Ancient Greek · ~21 min
ΟΜΙΛΙΑ ΞΖʹ Εἶπε δὲ, φησὶν, Ἰσραὴλ τῷ Ἰωσήφ· Ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ' ὑμῶν, καὶ ἀποστρέψει ὑμᾶς ὁ Θεὸς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν. Ἐγὼ δὲ δίδωμί σοι Σήκιμα ἐξαίρετον παρὰ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-66
Not analysed yet
Πρώην ἐπαγγειλάμενος τέλος ἐπιθεῖναι τῇ κατὰ τὸν Ἰακὼβ ὑποθέσει, εἰς μῆκος ἡμῖν ἐκταθέντος τοῦ λόγου, τὴν ὑπόσχεσιν πᾶσαν εἰς πέρας ἀγαγεῖν οὐκ ἰσχύσαμεν. Διὸ βούλομαι σήμερον τὰ πρώην ἡμῖν ἐκεῖθεν ἀπολειφθέντα εἰς μέσον προθεῖναι, ἵνα οὕτω καὶ νῦν, Θεοῦ διδόντος, τὸ τέλος ἐπιθῶμεν. Ἀναγκαῖον δὲ πρότερον ὑπομνῆσαι τὴν ὑμετέραν ἀγάπην, καὶ δεῖξαι μέχρι τίνος τότε τὸν λόγον στήσαντες, οὕτω τὴν διδασκαλίαν κατελύσαμεν. Ἴστε δήπου καὶ μέμνησθε, ὅτι ἡνίκα τοὺς τοῦ Ἰωσὴφ παῖδας μέλλων ὁ δίκαιος εὐλογεῖν, τὸν Ἐφραῒμ τοῦ Μανασσῆ προέθηκε, καὶ ταῦτα τοῦ πατρὸς δυσχεράναντος, πρὸς ὂν καὶ εἶπεν, Οἶδα, τέκνον· καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ' ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν. Καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων· Ἐν ὑμῖν εὐλογηθήσεται Ἰσραὴλ, λέγοντες· Ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραῒμ καὶ Μανασσῆ· καὶ ἔθηκε τὸν Ἐφραῒμ ἔμπροσθεν τοῦ Μανασσῆ. Μέχρι τούτου γενόμενοι, ὥστε μὴ τῷ πλήθει καταχῶσαι ὑμῶν τὴν μνήμην, ἐπαυσάμεθα τῆς διδασκαλίας· ἀλλ' εἰ δοκεῖ, σήμερον ἴδωμεν τὰ ἑξῆς. Εἶπε γὰρ, φησὶν, Ἰσραὴλ τῷ Ἰωσήφ· Ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ' ὑμῶν, καὶ ἀποστρέψει ὑμᾶς ὁ Θεὸς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν τῶν πατέρων μου. Ἐγὼ δὲ δίδωμί σοι Σήκιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ. Ἐπειδὴ τοὺς υἱοὺς εὐλόγησε, καὶ τὰ μέλλοντα προορῶν προέθηκε τὸν νεώτερον τοῦ πρεσβυτέρου, βουλόμενος πεῖσαι τὸν Ἰωσὴφ, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο πεποίηκεν, ἀλλὰ προφητεύων τὰ μέλλοντα ἔσεσθαι, προλέγει αὐτῷ καὶ τὴν οἰκείαν τελευτὴν, καὶ ὅτι ἐπανήξουσιν ἐκ τῆς ἀλλοτρίας εἰς τὴν Χαναὰν, εἰς τὴν γῆν τῶν πατέρων αὐτῶν, καὶ χρηστὰς αὐτοῖς ἐλπίδας ὑποτείνει. ὥστε τῇ προσδοκίᾳ κουφίζεσθαι. Ἡ γὰρ τῶν χρηστῶν ἐλπὶς ὑποτέμνεται ἀεὶ τοὺς ἐν τῷ παρόντι βίῳ πόνους. Καὶ δεικνὺς λοιπὸν καὶ ἐν τῷ τῆς τελευτῆς καιρῷ τὴν φιλοστοργίαν, ἣν περὶ τὸν Ἰωσὴφ ἐκέκτητο, φησὶ πρὸς αὐτόν· Ἐγὼ δὲ δίδωμί σοι Σήκιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου· μονονουχὶ διὰ τούτου δηλῶν, ὅτι Οὕτω πάντως ἔσται τοῦτο, καὶ κατὰ τὴν ἐμὴν πρόῤῥησιν ἐπανελεύσεσθε, καὶ κληρονομήσετε τὴν γῆν τῶν πατέρων ὑμῶν, ὅτι καὶ τὴν Σηκίμων πόλιν σοι δίδωμι κληρονομίαν Ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Ἀμοῤῥαίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ. Τί δὴ τοῦτό ἐστι; Τὰ παρὰ τοῦ Συμεὼν καὶ Λευῒ γεγενημένα εἰς τοὺς ἐν Σηκίμοις οἰκειοῦται, καὶ διὰ τοῦτο λέγει· Ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ. Ἀλλ' ἐνταῦθα εὐκαίρως ζητήσειεν ἄν τις, τίνος ἕνεκεν οἰκειωσάμενος τὸ γεγενημένον, ὁ μετὰ ταῦτα μέλλων διατάττεσθαι, ἀνάγραπτον τὴν κατ' αὐτῶν ποιεῖται