Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΞΖʹ Εἶπε δὲ, φησὶν, Ἰσραὴλ τῷ Ἰωσήφ· Ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ' ὑμῶν, καὶ ἀποστρέψει ὑμᾶς ὁ Θεὸς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν. Ἐγὼ δὲ δίδωμί σοι Σήκιμα ἐξαίρετον παρὰ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-67
Not analysed yet
Ὅρα πῶς διὰ τῆς συνέσεως τῆς ὑπὸ τοῦ Πνεύματος αὐτῷ χαρισθείσης προλαβὼν, ὅπερ ἔμελλε Μωϋσῆς νομοθετεῖν, ὥστε μὴ ἐξεῖναι τῇ αὐτῇ μίγνυσθαι γυναικὶ πατέρα καὶ παιδίον, τοῦτο αὐτὸς ἤδη, δι' ὧν ἐπετίμησε τῷ παιδὶ, ἀπαγορεύει, καί φησιν· Ἐμίανας τὴν στρωμνὴν, ἀνελθὼν ἐπὶ τὴν κοίτην τοῦ πατρός σου. Πρᾶγμα παράνομον εἰργάσω, φησί. Διὰ τοῦτο ἐπειδὴ οὕτως Ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς. Ἀνόνητός σοι, φησὶν, ἔσται ἡ τοιαύτη ἐπιχείρησις, ὅτι οὐδὲ τοῦ πατρὸς αἰδώ τινα λαβὼν, μιᾶναι αὐτοῦ τὴν κοίτην ἐτόλμησας. Ἵνα οὖν ἤδη ἐν ταῖς ἑξῆς γενεαῖς τὴν τοιαύτην μίμησιν φυγεῖν ἔχωσι, διὰ τοῦτο ἐναποθέσθαι τοῖς γράμμασι τὸ Πνεῦμα τὸ ἅγιον τὴν κατηγορίαν ταύτην ᾠκονόμησεν, ὥστε πάντας ἀκούοντας παιδεύεσθαι καὶ εἰδέναι σαφῶς, ὡς οὐδὲν αὐτοῖς ὄφελος τῆς ἀπὸ τῆς φύσεως προεδρίας κεχαρισμένης, εἰ μὴ καὶ τὰ τῆς προαιρέσεως ἕπηται. Εἶτα ἐπειδὴ ἀρκούντως τούτου ἐστηλίτευσε τὴν μιαρὰν ταύτην πρᾶξιν, ἔρχεται ἐπὶ τὸν Συμεὼν καὶ Λευΐ. Συμεὼν καὶ Λευῒ συνετέλεσαν ἀδικίαν ἐξαιρέσεως αὐτῶν. Ἡ φιλονεικία αὐτῶν, φησὶν, ἣν ὑπὲρ τῆς ἀδελφῆς ἐπεδείξαντο, εἰς τὴν ἀδικίαν ἐκείνην αὐτοὺς παρώρμησεν. Εἶτα δηλῶν ὅτι λαθόντες αὐτὸν τὴν ἑαυτῶν γνώμην εἰς ἔργον ἤγαγον, φησίν· Εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσῃ τὰ ἥπατά μου. Μὴ γένοιτό μοι, φησὶ, κοινωνῆσαι αὐτοῖς τῆς γνώμης, ἢ συγκαταθέσθαι τοῖς ὑπ' αὐτῶν ἀδίκως γεγενημένοις. Ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους. Ἀλόγιστος αὐτῶν, φησὶ, γέγονεν ὁ θυμός. Εἰ γὰρ καὶ ἥμαρτε Συχὲμ, ἀλλὰ κατὰ πάντων οὐκ ἐχρῆν τοσαύτην ἐπιδείξασθαι μιαιφονίαν. Καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. Τὸν υἱὸν τοῦ Ἐμμὼρ ἐνταῦθα αἰνίττεται, διὰ τὸ ἀκμάζον τῆς ἡλικίας ταῦρον αὐτὸν ὀνομάσας. Εἶτα εἰπὼν τὰ εἰργασμένα αὐτοῖς, καὶ ἀρὰν προστίθησι, καί φησι· Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης· καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Τὸν δόλον αἰνίττεται. ὃν πρὸς αὐτοὺς ἐποιήσαντο ἀπατήσαντες αὐτοὺς, καὶ μετὰ δόλου αὐτοῖς ἐπιθέμενοι. Αὐθάδης γὰρ, φησὶν, ὁ θυμὸς αὐτῶν, προπετὴς, ἀλόγιστος. Καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Ὅτε γὰρ ἐνόμισαν οἱ Σηκιμῖται πολλὴν τὴν περὶ αὐτοὺς εὔνοιαν ἐκδεδεῖχθαι, τότε βαρεῖαν τὴν μῆνιν ἐπιδειξάμενοι, τὰ τῶν πολεμίων αὐτοὺς διέθηκαν. Καὶ εἰπὼν τὸ γεγενημένον αὐτοῖς ἁμάρτημα, προμηνύει καὶ τὴν ὑπὲρ τούτου διαδεξομένην αὐτοὺς τιμωρίαν· Διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Πανταχοῦ, φησὶ, διεσπαρμένοι ἔσονται, ἵνα τοῦτο αὐτὸ πᾶσι κατάδηλον γένηται, ὅτι διὰ τὸ τόλμημα τὸ γεγενημένον τοῦτο οὗτοι ὑπομεμενήκασιν. Ἰούδα, σὲ αἰνέσαιεν οἱ ἀδελφοί σου. Ἡ εἰς τὸν Ἰούδαν γεγενημένη εὐλογία μυστική τίς ἐστι, προμηνύουσα ἡμῖν τὰ κατὰ τὸν Χριστὸν ἅπαντα. Ἰούδα γὰρ, φησὶ, σὲ αἰνέσαιεν οἱ ἀδελφοί σου. Ἐπειδὴ γὰρ ἐντεῦθεν ἔμελλεν ἐκ τῆς τούτου φυλῆς ἀναφαίνεσθαι κατὰ τὸν τῆς οἰκονομίας λόγον, διὰ τοῦτο ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου ἤδη κινούμενος, προμηνύει διὰ τῶν εἰς τὸν Ἰούδαν λεγομένων οὐ μόνον τὴν εἰς ἀνθρώπους κάθοδον τοῦ Δεσπότου, ἀλλὰ καὶ τὸ μυστήριον, καὶ τὸν σταυρὸν, καὶ τὴν ταφὴν, καὶ τὴν ἀνάστασιν, καὶ πάντα ἁπαξαπλῶς. Ἰούδα γὰρ, φησὶ, σὲ αἰνέσαιεν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου· τὴν ὑποταγὴν δηλῶν, ἣν μέλλουσιν ὑποτάττεσθαι. Σκύμνος λέοντος Ἰούδα. Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης. Τὴν βασιλείαν αὐτοῦ προλέγει. Ἔθος γὰρ ἀεὶ τῇ Γραφῇ διὰ τῆς εἰκόνος τούτου τοῦ ζώου τὴν βασιλικὴν αὐθεντίαν αἰνίττεσθαι. Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν; Τὸν σταυρὸν καὶ τὴν ταφὴν ἐνταῦθα αἰνίττεται. Τίς ἐγερεῖ αὐτόν; Καθάπερ γὰρ τὸν λέοντα ἢ τὸν σκύμνον καθεύδοντα οὐδεὶς ἂν τολμήσειεν ἐξαναστῆσαι, οὕτω, φησὶν, Ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν; Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἶτα καὶ τὸν καιρὸν σαφῶς μηνύει, καθ' ὃν ἐπιστήσεσθαι ἔμελλεν ὁ Χριστὸς κατὰ τὸν τῆς οἰκονομίας λόγον. Οὐκ ἐκλείψει, φησὶν, ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Μέχρι τότε διαρκέσει, φησὶ, τὰ Ἰουδαϊκὰ, καὶ οἱ ἄρχοντες οἱ ἐξ Ἰουδαίων, ἕως ἂν ἐκεῖνος παραγένηται. Καὶ καλῶς εἶπεν, Ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται· ἐκείνῳ φησὶν, ᾧ προητοιμασμένη ἡ βασιλεία· διότι Αὐτός ἐστιν ἡ προσδοκία τῶν ἐθνῶν. Ὅρα πῶς ἤδη λέγει καὶ τὴν μέλλουσαν τῶν ἐθνῶν ἔσεσθαι σωτηρίαν. Καὶ αὐτὸς ἔσται, φησὶ, προσδοκία τῶν ἐθνῶν. Τὴν τούτου παρουσίαν τὰ ἔθνη προσδοκᾷ. Δεσμεύων, φησὶ, πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· διὰ τοῦ πώλου πάλιν τὴν τῶν ἐθνῶν προμηνύων προσαγωγήν. Ἐπειδὴ γὰρ ἀκάθαρτον ζῶον ὁ ὄνος, διὰ τοῦτό φησιν· Ἐκεῖνα τὰ ἀκάθαρτα ἔθνη μετὰ τοσαύτης εὐκολίας ἐνάξει, ὡς ἄν τις τῇ ἕλικι τῆς ἀμπέλου τὸν πῶλον προσδήσῃ, τῆς ἐξουσίας τὴν ὑπερβολὴν αἰνιττόμενος, καὶ τῶν ἐθνῶν τὴν πολλὴν ὑπακοήν. Πολλῆς γάρ ἐστι τῆς ἡμερότητος τοῦ ὄνου τὸ ἀνέχεσθαι τῇ ἕλικι τῆς ἀμπέλου προσδεθῆναι. Τῇ ἀμπέλῳ δὲ παρείκασε τὴν οἰκείαν διδασκαλίαν· Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. Ἕλικας δὲ ἐκάλεσε τὸ ἁπαλὸν τῶν προσταγμάτων καὶ τῶν νομοθεσιῶν τὸ εὔκολον· ἵνα ἤδη προμηνύσῃ, ὅτι τὰ ἔθνη εὐπειθέστερα τούτων γενήσεται. Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.