Ancient Greek
ΟΜΙΛΙΑ ΞΕʹ Καὶ ἀνέβησαν, φησὶν, ἐξ Αἰγύπτου, καὶ ἦλθον εἰς τὴν Χαναναίαν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν, καὶ ἀνήγγειλαν αὐτῷ, λέγοντες, ὅτι Ὁ υἱός σου Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. Καὶ ἐξέστη Ἰακὼβ τῇ διανοίᾳ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-64
Not analysed yet
Εἴδετε ἐκ τῶν χθὲς ἡμῖν εἰρημένων τοῦ Ἰωσὴφ τὴν φιλοσοφίαν καὶ τὴν ἄφατον ἀνεξικακίαν ἣν περὶ τοὺς ἑαυτοῦ ἀδελφοὺς ἐπεδείξατο, οὐ μόνον οὐδεμίαν μνήμην τῶν εἰς αὐτὸν γεγενημένων ποιησάμενος, ἀλλὰ καὶ αὐτοῖς μέλλουσιν ἐπανιέναι πρὸς τὸν πατέρα, τοῦτο αὐτὸ παραινέσας καὶ συμβουλὴν εἰσαγαγὼν, ὥστε μὴ ἀλλήλους αἰτιᾶσθαι ὑπὲρ τῶν εἰς αὐτὸν αὐτοῖς εἰργασμένων, ἀλλὰ πᾶσαν ὀργὴν ἀπελάσαντας μετὰ ὁμονοίας τὴν ὁδοιπορίαν ποιεῖσθαι. Ἀναγκαῖον δὲ λοιπὸν σήμερον τὰ ἑξῆς ἀποπληρῶσαι, ἵνα ἴδωμεν καὶ τὴν τούτων ἐπάνοδον τὴν πρὸς τὸν πατέρα, καὶ τοῦ Ἰακὼβ τὴν εἰς Αἴγυπτον κάθοδον· καὶ ὅπως αὐτὸν ἀναθῆλαι πεποίηκε τὰ κατὰ τὸν Ἰωσὴφ γνωρισθέντα αὐτῷ, καὶ σχεδὸν εἰπεῖν, νέον ἐκ γέροντος αὐτὸν εἰργάσατο. Τίς γὰρ ἂν δυνηθείη τῷ λόγῳ παραστῆσαι τὴν ἡδονὴν, ἐν ᾗ τότε γέγονε, πυθόμενος ζῇν τὸν Ἰωσὴφ, καὶ ἐν τοσαύτῃ περιφανείᾳ τυγχάνειν; Ἴστε γὰρ μάλιστα, ὅτι τὰ ἀπροσδόκητα τῶν ἀγαθῶν πολλὴν ἐπίτασιν τῆς ἡδονῆς ἐνεργάζεσθαι πέφυκεν. Ὃν γὰρ ἐνόμιζε πρὸ τοσούτων ἐτῶν κατάβρωμα τῶν θηρίων γεγενῆσθαι, καὶ μαθὼν πάλιν τὴν ἀρχὴν τῆς Αἰγύπτου πᾶσαν κατέχειν αὐτὸν, πῶς οὐκ ἂν ὑπὸ τοῦ μεγέθους τῆς ἡδονῆς ἐξέστη τῇ διανοίᾳ; Ὅπερ γὰρ ὑπερβάλλουσα ἀθυμία ἐργάζεται, τοῦτο πολλάκις καὶ ἐπιτεταμένη χαρά. Καὶ ἔστιν ἰδεῖν πολλοὺς καὶ δάκρυα προχέοντας ἀπὸ χαρᾶς ὑπερβαλλούσης, ἑτέρους δὲ πολλάκις καὶ ἀποπλήκτους γινομένους, ὅταν ἃ μηδὲ προσεδόκησαν ἴδωσι γεγενημένα, καὶ οὓς τεθνηκέναι νενομίκασιν, ἐξαίφνης ζῶντας θεάσωνται. Ἀλλ' ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γένηται, αὐτῶν ἐπακούσωμεν τῶν ἀναγνωσθέντων. Καὶ ἀνέβησαν, φησὶν, ἐξ Αἰγύπτου, καὶ ἦλθον εἰς γῆν Χαναὰν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες, ὅτι Υἱός σου ὁ Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. Καὶ ἐξέστη τῇ διανοίᾳ Ἰακώβ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς. Ὁρᾷς, ὅπερ ἔλεγον, ὅτι ἄπιστον αὐτῷ ἔδοξεν εἶναι τὸ περὶ τοῦ Ἰωσὴφ, ὡς καὶ τὴν διάνοιαν αὐτοῦ παρασαλευθῆναι, καὶ ἐνόμιζεν ἀπάτην εἶναι τὰ παρὰ τῶν ἀδελφῶν λεγόμενα; Οἱ γὰρ τότε τὸν χιτῶνα εἰσαγαγόντες τῷ αἵματι τοῦ ἐρίφου μολυνθέντα, καὶ εἰς πίστιν ἀγαγόντες τὸν πατέρα, ὅτι κατάβρωμα θηρίων γέγονε, νῦν φασιν ὅτι ζῇ, καὶ ἄρχει πάσης τῆς Αἰγύπτου. Καὶ ταραττόμενος τὴν διάνοιαν ἐλογίζετο πρὸς ἑαυτὸν, πῶς ἂν ἔχοι τοῦτο λόγον· εἰ γὰρ τὸ πρότερον ἀληθὲς, τοῦτο οὐχ οἷόν τε εἶναι πιστόν· εἰ δὲ τοῦτο πιστὸν καὶ ἀληθὲς, ἐκεῖνο ψεῦδος ἂν εἴη. Ἐτάραττε δὲ αὐτὸν μάλιστα τὸ παρὰ τῶν υἱῶν τὰ πρότερα ἀκηκοέναι, καὶ ἕτερα νῦν παρὰ τῶν αὐτῶν μανθάνειν. Ὁρῶντες τοίνυν τοῦ πατρὸς τὴν ταραχὴν, καὶ βουλόμενοι αὐτὸν εἰς πίστιν ἀγαγεῖν καὶ πληροφορίαν, ὅτι ἀληθῆ τὰ παρ' αὐτῶν λεγόμενα τυγχάνει, Ἐλάλησαν αὐτῷ πάντα τὰ ῥηθέντα παρὰ τοῦ Ἰωσὴφ, καὶ ὅσα εἶπεν αὐτοῖς. Καὶ μετὰ τῶν ῥημάτων καὶ τὰ ἀποσταλέντα προσενέγκαντες, τὰς ἁμάξας καὶ τὰ δῶρα τὰ παρὰ τοῦ Ἰωσὴφ πεμφθέντα, μόλις ἔδοξαν πείθειν τὸν πατέρα, ὅτι οὐκ ἔστι ψεῦδος τὰ παρ' αὐτῶν λεγόμενα. Ὁρῶν γὰρ τὰς ἁμάξας τὰς ἀποσταλείσας, ὥστε καταβῆναι αὐτὸν εἰς Αἴγυπτον, Ἀνεζωπύρησε, φησίν. Ὁ γέρων, ὁ πρεσβύτης, ὁ συγκεκυφὼς, ἀθρόον ἐνέαζε τῇ προθυμίᾳ. Ἀνεζωπύρησε γὰρ, φησί. Τί ἐστιν, Ἀνεζωπύρησε; Καθάπερ τὸ λυχνιαῖον πῦρ, ἐπειδὰν ἐπιλίπῃ ἡ τοῦ ἐλαίου τροφὴ, καὶ μέλλῃ σβέννυσθαι, εἰ μικρόν τις ἐπιστάξειεν αὐτῷ ἔλαιον, ἀθρόον τὸ σβέννυσθαι μέλλον λαμπρότερον δείκνυσι τὸ φῶς· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ πρεσβύτης οὗτος, μονονουχὶ σβέννυσθαι μέλλων ὑπὸ τῆς ἀθυμίας (Οὐκ ἠθέλησε γὰρ, φησὶ, παρακληθῆναι, λέγων, ὅτι Καταβήσομαι πενθῶν εἰς ᾅδου), μαθὼν πάλιν, ὅτι ζῇ καὶ ὅτι ἄρχει τῆς Αἰγύπτου, καὶ ὁρῶν τὰς ἁμάξας, Ἀνεζωπύρησε, φησὶ, νέος ἐκ γέροντος γέγονεν, ἀπέθετο τῆς ἀθυμίας τὸ νέφος, τὴν ζάλην τῶν λογισμῶν ἀποκρουσάμενος, ἐν γαλήνῃ λοιπὸν ἐτύγχανε, τοῦ Θεοῦ ταῦτα ἅπαντα οἰκονομοῦντος, ὥστε τῶν τοσούτων πόνων τὴν παραμυθίαν εὕρασθαι τὸν δίκαιον, καὶ κοινωνῆσαι τῷ παιδὶ τῆς εὐημερίας· ἄλλως δὲ, ἵνα καὶ τὸ ὄναρ πληρωθῇ, ὅπερ αὐτὸς διέκρινεν, εἰπών· Ἆρά γε ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου, καὶ οἱ ἀδελφοὶ, προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Καὶ πιστεύσας τοῖς εἰρημένοις καὶ τοῖς ὁρωμένοις, Εἶπε, φησὶ, Μεγάλα μοι ἐστὶν, εἰ ἔτι Ἰωσὴφ ὁ υἱός μου ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με. Μεγάλα μοι ἐστὶ, καὶ ὑπερβαίνει πάντα λογισμὸν, καὶ ἀποκρύπτει πᾶσαν ἐν ἀνθρώποις εὐφροσύνην, Εἰ ἔτι ὁ υἱός μου ζῇ· πορευθεὶς οὖν ὄψομαι αὐτόν. Ἐπειχθῶμεν τοίνυν λοιπὸν, ὥστε καὶ τὰ τῆς συντυχίας μοι ὑπάρξαι, πρὶν ἢ ἀποθανεῖν με. Νῦν μὲν γὰρ ἡ ἀκοὴ διανέστησέ μου τὴν διάνοιαν, καὶ τὴν τοῦ γήρως ἀσθένειαν ἐφυγάδευσε, καὶ ἀνέῤῥωσέ μου τὸν λογισμόν. Εἰ δὲ συντυχία μοι γένοιτο, τελείας ἀπολαύσας τῆς εὐφροσύνης, οὕτω καταλύσω τὸν βίον. Καὶ μηδὲν μελλήσας ὁ δίκαιος ἥπτετο τῆς ὁδοιπορίας, σπεύδων καὶ ἐπειγόμενος τὸν αὐτῷ περιπόθητον ἰδεῖν, καὶ τὸν πρὸ τοσούτων ἐτῶν τεθνηκότα καὶ θηρίων κατάβρωμα γενόμενον, ὡς ἐνόμιζε, θεάσασθαι νῦν βασιλέα τῆς Αἰγύπτου γεγενημένον. Καὶ γενόμενος ἐπὶ τὸ Φρέαρ τοῦ ὅρκου, εὐχαριστηρίους εὐχὰς ἀναπέμψας τῷ Δεσπότῃ, ἔθυσε, φησὶ, θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.