κατηγορίαν; Οὐχ ἑαυτῷ ἐναντιούμενος ὁ δίκαιος, ἀλλὰ δεικνὺς τὸ ἥμερον αὐτοῦ τῆς γνώμης, καὶ ὅτι παρὰ τὴν αὐτοῦ γνώμην τοῦτο διεπράττετο· οὐ γὰρ μόνον οὐκ ἠρέσθη τοῖς γινομένοις, ἀλλὰ καὶ ἐμέμψατο, ἐπειδὴ γέγονε. Διὰ τοῦτο θέλων δεῖξαι τὴν περὶ τὸν Ἰωσὴφ φιλοστοργίαν, αὐτῷ παραχωρεῖ τὰ Σήκιμα, καί φησιν· Ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ. Εἰ γὰρ καὶ ἐκείνων τὸ ἔργον γέγονεν, ἀλλ' ἐν τῇ ἐμῇ κεῖται ἐξουσίᾳ. Εἰ γὰ τῶν παίδων δεσπότης ὁ πατὴρ, πολλῷ μᾶλλον τῶν ὑπ' αὐτῶν κτηθέντων κύριος ἂν εἴη· εἰ δὲ κύριος, καὶ ὃ βούλεται διανέμειν ἂν δύναιτο. Ἐπεὶ οὖν ἐβούλετο δεῖξαι τὴν περὶ τὸν Ἰωσὴφ εὔνοιαν, οὐ μόνον διὰ τῆς τοῦ Ἐφραῒμ καὶ τοῦ Μανασσῆ εὐλογίας τοῦτο πεποίηκεν, ἀλλὰ καὶ διὰ τοῦ τὴν Σήκιμα ἐξαίρετον κληρονομίαν καταλιπεῖν τῷ παιδί. Καὶ ἐκάλεσε, φησὶ, τοὺς υἱοὺς αὐτοῦ Ἰακὼβ, καὶ εἶπε· Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν. Ἀθροίσθητε, καὶ ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν. Ὅρα τοῦ δικαίου τὴν σύνεσιν. Ἐπειδὴ προῄδει τῆς τελευτῆς τὸν καιρὸν, καλεῖ τοὺς παῖδας πρὸς ἑαυτὸν, καί φησι· Συνάχθητε, ἵνα ὑμῖν ἤδη προαναφωνήσω τί ὑμῖν ἀπαντήσεται ἐπ' ἐσχάτων τῶν ἡμερῶν. Ἀθροίσθητε, καὶ ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν. Δεῦτε, φησὶ, καὶ μάθετε παρ' ἐμοῦ, οὐ τὰ παρόντα, οὐ τὰ μετὰ βραχὺν ἐσόμενα χρόνον, ἀλλὰ τὰ ἐν ἐσχάταις ἡμέραις γενησόμενα. Καὶ ταῦτα ὑμῖν οὐκ ἀπ' ἐμαυτοῦ μηνύω, ἀλλ' ὑπὸ τοῦ Πνεύματος ἐνηχούμενος· διὰ τοῦτο καὶ τὰ μετὰ πολλὰς ὕστερον ἐσόμενα γενεὰς ἤδη προαναφωνῶ. Καὶ γὰρ μέλλων τὴν ζωὴν ταύτην καταλύειν, βούλομαι ἑκάστῳ ὑμῶν, ὥσπερ ἐν στήλῃ χαλκῇ. ἐναποθέσθαι τὴν μνήμην. Σκόπει δὲ τὸν δίκαιον, πῶς συναχθέντων τῶν παίδων, τῇ τάξει χρησάμενος τῆς ἔξω γενέσεως, οὕτω τὴν ἁρμόττουσαν πρὸς ἕκαστον ποιεῖται ἢ κατάραν, ἢ εὐλογίαν, κἀν τούτῳ δεικνὺς τῆς οἰκείας ἀρετῆς τὴν ὑπερβολήν. Καὶ ἄρχεται ἀπὸ τοῦ πρώτου. Ῥουβὴν, φησὶν, ὁ πρωτότοκος, ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου· σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης. Ὅρα πόση ἡ σοφία τοῦ δικαίου. Μείζονα γὰρ τὴν κατ' αὐτοῦ κατηγορίαν αὐξῆσαι βουλόμενος, πρότερον εἶπε τὰ ἀπὸ τῆς φύσεως αὐτῷ ἐνυπάρχοντα προτερήματα, καὶ τὴν προεδρίαν, ἧς ἀπήλαυσεν αὐτὸς, ἀρχὴ τέκνων γενόμενος, καὶ τῆς ἀξίας τῆς τοῦ πρωτοτόκου ἀπολαύων· καὶ τότε τὰ ἀπὸ τῆς προαιρέσεως ἁμαρτήματα ὥσπερ ἐν στήλῃ χαλκῇ ἐναποτίθεται, δεικνὺς ὅτι οὐδὲν ὄφελος τῶν φυσικῶς ἡμῖν ἐνυπαρχόντων, μὴ τῶν ἀπὸ τῆς προαιρέσεως κατορθωμάτων ἑπομένων· ταῦτα γάρ ἐστι τὰ καὶ ἔπαινον φέροντα καὶ ψόγον προστριβόμενα. Σκληρὸς, φησὶ, φέρεσθαι, καὶ σκληρὸς αὐθάδης. Τὴν ἀπὸ τῆς φύσεως ἀξίαν σοι, φησὶ, δεδομένην προὔδωκας διὰ τῆς οἰκείας προπετείας. Εἶτα καὶ αὐτὸ τὸ εἶδος τοῦ ἁμαρτήματος ἀνάγραπτον καταλιμπάνει, ὥστε καὶ τοῖς ἑξῆς διδασκαλίαν εἶναι μεγίστην πρὸς τὸ μὴ τοῖς αὐτοῖς ἐπιχειρεῖν, τὴν κατ' αὐτοῦ κατηγορίαν γεγενημένην. Ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς. Ἀνέβης γὰρ, φησὶν, ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ ἀνέβης. Τὴν μετὰ τῆς Βάλλας γεγενημένην αὐτῷ συνουσίαν αἰνίττεται.