Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΞΕʹ Καὶ ἀνέβησαν, φησὶν, ἐξ Αἰγύπτου, καὶ ἦλθον εἰς τὴν Χαναναίαν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν, καὶ ἀνήγγειλαν αὐτῷ, λέγοντες, ὅτι Ὁ υἱός σου Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. Καὶ ἐξέστη Ἰακὼβ τῇ διανοίᾳ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-65
Not analysed yet
Ταῦτα ἀκούοντες παιδευώμεθα, ὅπερ ἂν μέλλοιμεν διαπράττεσθαι, κἂν πράγματί τινι ἐγχειρήσωμεν, κἂν ἀποδημίας ἁπτώμεθα, πρότερον τὴν διὰ τῆς εὐχῆς θυσίαν ἀναφέρειν τῷ Δεσπότῃ, καὶ τὴν ἐκείνου συμμαχίαν καλοῦντας, οὕτως ἅπτεσθαι τῶν προκειμένων, καὶ μιμεῖσθαι τῶν δικαίων τούτων τὸ φιλόθεον. Ἔθυσε, φησὶ, θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ· ἵνα μάθῃς ὅτι κατ' ἴχνος τοῦ πατρὸς ἐπορεύετο, καὶ οὕτω τὴν περὶ τὸ Θεῖον θεραπείαν ἐπεδείκνυτο, καθάπερ ὁ Ἰσαάκ. Καὶ ἐπειδὴ τὴν οἰκείαν εὐγνωμοσύνην προλαβὼν διὰ τῆς εὐχαριστίας ἐπεδείξατο, εὐθέως ἐπηκολούθησε καὶ τὰ παρὰ τῆς ἄνωθεν ῥοπῆς. Ἐπειδὴ γὰρ καὶ τὸ διάστημα τῆς ὁδοῦ προορῶν, καὶ πρὸς τὸ γῆρας ἀποβλέπων ἐδεδοίκει, μὴ καὶ πρὸ τῆς συντυχίας ἐπιστὰς ὁ θάνατος ἀποστερήσῃ τῆς τοῦ παιδὸς ὄψεως, εὐχὰς ποιεῖται πρὸς τὸν Δεσπότην ἐπιμετρῆσαι αὐτῷ ζωὴν, ὥστε τελείας ἀπολαῦσαι τῆς ἡδονῆς. Ἀλλ' ὅρα πῶς ὁ ἀγαθὸς Θεὸς πληροφορεῖ τὸν δίκαιον. Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός· Ἰακὼβ, Ἰακώβ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον. Εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ. Ἐγὼ καταβήσομαι μετὰ σοῦ, κἀγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου. Ὅρα πῶς ἅπερ ὁ δίκαιος ἐπεθύμει, ταῦτα αὐτῷ ὁ Δεσπότης ὑπισχνεῖται, μᾶλλον δὲ καὶ πολλῷ πλείονα. Φιλότιμος γὰρ ὢν ὑπερβαίνει τὰς ἡμετέρας αἰτήσεις, τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος. Μὴ φοβοῦ, φησὶ, καταβῆναι εἰς Αἴγυπτον. Ἐπειδὴ ἠγωνία πρὸς τὸ μῆκος τῆς ὁδοῦ, διὰ τοῦτό φησι· Μὴ πρὸς τὴν τοῦ γήρως ἀσθένειαν ἀπίδῃς· Εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ· καὶ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον. Ἐγώ σοι συνέσομαι, καὶ πάντα σοι εὐμαρῆ καταστήσω. Σκόπει συγκατάβασιν ῥημάτων· Καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον. Τί τούτου μακαριστότερον γένοιτ' ἂν, τοῦ τὸν Θεὸν ἔχειν συνοδοιπόρον; Εἶτα ἡ παραμυθία, ἧς μάλιστα ἐδεῖτο ὁ πρεσβύτης· Καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου. Ἐκεῖνος ὁ περιπόθητος αὐτός σε περιστελεῖ, καὶ τὰς χεῖρας ἐπιβαλεῖ τοῖς ὀφθαλμοῖς σου. Χαίρων οὖν καὶ πάσης ἀγωνίας ἐκτὸς γεγονὼς, οὕτως ἔχου τῆς ὁδοῦ. Ἐννόει μοι λοιπὸν τὸν δίκαιον μεθ' ὅσης εὐθυμίας ποιεῖται τὴν ὁδοιπορίαν, τοσαύτην ἐκ τῆς τοῦ Θεοῦ ὑποσχέσεως λαβὼν τὴν πληροφορίαν. Ἀνέστη γὰρ, φησὶν, Ἰακὼβ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἔλαβον πᾶσαν τὴν κτῆσιν αὐτῶν, καὶ ἦλθον εἰς Αἴγυπτον. Ἐν ἑξήκοντα ἓξ ψυχαῖς κατ έβη Ἰακὼβ εἰς Αἴγυπτον· καὶ Ἰωσὴφ μετὰ τῶν υἱῶν αὐτοῦ τῶν γενομένων αὐτῷ ἔννατος ἐτύγχανεν ὤν· ὡς εἶναι μετὰ τοῦ Ἰωσὴφ τὰς πάσας ψυχὰς ἑβδομήκοντα πέντε. Τίνος ἕνεκεν τὸν ἀριθμὸν ἡμῖν μετὰ ἀκριβείας ἐπεσημήνατο ἡ θεία Γραφή; Ἵνα εἰδέναι ἔχωμεν, ὅπως εἰς ἔργον ἔξεισιν ἡ τοῦ Θεοῦ πρόῤῥησις ἡ λέγουσα, ὅτι Εἰς ἔθνος μέγα ποιήσω σε ἐκεῖ. Ἀπὸ γὰρ τούτων τῶν ἑβδομήκοντα πέντε ψυχῶν εἰς ἑξακοσίας χιλιάδας ἐξετάθη τὸ γένος τοῦ Ἰσραήλ. Εἶδες πῶς οὐ μάτην, οὐδὲ εἰκῆ τὸν ἀριθμὸν τῶν κατελθόντων εἰς τὴν Αἴγυπτον ἐδίδαξεν ἡμᾶς, ἀλλ' ἵνα εἰδέναι ἔχωμεν ἐξ ὅσων πόσοι γεγόνασι, καὶ μὴ διαπιστῶμεν ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι μετὰ τὴν τοῦ Ἰακὼβ τελευτὴν καὶ τοῦ Ἰωσὴφ, τοσαύτῃ μηχανῇ χρησάμενος ὁ τῶν Αἰγυπτίων βασιλεὺς, ὥστε εἰς εὐαριθμήτους αὐτοὺς περιστῆσαι καὶ μὴ ἐκταθῆναι αὐτῶν τὸ πλῆθος, οὐδὲ οὕτως ἴσχυσεν, ἀλλὰ ταύτῃ μᾶλλον ἐπεδίδου καὶ ηὔξετο, θαύμαζε καὶ ἐκπλήττου τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ ὅτι οὐχ οἷόν τέ ποτε διαπεσεῖν τὰ αὐτῷ δόξαντα, κἂν μυρία ἕτεροι μηχανῶνται. Ἀλλ' ἴδωμεν τὴν ἀκολουθίαν ἅπασαν, ἵνα μάθωμεν ὅπως τὰ τῆς συντυχίας γέγονε τῷ Ἰακώβ. Ἡνίκα, φησὶν, ἤγγικε τῇ Αἰγύπτῳ, ἀπέστειλε τὸν Ἰούδαν ἔμπροσθεν αὐτοῦ πρὸς τὸν Ἰωσὴφ, ὥστε μηνῦσαι αὐτῷ τοῦ πατρὸς τὴν παρουσίαν. Μαθὼν τοίνυν ὁ Ἰωσὴφ, καὶ ζεύξας τὰ ἅρματα, ἀνέβη εἰς συνάντησιν τῷ πατρὶ αὐτοῦ, καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσε κλαυθμῷ πλείονι. Τοῦτο ἦν ὅπερ ἐν προοιμίοις ἔλεγον, ὅτι πολλάκις καὶ ἡδονὴ ὑπερβάλλουσα δάκρυα προχέειν παρασκευάζει. Ἐπιπεσὼν, φησὶν, ἐπὶ τὸν τράχηλον αὐτοῦ ἔκλαυσεν· οὐχ ἁπλῶς, ἀλλὰ, Κλαυθμῷ πλείονι. Εὐθέως γὰρ εἰς ἔννοιαν ἐλθὼν, ὧν πέπονθεν αὐτὸς, ὧν ὑπέμεινεν ὁ πατὴρ δι' αὐτὸν, καὶ τοῦ χρόνου τὸ μῆκος λογισάμενος τοῦ μεταξὺ γενομένου, καὶ ὅτι παρὰ πᾶσαν προσδοκίαν καὶ αὐτὸς τὸν πατέρα ἑώρα, καὶ ὁ πατὴρ τὸν παῖδα ἐθεάσατο, πηγὰς ἠφίει δακρύων, ὁμοῦ καὶ τὴν ὑπερβάλλουσαν ἡδονὴν δεικνύμενος, καὶ εὐχαριστῶν τῷ Δεσπότῃ ὑπὲρ τῶν γεγενημένων. Καὶ εἶπε, φησὶ, πρὸς Ἰωσὴφ, Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου. Ἔτι γὰρ σὺ ζῇς. Ἀπήλαυσα, φησὶν, ὧν ἐπεθύμουν· ἐπέτυχον, οὗ οὐδέποτε προσεδόκησα· ὑπῆρξέ μοι τὰ μηδέποτε ἐλπισθέντα· τὸ λοιπὸν ἀρκοῦμαι τῇ ζωῇ. Εἶδον γὰρ ὃν ἐπεπόθουν, καὶ ἀρκεῖ μοι πρὸς πᾶσαν εὐφροσύνην τὸ θεάσασθαι, ὅτι ἔτι σὺ ζῇς, ὁ πάλαι νομισθεὶς τεθνηκέναι καὶ θηρίων κατάβρωμα γεγενῆσθαι. Πατρικὴ ἡ φωνὴ, καὶ φιλοστοργίας γέμουσα, καὶ ἱκανὴ τὴν διάθεσιν τὴν ἐναποκειμένην τῇ ψυχῇ κατάδηλον ποιῆσαι. Εἶπε δὲ, φησὶν, Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ, καὶ ἐρῶ αὐτῷ· Οἱ ἀδελφοί μου ἥκασιν· οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες. Ἄνδρες κτηνοτρόφοι εἰσὶ, καὶ τὰ κτήνη καὶ τοὺς βόας αὐτῶν ἀγηόχασιν. Ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ, καὶ εἴπῃ, Τί τὸ ἔργον ὑμῶν; εἴπατε, ὅτι Κτηνοτρόφοι ἐσμέν. Βδέλυγμα γάρ ἐστι τοῖς Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.