Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ Ιʹ Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν·» καὶ εἰς τὸ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-10
Not analysed yet
Εἰσὶ γὰρ, εἰσὶν ὁδοὶ πολλῷ μείζους τῆς ἀποχῆς τῶν βρωμάτων, αἱ δυνάμεναι τὰς θύρας ἡμῖν ἀνοίγειν τῆς παῤῥησίας τῆς πρὸς τὸν Θεόν. Ὁ τροφῆς τοίνυν μεταλαμβάνων, καὶ νηστεύειν μὴ δυνάμενος, δαψιλεστέραν τὴν ἐλεημοσύνην ἐπιδεικνύσθω, εὐχὰς ἐκτενεῖς, τὴν προθυμίαν ἐπιτεταμένην ἐχέτω περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων· ἐνταῦθα οὐδὲν ἡ τοῦ σώματος ἀσθένεια ἐμπόδιον ἡμῖν γίνεται· τοῖς ἐχθροῖς καταλλαττέσθω, πᾶσαν μνησικακίαν ἐξοριζέτω τῆς ἑαυτοῦ ψυχῆς. Ἂν ταῦτα κατορθοῦν βούληται, τὴν ἀληθῆ νηστείαν ἐπεδείξατο, καὶ ἣν μάλιστα πάντων ἀπαιτεῖ παρ' ἡμῶν ὁ Δεσπότης. Ἐπεὶ καὶ ταύτην τὴν ἀποχὴν τῶν βρωμάτων διὰ τοῦτο κελεύει γίνεσθαι, ἵνα χαλινοῦντες τὰ σκιρτήματα τῆς σαρκὸς, εὐήνιον αὐτὴν ἐργαζώμεθα πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν. Εἰ δὲ μέλλοιμεν μηδὲ τὴν ἀπὸ τῆς νηστείας βοήθειαν ἑαυτοῖς προσάγειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν, καὶ πλείονα τὴν ῥᾳθυμίαν ἐπιδείκνυσθαι, λανθάνομεν ἑαυτοὺς τὰ μέγιστα ζημιούμενοι. Εἰ γὰρ καὶ μετὰ νηστείας ἡ τῶν προειρημένων κατορθωμάτων ἔλλειψις οὐδὲν ἡμᾶς ὀνίνησι, πολλῷ μᾶλλον εἰ μηδὲ τῷ φαρμάκῳ τῆς νηστείας χρήσασθαι δυνάμενοι, πλείονα τὴν ῥᾳθυμίαν ἐπιδειξόμεθα. Ταῦτα δὴ μαθόντες παρ' ἡμῶν, παρακαλῶ, οἱ νηστεύειν δυνάμενοι, αὐτοί τε καθ' ὅσον οἷόν τε ἐπιτείνετε ὑμῶν τὴν καλὴν ταύτην καὶ ἐπαινετὴν προθυμίαν. Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται. Ἡ γὰρ νηστεία τὸ μὲν σῶμα κατατείνει, καὶ χαλινοῖ τὰ ἄτακτα σκιρτήματα, τὴν δὲ ψυχὴν διαυγεστέραν ἐργάζεται, καὶ πτεροῖ, καὶ μετάρσιον καὶ κούφην ποιεῖ. Καὶ τοὺς ἀδελφοὺς δὲ τοὺς ὑμετέρους, ὅσοι διὰ σωματικὴν ἀσθένειαν νηστεύειν οὐ δύνανται, προτρέπεσθε μὴ ἀπολιμπάνεσθαι τῆς πνευματικῆς ταύτης τροφῆς, διδάσκοντες αὐτοὺς, καὶ τὰ παρ' ἡμῶν αὐτοῖς διαπορθμεύοντες, καὶ δεικνύντες, ὅτι ὁ φαγὼν καὶ πιὼν μετρίως οὐκ ἀνάξιός ἐστι ταύτης τῆς ἀκροάσεως, ἀλλ' ὁ ῥᾴθυμος καὶ διακεχυμένος. Καὶ λέγετε πρὸς αὐτοὺς καὶ τὸ ἀποστολικὸν λόγιον, ὅτι Καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει, καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. Καὶ ὁ νηστεύων τοίνυν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι δύναμιν ἔσχε δυναμένην ἀντισχεῖν πρὸς τὸν πόνον τῆς νηστείας· καὶ ὁ ἐσθίων πάλιν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι οὐδὲν αὐτὸν τοῦτο λυμήνασθαι δύναται πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν, ἐὰν θέλῃ. Τοσαύτας γὰρ ἡμῖν ὁδοὺς ἔτεμεν ὁ φιλάνθρωπος Θεὸς, ὅσας οὐδὲ εἰπεῖν ἔστι, δι' ὧν δυνατόν ἐστιν ἡμᾶς, ἐὰν βουλώμεθα, τῆς ἀνωτάτω παῤῥησίας μετασχεῖν. Ταῦτα οὖν ἀρκούντως τῶν ἀπολειφθέντων ἕνεκεν διελέχθημεν, περιελόντες αὐτῶν τῆς αἰσχύνης τὴν πρόφασιν, καὶ δείξαντες, ὅτι οὐ δεῖ ἐπὶ τούτῳ αἰσχύνεσθαι· οὐ γὰρ τὸ φαγεῖν αἰσχύνην ἡμῖν προξενεῖ, ἀλλὰ τὸ κακόν τι διαπράξασθαι. Μεγάλη αἰσχύνη ἡ ἁμαρτία· ἐὰν ταύτην ἐργασώμεθα, οὐ μόνον αἰσχύνεσθαι ὀφείλομεν, ἀλλὰ καὶ ἐγκαλύπτεσθαι, καὶ καθάπερ οἱ προσκεκρουκότες, οὕτως ἑαυτοὺς ταλανίζειν· μᾶλλον δὲ μηδὲ τότε ἀπαγορεύειν ἑαυτοὺς, ἀλλὰ πρὸς ἐξομολόγησιν ἐπείγεσθαι καὶ πρὸς εὐγνωμοσύνην. Τοιοῦτον γὰρ ἔχομεν Δεσπότην, οὐδὲν ἕτερον παρ' ἡμῶν ἐπιζητοῦντα μετὰ τὴν τῆς ἁμαρτίας πρᾶξιν, εἴ ποτε διὰ ῥᾳθυμίαν ἁλῶμεν, ἢ τὸ ὁμολογῆσαι τὰ ἐπταισμένα, καὶ μέχρι τούτου στῆναι, καὶ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Ἐὰν δὲ τροφῆς συμμέτρου μεταλάβωμεν, μηδέποτε αἰσχυνώμεθα· σώματι γὰρ ἡμᾶς τοιούτῳ συνέπλεξεν ὁ Δεσπότης, ᾧ μὴ δυνατὸν ἑτέρως συνεστάναι, εἰ μὴ ταύτης μεταλάβοι, μόνον τὰ τῆς ἀμετρίας ἐκκοπτέσθω· τοῦτο γὰρ ἡμῖν καὶ πρὸς τὴν ὑγίειαν τούτου καὶ εὐεξίαν τὰ μέγιστα συμβάλλεται. Ἢ οὐχ ὁρᾶτε καθ' ἑκάστην ἡμέραν ἀπὸ τῶν πολυτελῶν τραπεζῶν καὶ τῆς ἀμέτρου ἀδηφαγίας τὰ μυρία ἐπαγόμενα νοσήματα; Πόθεν ποδαλγίαι; πόθεν καρηβαρίαι; πόθεν ὁ τῶν χυμῶν τῶν διεφθαρμένων πλεονασμός; πόθεν τὰ ἄλλα μυρία νοσήματα; Οὐκ ἀπὸ τῆς ἀμετρίας καὶ τοῦ πλέον τοῦ δέοντος ἐγχέειν ἑαυτοῖς τὸ ἄκρατον; Καθάπερ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς ταχέως καταβαπτίζεται, καὶ ὑποβρύχιον γίνεται· οὕτω καὶ ὁ ἄνθρωπος, ὅταν τῇ ἀδηφαγίᾳ καὶ τῇ μέθῃ ἑαυτὸν ἐκδῷ, κατὰ κρημνῶν ἄπεισι, καὶ ὑποβρύχιον ἀπεργάζεται τὸν λογισμὸν, καὶ κεῖται λοιπὸν καθάπερ νεκρὸς ἔμψυχος, πρὸς μὲν τὰ κακὰ πολλάκις ἐνεργεῖν δυνάμενος, πρὸς δὲ τὰ ἀγαθὰ ἅπαντα οὐδὲν ἄμεινον τῶν νεκρῶν διακείμενος.