν Βενιαμὶν τὰ ὅμοια εἰργάσαντο, φησί· Τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν, ὅτι κατάσκοποί ἐστε. Οὐ γὰρ μὴ ἐξέλθητε ἐντεῦθεν, ἕως οὗ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε. Ἐκεῖνον ἰδεῖν βούλομαι· ἐπιθυμῶ θεάσασθαι τὸν τὰς αὐτάς μοι λύσαντα ὠδῖνας· ὑφορῶμαι γὰρ ὑμῶν ἐκ τῶν κατ' ἐμὲ γενομένων τὴν μισάδελφον γνώμην. Εἰ τοίνυν βούλεσθε, Ἀποστείλατε ἕνα ἐξ ὑμῶν, καὶ ἀγάγετε αὐτόν· ὑμεῖς δὲ οἰκεῖτε τὸ δεσμωτήριον, ἕως ἂν ἐκεῖνος παραγένηται. Ἐκεῖνος γὰρ παραγεγονὼς διδάξει, εἰ ἀληθῆ τὰ παρ' ὑμῶν λεγόμενα, καὶ ἐλευθερώσει ὑμᾶς πάσης ὑποψίας. Εἰ γὰρ μὴ τοῦτο γένοιτο, δῆλον ἔσται ὅτι κατάσκοποί ἐστε, καὶ διὰ τοῦτο ἐνταῦθα παραγεγόνατε. Καὶ ταῦτα εἰρηκὼς, Ἔθετο αὐτοὺς ἐν τῇ φυλακῇ. Ὅρα πῶς αὐτῶν βασανίζει τὰς γνώμας, καὶ δι' ὧν εἰς τούτους ἐπιδείκνυται, τὴν φιλοστοργίαν δείκνυσι τὴν πρὸς τὸν ἀδελφόν. Μετὰ δὲ τρεῖς ἡμέρας καλέσας αὐτοὺς εἶπε· Τοῦτο ποιήσατε, καὶ ζήσεσθε· τὸν γὰρ Θεὸν ἐγὼ φοβοῦμαι. Εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν εἷς κατασχεθήτω ἐν τῇ φυλακῇ· αὐτοὶ δὲ βαδί σατε καὶ ἀπ[αγ]άγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν, καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με, καὶ πιστευθήσεται τὰ ῥήματα ὑμῶν· εἰ δὲ μὴ, ἀποθανεῖσθε. Σκόπει σύνεσιν· Βουλόμενος καὶ τὴν περὶ τούτους εὔνοιαν ἐπιδείξασθαι, καὶ τοῦ πατρὸς τὴν ἔνδειαν παραμυθήσασθαι, καὶ περὶ τοῦ ἀδελφοῦ μαθεῖν τὸ ἀληθὲς, ἕνα κατασχεθῆναι προστάξας, τοὺς ἄλλους ἀπελθεῖν ἐκέλευσεν. Ἀλλ' ὅρα μοι λοιπὸν ἐνταῦθα τὸν ἀδέκαστον δικαστὴν, τὸ συνειδὸς αὐτῶν κατεξανιστάμενον, καὶ οὐδενὸς ἐλέγχοντος, οὐδὲ εἰς μέσον ἄγοντος, αὐτοὺς ἑαυτῶν κατηγόρους γινομένους· Εἶπε γὰρ, φησὶν, ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· Ναί· ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· ἕνεκεν οὖν τούτου ἐπῆλθεν ἡμῖν πᾶσα ἡ θλίψις αὕτη. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· ἐπειδὰν τελεσθῇ καὶ εἰς ἔργον ἔλθῃ, τότε τῆς οἰκείας ἀτοπίας δείκνυσι τὴν ὑπερβολήν. Καὶ καθάπερ ὁ μεθύων, ὅταν μὲν πολὺν τὸν ἄκρατον ἐγχέῃ, οὐδεμίαν αἴσθησιν λαμβάνει τῆς ἐκ τοῦ οἴνου γινομένης λύμης, μετὰ δὲ ταῦτα διὰ τῆς πείρας αὐτῆς μανθάνει τῆς βλάβης τὸ μέγεθος· οὕτω καὶ ἡ ἁμαρτία· μέχρι μὲν ἂν τελεσθῇ, σκοτοῖ τὸν λογισμὸν, καὶ καθάπερ νεφέλη πυκνὴ, οὕτω πηροῖ τὴν διάνοιαν· ὕστερον δὲ τὸ συνειδὸς κατεξανιστάμενον παντὸς κατηγόρου σφοδρότερον καταξαίνει τὴν διάνοιαν, καὶ δείκνυσι τῶν γεγενημένων τὴν ἀτοπίαν. Ὅρα γὰρ καὶ τούτους νῦν εἰς αἴσθησιν ἐρχομένους, καὶ ὅτε περὶ τοῦ παντὸς εἶδον ἑαυτοῖς ἐπικρεμάμενον τὸν κίνδυνον, τότε ἐξομολογουμένους τὰ ὑπ' αὐτῶν γεγενημένα, καὶ λέγοντας· Ναί· ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ μάτην, φησὶ, ταῦτα ὑπομένομεν, ἀλλὰ δικαίως, καὶ σφόδρα δικαίως· δίκας γὰρ δίδομεν τῆς ἀπανθρωπίας καὶ τῆς ὠμότητος, ἧς περὶ τὸν ἀδελφὸν ἐπεδειξάμεθα· Ὅτι ὑπερείδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ. Ἐπειδὴ, φησὶν, ἀσυμπαθεῖς γεγόναμεν, καὶ πολλὴν ἐπεδειξάμεθα τὴν ὠμότητα, διὰ τοῦτο καὶ ἡμεῖς νῦν τῶν αὐτῶν πειρώμεθα· Ἕνεκεν γὰρ τούτου ἐπῆλθεν ἐφ' ἡμᾶς ἡ θλίψις αὕτη.